ART

 

.



Οἰδίπους Τύραννος
ed. Sir Richard Jebb. Cambridge. 1887

Σοφοκλής
Οἰδίπους
ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· [5]
ἁγὼ δικαιῶν μὴ παρ᾽ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ᾽ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
ἀλλ᾽ ὦ γεραιέ, φράζ᾽, ἐπεὶ πρέπων ἔφυς
πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, [10]
δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.

Ἱερεύς
ἀλλ᾽ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα [15]
βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ᾽ ᾐθέων
λεκτοί· τὸ δ᾽ ἄλλο φῦλον ἐξεστεμμένον
ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς [20]
ναοῖς, ἐπ᾽ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει κἀνακουφίσαι κάρα
βυθῶν ἔτ᾽ οὐχ οἵα τε φοινίου σάλου,
φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, [25]
φθίνουσα δ᾽ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ᾽ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ᾽
Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. [30]
θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ᾽ ἐγὼ
οὐδ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
ὅς γ᾽ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν [35]
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ᾽ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγει νομίζει θ᾽ ἡμὶν ὀρθῶσαι βίον·
νῦν τ᾽, ὦ κράτιστον πᾶσιν οἰδίπου κάρα, [40]
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν᾽ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ᾽ ἀπ᾽ ἀνδρὸς οἶσθά του·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. [45]
ἴθ᾽, ὦ βροτῶν ἄριστ᾽, ἀνόρθωσον πόλιν,
ἴθ᾽, εὐλαβήθηθ᾽· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
στάντες τ᾽ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον. [50]
ἀλλ᾽ ἀσφαλείᾳ τήνδ᾽ ἀνόρθωσον πόλιν·
ὄρνιθι γὰρ καὶ τὴν τότ᾽ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν· [55]
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.

Οἰδίπους
ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθ᾽ ἱμείροντες· εὖ γὰρ οἶδ᾽ ὅτι
νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ [60]
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν᾽ ἔρχεται
μόνον καθ᾽ αὑτὸν κοὐδέν᾽ ἄλλον, ἡ δ᾽ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ᾽ ὁμοῦ στένει.
ὥστ᾽ οὐχ ὕπνῳ γ᾽ εὕδοντά μ᾽ ἐξεγείρετε, [65]
ἀλλ᾽ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ᾽ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δ᾽ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
Κρέοντ᾽, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ [70]
ἔπεμψα Φοίβου δώμαθ᾽, ὡς πύθοιθ᾽ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
καί μ᾽ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. [75]
ὅταν δ᾽ ἵκηται, τηνικαῦτ᾽ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ᾽ ὅσ᾽ ἂν δηλοῖ θεός.

Ἱερεύς
ἀλλ᾽ εἰς καλὸν σύ τ᾽ εἶπας οἵδε τ᾽ ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.

Οἰδίπους
ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ [80]
σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι

Ἱερεύς
ἀλλ᾽ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδ᾽ εἷρπε παγκάρπου δάφνης.

Οἰδίπους
τάχ᾽ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, [85]
τίν᾽ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;

Κρέων
ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ᾽, εἰ τύχοι
κατ᾽ ὀρθὸν ἐξελθόντα, πάντ᾽ ἂν εὐτυχεῖν.

Οἰδίπους
ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
οὔτ᾽ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. [90]

Κρέων
εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.

Οἰδίπους
ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω
τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
Κρέων
λέγοιμ ἂν οἷ᾽ ἤκουσα τοῦ θεοῦ πάρα. [95]
ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
ἐν τῇδ᾽, ἐλαύνειν μηδ᾽ ἀνήκεστον τρέφειν.

Οἰδίπους
ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;

Κρέων
ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν [100]
λύοντας, ὡς τόδ᾽ αἷμα χειμάζον πόλιν.

Οἰδίπους
ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;

Κρέων
ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ᾽ ἡγεμὼν
γῆς τῆσδε, πρὶν σὲ τήνδ᾽ ἀπευθύνειν πόλιν.

Οἰδίπους
ἔξοιδ᾽ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. [105]

Κρέων
τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.

Οἰδίπους
οἳ δ᾽ εἰσὶ ποῦ γῆς; ποῦ τόδ᾽ εὑρεθήσεται
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;

Κρέων
ἐν τῇδ᾽ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον [110]
ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.

Οἰδίπους
πότερα δ᾽ ἐν οἴκοις ἢ ᾽ν ἀγροῖς ὁ Λάϊος
ἢ γῆς ἐπ᾽ ἄλλης τῷδε συμπίπτει φόνῳ;

Κρέων
θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν
πρὸς οἶκον οὐκέθ᾽ ἵκεθ᾽, ὡς ἀπεστάλη. [115]

Οἰδίπους
οὐδ᾽ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
κατεῖδ᾽, ὅτου τις ἐκμαθὼν ἐχρήσατ᾽ ἄν;

Κρέων
θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ᾽ εἰδὼς φράσαι.

Οἰδίπους
τὸ ποῖον; ἓν γὰρ πόλλ᾽ ἂν ἐξεύροι μαθεῖν, [120]
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

Κρέων
λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

Οἰδίπους
πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
ἐπράσσετ᾽ ἐνθένδ᾽, ἐς τόδ᾽ ἂν τόλμης ἔβη; [125]

Κρέων
δοκοῦντα ταῦτ᾽ ἦν· Λαΐου δ᾽ ὀλωλότος
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
Οἰδίπους
κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
οὕτω πεσούσης, εἶργε τοῦτ᾽ ἐξειδέναι;

Κρέων
ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν [130]
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.

Οἰδίπους
ἀλλ᾽ ἐξ ὑπαρχῆς αὖθις αὔτ᾽ ἐγὼ φανῶ·
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ
πρὸ τοῦ θανόντος τήνδ᾽ ἔθεσθ᾽ ἐπιστροφήν·
ὥστ᾽ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον [135]
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ᾽ ἅμα.
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
ἀλλ᾽ αὐτὸς αὑτοῦ τοῦτ᾽ ἀποσκεδῶ μύσος.
ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ᾽ ἂν
κἄμ᾽ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ᾽ ἕλοι. [140]
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
ἀλλ᾽ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ᾽ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ᾽ ἀθροιζέτω,
ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς [145]
σὺν τῷ θεῷ φανούμεθ᾽ ἢ πεπτωκότες.
Ἱερεύς
ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
καὶ δεῦρ᾽ ἔβημεν ὧν ὅδ᾽ ἐξαγγέλλεται.
Φοῖβος δ᾽ ὁ πέμψας τάσδε μαντείας ἅμα
σωτήρ δ᾽ ἵκοιτο καὶ νόσου παυστήριος. [150]
Χορός
ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον [155]
ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτ᾽ Ἀθάνα [160]
γαιάοχόν τ᾽ ἀδελφεὰν
Ἄρτεμιν, ἃ κυκλόεντ᾽ ἀγορᾶς θρόνον εὐκλέα
θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει [165]
ἠνύσατ᾽ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
ὦ πόποι, ἀνάριθμα γὰρ φέρω
πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδ᾽ ἔνι φροντίδος ἔγχος [170]
ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
ἄλλον δ᾽ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν [175]
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
ὧν πόλις ἀνάριθμος ὄλλυται·
νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως· [180]
ἐν δ᾽ ἄλοχοι πολιαί τ᾽ ἔπι ματέρες
ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν
λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος [185]
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.
Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων [190]
φλέγει με περιβόατον, ἀντιάζω
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἔπουρον, εἴτ᾽ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας
εἴτ᾽ ἐς τὸν ἀπόξενον ὅρμων [195]
Θρῄκιον κλύδωνα·
τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,
τοῦτ᾽ ἐπ᾽ ἦμαρ ἔρχεται·
τόν, ὦ τᾶν πυρφόρων
ἀστραπᾶν κράτη νέμων, [200]
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,
Λύκει᾽ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπ᾽ ἀγκυλᾶν
βέλεα θέλοιμ᾽ ἂν ἀδάματ᾽ ἐνδατεῖσθαι
ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους [205]
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκι᾽ ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
τᾶσδ᾽ ἐπώνυμον γᾶς, [210]
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον,
πελασθῆναι φλέγοντ᾽
ἀγλαῶπι < >
πεύκᾳ ᾽πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. [215]
Οἰδίπους
αἰτεῖς· ἃ δ᾽ αἰτεῖς, τἄμ᾽ ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θ᾽ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ᾽ ἐξερῶ,
ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν [220]
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
νῦν δ᾽ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
ὅστις ποθ᾽ ὑμῶν Λάϊον τὸν Λαβδάκου
κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, [225]
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ᾽ ὑπεξελεῖν
αὐτὸν καθ᾽ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν. γῆς δ᾽ ἄπεισιν ἀσφαλής.
εἰ δ᾽ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς [230]
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ ᾽γὼ χἠ χάρις προσκείσεται.
εἰ δ᾽ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. [235]
τὸν ἄνδρ᾽ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ᾽, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
μήτ᾽ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ᾽ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν· [240]
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων πάντας, ὡς μιάσματος
τοῦδ᾽ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
τῷ τ᾽ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· [245]
κατεύχομαι δὲ τὸν δεδρακότ᾽, εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι δ᾽, οἴκοισιν εἰ ξυνέστιος
ἐν τοῖς ἐμοῖς γένοιτ᾽ ἐμοῦ συνειδότος, [250]
παθεῖν ἅπερ τοῖσδ᾽ ἀρτίως ἠρασάμην.
ὑμῖν δὲ ταῦτα πάντ᾽ ἐπισκήπτω τελεῖν,
ὑπέρ τ᾽ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδ᾽ ἀκάρπως κἀθέως ἐφθαρμένης.

Οἰδίπους
οὐδ᾽ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, [255]
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γ᾽ ἀρίστου βασιλέως τ᾽ ὀλωλότος,
ἀλλ᾽ ἐξερευνᾶν· νῦν δ᾽ ἐπεὶ κυρῶ γ᾽ ἐγὼ
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
ἔχων δὲ λέκτρα καὶ γυναῖχ᾽ ὁμόσπορον, [260]
κοινῶν τε παίδων κοίν᾽ ἄν, εἰ κείνῳ γένος
μὴ ᾽δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·
νῦν δ᾽ ἐς τὸ κείνου κρᾶτ᾽ ἐνήλαθ᾽ ἡ τύχη·
ἀνθ᾽ ὧν ἐγὼ τάδ᾽, ὡσπερεὶ τοὐμοῦ πατρός,
ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, [265]
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ᾽ Ἀγήνορος.
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
μήτ᾽ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ [270]
μήτ᾽ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ᾽ ἐχθίονι·
ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις
τάδ᾽ ἔστ᾽ ἀρέσκονθ᾽, ἥ τε σύμμαχος Δίκη
χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. [275]

Χορός
ὥσπερ μ᾽ ἀραῖον ἔλαβες, ὧδ᾽, ἄναξ, ἐρῶ.
οὔτ᾽ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ᾽ ἔχω
δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδ᾽ εἰπεῖν, ὅστις εἴργασταί ποτε.

Οἰδίπους
δίκαι᾽ ἔλεξας· ἀλλ᾽ ἀναγκάσαι θεοὺς [280]
ἃν μὴ θέλωσιν οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἀνήρ.

Χορός
τὰ δεύτερ᾽ ἐκ τῶνδ᾽ ἂν λέγοιμ᾽ ἁμοὶ δοκεῖ.

Οἰδίπους
εἰ καὶ τρίτ᾽ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.

Χορός
ἄνακτ᾽ ἄνακτι ταὔθ᾽ ὁρῶντ᾽ ἐπίσταμαι
μάλιστα Φοίβῳ Τειρεσίαν, παρ᾽ οὗ τις ἂν [285]
σκοπῶν τάδ᾽, ὦναξ, ἐκμάθοι σαφέστατα.

Οἰδίπους
ἀλλ᾽ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ᾽ ἐπραξάμην.
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.

Χορός
καὶ μὴν τά γ᾽ ἄλλα κωφὰ καὶ παλαί᾽ ἔπη. [290]

Οἰδίπους
τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.

Χορός
θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.

Οἰδίπους
ἤκουσα κἀγώ. τὸν δ᾽ ἰδόντ᾽ οὐδεὶς ὁρᾷ.

Χορός
ἀλλ᾽ εἴ τι μὲν δὴ δείματός γ᾽ ἔχει μέρος,
τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ᾽ ἀράς, [295]

Οἰδίπους
ᾧ μή ᾽στι δρῶντι τάρβος, οὐδ᾽ ἔπος φοβεῖ.

Χορός
ἀλλ᾽ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
τὸν θεῖον ἤδη μάντιν ὧδ᾽ ἄγουσιν, ᾧ
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.

Οἰδίπους
ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε [300]
ἄῤῥητά τ᾽, οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ᾽ ὅμως
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά τ᾽, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, [305]
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
σύ νυν φθονήσας μήτ᾽ ἀπ᾽ οἰωνῶν φάτιν [310]
μήτ᾽ εἴ τιν᾽ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δ᾽ ὠφελεῖν ἀφ᾽ ὧν
ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. [315]

Τειρεσίας
φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλεσ᾽· οὐ γὰρ ἂν δεῦρ᾽ ἱκόμην.

Οἰδίπους
τί δ᾽ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.

Τειρεσίας
ἄφες μ᾽ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ [320]
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.

Οἰδίπους
οὔτ᾽ ἔννομ᾽ εἶπας οὔτε προσφιλῆ πόλει
τῇδ᾽, ἥ σ᾽ ἔθρεψε, τήνδ᾽ ἀποστερῶν φάτιν.

Τειρεσίας
ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ᾽ ἰὸν
πρὸς καιρόν· ὡς οὖν μηδ᾽ ἐγὼ ταὐτὸν πάθω-- [325]

Οἰδίπους
μὴ πρὸς θεῶν φρονῶν γ᾽ ἀποστραφῇς, ἐπεὶ
πάντες σε προσκυνοῦμεν οἵδ᾽ ἱκτήριοι.

Τειρεσίας
πάντες γὰρ οὐ φρονεῖτ᾽· ἐγὼ δ᾽ οὐ μή ποτε
τἄμ᾽, ὡς ἂν εἴπω μὴ τὰ σ᾽, ἐκφήνω κακά.

Οἰδίπους
τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλ᾽ ἐννοεῖς [330]
ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;

Τειρεσίας
ἐγὼ οὔτ᾽ ἐμαυτὸν οὔτε σ᾽ ἀλγυνῶ. τί ταῦτ᾽
ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.

Οἰδίπους
οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
φύσιν σύ γ᾽ ὀργάνειας, ἐξερεῖς ποτε, [335]
ἀλλ᾽ ὧδ᾽ ἄτεγκτος κἀτελεύτητος φανεῖ;

Τειρεσίας
ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ᾽ ὁμοῦ
ναίουσαν οὐ κατεῖδες, ἀλλ᾽ ἐμὲ ψέγεις.

Οἰδίπους
τίς γὰρ τοιαῦτ᾽ ἂν οὐκ ἂν ὀργίζοιτ᾽ ἔπη
κλύων, ἃ νῦν σὺ τήνδ᾽ ἀτιμάζεις πόλιν; [340]

Τειρεσίας
ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.

Οἰδίπους
οὐκοῦν ἅ γ᾽ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.

Τειρεσίας
οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδ᾽, εἰ θέλεις,
θυμοῦ δι᾽ ὀργῆς ἥτις ἀγριωτάτη.

Οἰδίπους
καὶ μὴν παρήσω γ᾽ οὐδέν, ὡς ὀργῆς ἔχω, [345]
ἅπερ ξυνίημ᾽· ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θ᾽, ὅσον
μὴ χερσὶ καίνων· εἰ δ᾽ ἐτύγχανες βλέπων,
καὶ τοὔργον ἂν σοῦ τοῦτ᾽, ἔφην εἶναι μόνου.

Τειρεσίας
ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι [350]
ᾧπερ προεῖπας ἐμμένειν, κἀφ᾽ ἡμέρας
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ᾽ ἐμέ,
ὡς ὄντι γῆς τῆσδ᾽ ἀνοσίῳ μιάστορι.

Οἰδίπους
οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; [355]

Τειρεσίας
πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.

Οἰδίπους
πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.

Τειρεσίας
πρὸς σοῦ· σὺ γάρ μ᾽ ἄκοντα προυτρέψω λέγειν.

Οἰδίπους
ποῖον λόγον; λέγ᾽ αὖθις, ὡς μᾶλλον μάθω.

Τειρεσίας
οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ᾽κπειρᾷ λέγων; [360]

Οἰδίπους
οὐχ ὥστε γ᾽ εἰπεῖν γνωστόν· ἀλλ᾽ αὖθις φράσον.

Τειρεσίας
φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.

Οἰδίπους
ἀλλ᾽ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.

Τειρεσίας
εἴπω τι δῆτα κἄλλ᾽, ἵν᾽ ὀργίζῃ πλέον;

Οἰδίπους
ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. [365]

Τειρεσίας
λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις
αἴσχισθ᾽ ὁμιλοῦντ᾽, οὐδ᾽ ὁρᾶν ἵν᾽ εἶ κακοῦ.

Οἰδίπους
ἦ καὶ γεγηθὼς ταῦτ᾽ ἀεὶ λέξειν δοκεῖς;

Τειρεσίας
εἴπερ τί γ᾽ ἐστὶ τῆς ἀληθείας σθένος.

Οἰδίπους
ἀλλ᾽ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ᾽ οὐκ ἔστ᾽ ἐπεὶ [370]
τυφλὸς τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματ᾽ εἶ.

Τειρεσίας
σὺ δ᾽ ἄθλιός γε ταῦτ᾽ ὀνειδίζων, ἃ σοὶ
οὐδεὶς ὃς οὐχὶ τῶνδ᾽ ὀνειδιεῖ τάχα.

Οἰδίπους
μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ᾽ ἐμὲ
μήτ᾽ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ᾽ ἄν. [375]

Τειρεσίας
οὐ γάρ σε μοῖρα πρός γ᾽ ἐμοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς Ἀπόλλων, ᾧ τάδ᾽ ἐκπρᾶξαι μέλει.

Οἰδίπους
Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;

Τειρεσίας
Κρέων δέ σοι πῆμ᾽ οὐδέν, ἀλλ᾽ αὐτὸς σὺ σοί.

Οἰδίπους
ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης [380]
ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
ὅσος παρ᾽ ὑμῖν ὁ φθόνος φυλάσσεται,
εἰ τῆσδέ γ᾽ ἀρχῆς οὕνεχ᾽, ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, [385]
λάθρᾳ μ᾽ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανοῤῥάφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δ᾽ ἔφυ τυφλός.
ἐπεί, φέρ᾽ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; [390]
πῶς οὐκ, ὅθ᾽ ἡ ῥαψῳδὸς ἐνθάδ᾽ ἦν κύων,
ηὔδας τι τοῖσδ᾽ ἀστοῖσιν ἐκλυτήριον;
καίτοι τό γ᾽ αἴνιγμ᾽ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
ἣν οὔτ᾽ ἀπ᾽ οἰωνῶν σὺ προυφάνης ἔχων [395]
οὔτ᾽ ἐκ θεῶν του γνωτόν· ἀλλ᾽ ἐγὼ μολών,
ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδ᾽ ἀπ᾽, οἰωνῶν μαθών·
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
παραστατήσειν τοῖς Κρεοντείοις πέλας. [400]
κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἀγηλατήσειν· εἰ δὲ μὴ ᾽δόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.

Χορός
ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ᾽ ἔπη
ὀργῇ λελέχθαι καὶ τά σ᾽, Οἰδίπους, δοκεῖ, [405]
δεῖ δ᾽ οὐ τοιούτων, ἀλλ᾽ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ᾽ ἄριστα λύσομεν, τόδε σκοπεῖν.

Τειρεσίας
εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
ἴσ᾽ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.
οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ· [410]
ὥστ᾽ οὐ κρέοντος προστάτου γεγράψομαι.
λέγω δ᾽, ἐπειδὴ καὶ τυφλόν μ᾽ ὠνείδισας·
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν᾽ εἶ κακοῦ,
οὐδ᾽ ἔνθα ναίεις, οὐδ᾽ ὅτων οἰκεῖς μέτα.
ἆρ᾽ οἶσθ᾽ ἀφ᾽ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν [415]
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,
καί σ᾽ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ ποτ᾽ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα νῦν μὲν ὄρθ᾽, ἔπειτα δὲ σκότον.
βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, [420]
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;
ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,
ἅ σ᾽ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. [425]
πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.

Οἰδίπους
ἦ ταῦτα δῆτ᾽ ἀνεκτὰ πρὸς τούτου κλύειν;
οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν [430]
ἄψοῤῥος οἴκων τῶνδ᾽ ἀποστραφεὶς ἄπει;

Τειρεσίας
οὐδ᾽ ἱκόμην ἔγωγ᾽ ἄν, εἰ σὺ μὴ ᾽κάλεις.
Οἰδίπους
οὐ γάρ τί σ᾽ ᾔδη μῶρα φωνήσοντ᾽, ἐπεὶ
σχολῇ σ᾽ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.

Τειρεσίας
ἡμεῖς τοιοίδ᾽ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, [435]
μῶροι, γονεῦσι δ᾽, οἵ σ᾽ ἔφυσαν, ἔμφρονες.

Οἰδίπους
ποίοισι; μεῖνον, τίς δέ μ᾽ ἐκφύει βροτῶν;
Τειρεσίας
ἥδ᾽ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.

Οἰδίπους
ὡς πάντ᾽ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.

Τειρεσίας
οὔκουν σὺ ταῦτ᾽ ἄριστος εὑρίσκειν ἔφυς; [440]

Οἰδίπους
τοιαῦτ᾽ ὀνείδιζ᾽, οἷς ἔμ᾽ εὑρήσεις μέγαν.

Τειρεσίας
αὕτη γε μέντοι σ᾽ ἡ τύχη διώλεσεν.

Οἰδίπους
ἀλλ᾽ εἰ πόλιν τήνδ᾽ ἐξέσωσ᾽, οὔ μοι μέλει.

Τειρεσίας
ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.

Οἰδίπους
κομιζέτω δῆθ᾽· ὡς παρὼν σύ γ᾽ ἐμποδὼν [445]
ὀχλεῖς, συθείς τ᾽ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.

Τειρεσίας
εἰπὼν ἄπειμ᾽ ὧν οὕνεκ᾽, ἦλθον, οὐ τὸ σὸν
δείσας πρόσωπον· οὐ γὰρ ἔσθ᾽ ὅπου μ᾽ ὀλεῖς.
λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον [450]
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δ᾽ ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδ᾽ ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι [455]
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτ᾽ ἰὼν [460]
εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,
φάσκειν ἔμ᾽ ἤδη μαντικῇ μηδὲν φρονεῖν.

Χορός
τίς ὅντιν᾽ ἁ θεσπιέπεια δελφὶς εἶπε πέτρα
ἄῤῥητ᾽ ἀῤῥήτων τελέσαντα φοινίαισι χερσίν; [465]
ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν.
ἔνοπλος γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκει
πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, [470]
δειναὶ δ᾽ ἅμ᾽ ἕπονται
κῆρες ἀναπλάκητοι
ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ᾽ ἰχνεύειν.
φοιτᾷ γὰρ ὑπ᾽ ἀγρίαν [475]
ὕλαν ἀνά τ᾽ ἄντρα καὶ
πέτρας ἰσόταυρος
μέλεος μελέῳ ποδὶ χηρεύων,
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων [480]
μαντεῖα· τὰ δ᾽ ἀεὶ
ζῶντα περιποτᾶται.
δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
οὔτε δοκοῦντ᾽ οὔτ᾽ ἀποφάσκονθ᾽· ὅ τι λέξω δ᾽ ἀπορῶ. [485]
πέτομαι δ᾽ ἐλπίσιν οὔτ᾽, ἐνθάδ᾽ ὁρῶν οὔτ᾽ ὀπίσω.
τί γὰρ ἢ Λαβδακίδαις
ἢ τῷ Πολύβου νεῖκος ἔκειτ᾽, οὔτε πάροιθέν ποτ᾽ ἔγωγ᾽ [490]
ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ᾽ Οἰδιπόδα Λαβδακίδαις
ἐπίκουρος ἀδήλων θανάτων. [495]
ἀλλ᾽ ὁ μὲν οὖν Ζεὺς ὅ τ᾽ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες· ἀνδρῶν δ᾽ ὅτι μάντις πλέον ἢ ᾽γὼ φέρεται, [500]
κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δ᾽ ἂν σοφίαν
παραμείψειεν ἀνήρ.
ἀλλ᾽ οὔποτ᾽ ἔγωγ᾽ ἄν, πρὶν ἴδοιμ᾽ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. [505]
φανερὰ γὰρ ἐπ᾽ αὐτῷ, πτερόεσσ᾽ ἦλθε κόρα
ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θ᾽ ἁδύπολις τῷ ἀπ᾽ ἐμᾶς [510]
φρενὸς οὔποτ᾽ ὀφλήσει κακίαν.

Κρέων
ἄνδρες πολῖται, δείν᾽ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
πάρειμ᾽ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς [515]
ταῖς νῦν νομίζει πρός γ᾽ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ᾽ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, [520]
ἀλλ᾽ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.

Χορός
ἀλλ᾽ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ᾽ ἂν
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.

Κρέων
τοὔπος δ᾽ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι [525]
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;

Χορός
ηὐδᾶτο μὲν τάδ᾽, οἶδα δ᾽ οὐ γνώμῃ τίνι.

Κρέων
ἐξ ὀμμάτων δ᾽ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;

Χορός
οὐκ οἶδ᾽· ἃ γὰρ δρῶσ᾽, οἱ κρατοῦντες οὐχ ὁρῶ. [530]
αὐτὸς δ᾽ ὅδ᾽ ἤδη δωμάτων ἔξω περᾷ.

Οἰδίπους
οὗτος σύ, πῶς δεῦρ᾽ ἦλθες; ἦ τοσόνδ᾽ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
λῃστής τ᾽ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; [535]
φέρ᾽ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών τιν᾽ ἔν μοι ταῦτ᾽ ἐβουλεύσω ποεῖν;
ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
ἆρ᾽ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, [540]
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμασίν θ᾽ ἁλίσκεται;

Κρέων
οἶσθ᾽ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσ᾽ ἀντάκουσον, κᾆτα κρῖν᾽ αὐτὸς μαθών.

Οἰδίπους
λέγειν σὺ δεινός, μανθάνειν δ᾽ ἐγὼ κακὸς [545]
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σ᾽ ηὕρηκ᾽ ἐμοί.

Κρέων
τοῦτ᾽ αὐτὸ νῦν μου πρῶτ᾽ ἄκουσον ὡς ἐρῶ.

Οἰδίπους
τοῦτ᾽ αὐτὸ μή μοι φράζ᾽, ὅπως οὐκ εἶ κακός.

Κρέων
εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. [550]

Οἰδίπους
εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.

Κρέων
ξύμφημί σοι ταῦτ᾽ ἔνδικ᾽ εἰρῆσθαι· τὸ δὲ
πάθημ᾽ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.

Οἰδίπους
ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μ᾽ ἐπὶ [555]
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;

Κρέων
καὶ νῦν ἔθ᾽ αὑτός εἰμι τῷ βουλεύματι.

Οἰδίπους
πόσον τιν᾽ ἤδη δῆθ᾽ ὁ Λάϊος χρόνον

Κρέων
δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.

Οἰδίπους
ἄφαντος ἔῤῥει θανασίμῳ χειρώματι; [560]

Κρέων
μακροὶ παλαιοί τ᾽ ἂν μετρηθεῖεν χρόνοι.

Οἰδίπους
τότ᾽ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;

Κρέων
σοφός γ᾽ ὁμοίως κἀξ ἴσου τιμώμενος.

Οἰδίπους
ἐμνήσατ᾽ οὖν ἐμοῦ τι τῷ τότ᾽ ἐν χρόνῳ;

Κρέων
οὔκουν ἐμοῦ γ᾽ ἑστῶτος οὐδαμοῦ πέλας. [565]

Οἰδίπους
ἀλλ᾽ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;

Κρέων
παρέσχομεν, πῶς δ᾽ οὐχί; κοὐκ ἠκούσαμεν.

Οἰδίπους
πῶς οὖν τόθ᾽ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;

Κρέων
οὐκ οἶδ᾽· ἐφ᾽ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
Οἰδίπους
τοσόνδε γ᾽ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. [570]

Κρέων
ποῖον τόδ᾽; εἰ γὰρ οἶδά γ᾽, οὐκ ἀρνήσομαι.

Οἰδίπους
ὁθούνεκ᾽, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ᾽ ἐμὰς
οὐκ ἄν ποτ᾽ εἶπε Λαΐου διαφθοράς.

Κρέων
εἰ μὲν λέγει τάδ᾽, αὐτὸς οἶσθ᾽· ἐγὼ δὲ σοῦ
μαθεῖν δικαιῶ ταὔθ᾽ ἅπερ κἀμοῦ σὺ νῦν. [575]

Οἰδίπους
ἐκμάνθαν᾽· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.

Κρέων
τί δῆτ᾽; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;

Οἰδίπους
ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.

Κρέων
ἄρχεις δ᾽ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;

Οἰδίπους
ἃν ᾖ θέλουσα πάντ᾽ ἐμοῦ κομίζεται. [580]

Κρέων
οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;

Οἰδίπους
ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.

Κρέων
οὔκ, εἰ διδοίης γ᾽ ὡς ἐγὼ σαυτῷ λόγον.
σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν᾽ ἂν δοκεῖς
ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ [585]
ἄτρεστον εὕδοντ᾽, εἰ τά γ᾽ αὔθ᾽ ἕξει κράτη.
ἐγὼ μὲν οὖν οὔτ᾽ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτ᾽ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
νῦν μὲν γὰρ ἐκ σοῦ πάντ᾽ ἄνευ φόβου φέρω, [590]
εἰ δ᾽ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
πῶς δῆτ᾽ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
ὥστ᾽ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. [595]
νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ᾽ ἔνι.
πῶς δῆτ᾽ ἐγὼ κεῖν᾽ ἂν λάβοιμ᾽ ἀφεὶς τάδε;
οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. [600]
ἀλλ᾽ οὔτ᾽ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
οὔτ᾽ ἂν μετ᾽ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
καὶ τῶνδ᾽ ἔλεγχον τοῦτο μὲν Πυθώδ᾽ ἰὼν
πεύθου τὰ χρησθέντ᾽ εἰ σαφῶς ἤγγειλά σοι·
τοῦτ᾽ ἄλλ᾽, ἐάν με τῷ τερασκόπῳ λάβῃς [605]
κοινῇ τι βουλεύσαντα, μή μ᾽ ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δέ, τῇ τ᾽ ἐμῇ καὶ σῇ, λαβών·
γνώμῃ δ᾽ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. [610]
φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρ᾽ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.
ἀλλ᾽ ἐν χρόνῳ γνώσει τάδ᾽ ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. [615]

Χορός
καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.

Οἰδίπους
ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·
εἰ δ᾽ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν [620]
πεπραγμέν᾽ ἔσται, τἀμὰ δ᾽ ἡμαρτημένα.

Κρέων
τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;

Οἰδίπους
ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.

Κρέων
ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; [625]

Οἰδίπους
< >
Κρέων
οὐ γὰρ φρονοῦντά σ᾽ εὖ βλέπω.
Οἰδίπους
--τὸ γοῦν ἐμόν.

Κρέων
ἀλλ᾽ ἐξ ἴσου δεῖ κἀμόν.

Οἰδίπους
--ἀλλ᾽ ἔφυς κακός.
Κρέων
εἰ δὲ ξυνίης μηδέν;

Οἰδίπους
--ἀρκτέον γ᾽ ὅμως.

Κρέων
οὔτοι κακῶς γ᾽ ἄρχοντος.

Οἰδίπους
--ὦ πόλις πόλις.

Κρέων
κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ. [630]

Χορός
παύσασθ᾽, ἄνακτες· καιρίαν δ᾽ ὑμῖν ὁρῶ
τήνδ᾽ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ᾽ ἧς
τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.

Ἰοκάστη
τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
γλώσσης ἐπήρασθ᾽ οὐδ᾽ ἐπαισχύνεσθε γῆς [635]
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
οὐκ εἶ σύ τ᾽ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ᾽ οἴσετε;

Κρέων
ὅμαιμε, δεινά μ᾽ Οἰδίπους ὁ σὸς πόσις
δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν [640]
ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
Οἰδίπους
ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.

Κρέων
μή νυν ὀναίμην, ἀλλ᾽ ἀραῖος, εἴ σέ τι
δέδρακ᾽, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. [645]

Ἰοκάστη
ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα μὲν τόνδ᾽ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θ᾽ οἳ πάρεισί σοι.

Χορός
πιθοῦ θελήσας φρονήσας τ᾽, ἄναξ, λίσσομαι.

Οἰδίπους
τί σοι θέλεις δῆτ᾽ εἰκάθω; [650]

Χορός
τὸν οὔτε πρὶν νήπιον νῦν τ᾽ ἐν ὅρκῳ μέγαν καταίδεσαι.

Οἰδίπους
οἶσθ᾽ οὖν ἃ χρῄζεις; [655]

Χορός
οἶδα.

Οἰδίπους
--φράζε δὴ τί φής.

Χορός
τὸν ἐναγῆ φίλον μήποτ᾽ ἐν αἰτίᾳ
σὺν ἀφανεῖ λόγῳ σ᾽ ἄτιμον βαλεῖν.

Οἰδίπους
εὖ νυν ἐπίστω, ταῦθ᾽ ὅταν ζητῇς, ἐμοὶ
ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.

Χορός
οὐ τὸν πάντων θεῶν θεὸν πρόμον [660]
Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδ᾽ ἔχω.
ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς [665]
τρύχει ψυχάν, τάδ᾽ εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.

Οἰδίπους
ὁ δ᾽ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
ἢ γῆς ἄτιμον τῆσδ᾽ ἀπωσθῆναι βίᾳ. [670]
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ᾽, ἐποικτίρω στόμα
ἐλεινόν· οὗτος δ᾽ ἔνθ᾽ ἂν ᾖ στυγήσεται.

Κρέων
στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ᾽, ὅταν
θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. [675]
Οἰδίπους
οὔκουν μ᾽ ἐάσεις κἀκτὸς εἶ;

Κρέων
--πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ᾽ ἴσος.

Χορός
γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ᾽ ἔσω;

Ἰοκάστη
μαθοῦσά γ᾽ ἥτις ἡ τύχη. [680]

Χορός
δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ
᾽νδικον.

Ἰοκάστη
ἀμφοῖν ἀπ᾽ αὐτοῖν;
Χορός
ναίχι.

Ἰοκάστη
--καὶ τίς ἦν λόγος;

Χορός
ἅλις ἔμοιγ᾽, ἅλις, γᾶς προπονουμένας, [685]
φαίνεται ἔνθ᾽ ἔληξεν αὐτοῦ μένειν.

Οἰδίπους
ὁρᾷς ἵν᾽ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;

Χορός
ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, [690]
ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μ᾽ ἄν, εἴ σ᾽ ἐνοσφιζόμαν,
ὅς τ᾽ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
ἀλύουσαν κατ᾽ ὀρθὸν οὔρισας, [695]
τανῦν τ᾽ εὔπομπος, ἂν γένοιο.

Ἰοκάστη
πρὸς θεῶν δίδαξον κἄμ᾽, ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.

Οἰδίπους
ἐρῶ· σὲ γὰρ τῶνδ᾽ ἐς πλέον, γύναι, σέβω· [700]
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.

Ἰοκάστη
λέγ᾽, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.

Οἰδίπους
φονέα με φησὶ Λαΐου καθεστάναι.

Ἰοκάστη
αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;

Οἰδίπους
μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ [705]
τό γ᾽ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.

Ἰοκάστη
σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ ᾽πάκουσον, καὶ μάθ᾽ οὕνεκ᾽ ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα. [710]
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ᾽, οὐκ ἐρῶ
Φοίβου γ᾽ ἄπ᾽ αὐτοῦ, τῶν δ᾽ ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
ὅστις γένοιτ᾽ ἐμοῦ τε κἀκείνου πάρα.
καὶ τὸν μέν, ὥσπερ γ᾽ ἡ φάτις, ξένοι ποτὲ [715]
λῃσταὶ φονεύουσ᾽ ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔῤῥιψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
κἀνταῦθ᾽ Ἀπόλλων οὔτ᾽ ἐκεῖνον ἤνυσεν [720]
φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. [725]

Οἰδίπους
οἷόν μ᾽ ἀκούσαντ᾽ ἀρτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.

Ἰοκάστη
ποίας μερίμνης τοῦθ᾽ ὑποστραφεὶς λέγεις;

Οἰδίπους
ἔδοξ᾽ ἀκοῦσαι σοῦ τόδ᾽, ὡς ὁ Λάϊος
κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. [730]

Ἰοκάστη
ηὐδᾶτο γὰρ ταῦτ᾽ οὐδέ πω λήξαντ᾽ ἔχει.

Οἰδίπους
καὶ ποῦ ᾽σθ᾽ ὁ χῶρος οὗτος οὗ τόδ᾽ ἦν πάθος;

Ἰοκάστη
Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ᾽ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.

Οἰδίπους
καὶ τίς χρόνος τοῖσδ᾽ ἐστὶν οὑξεληλυθώς; [735]

Ἰοκάστη
σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ᾽ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτ᾽ ἐκηρύχθη πόλει.

Οἰδίπους
ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;

Ἰοκάστη
τί δ᾽ ἐστί σοι τοῦτ᾽, Οἰδίπους, ἐνθύμιον;

Οἰδίπους
μήπω μ᾽ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν [740]
τίν᾽ ἦλθε φράζε, τίνα δ᾽ ἀκμὴν ἥβης ἔχων.

Ἰοκάστη
μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.

Οἰδίπους
οἴμοι τάλας· ἔοικ᾽ ἐμαυτὸν εἰς ἀρὰς
δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. [745]

Ἰοκάστη
πῶς φῄς; ὀκνῶ τοι πρός σ᾽ ἀποσκοποῦσ᾽, ἄναξ.

Οἰδίπους
δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·
δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.

Ἰοκάστη
καὶ μὴν ὀκνῶ μέν, ἃ δ᾽ ἂν ἔρῃ μαθοῦσ᾽ ἐρῶ.

Οἰδίπους
πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων [750]
ἄνδρας λοχίτας, οἷ᾽ ἀνὴρ ἀρχηγέτης;

Ἰοκάστη
πέντ᾽ ἦσαν οἱ ξύμπαντες, ἐν δ᾽ αὐτοῖσιν ἦν .
κῆρυξ· ἀπήνη δ᾽ ἦγε Λάϊον μία.

Οἰδίπους
αἰαῖ, τάδ᾽ ἤδη διαφανῆ. τίς ἦν ποτε
ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι; [755]

Ἰοκάστη
οἰκεύς τις, ὅσπερ ἵκετ᾽ ἐκσωθεὶς μόνος.

Οἰδίπους
ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;

Ἰοκάστη
οὐ δῆτ᾽· ἀφ᾽ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τ᾽ εἶδ᾽ ἔχοντα Λάϊόν τ᾽ ὀλωλότα,
ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν [760]
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδ᾽ ἄποπτος ἄστεως.
κἄπεμψ᾽ ἐγώ νιν· ἄξιος γὰρ οἷ᾽ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.

Οἰδίπους
πῶς ἂν μόλοι δῆθ᾽ ἡμὶν ἐν τάχει πάλιν; [765]

Ἰοκάστη
πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτ᾽ ἐφίεσαι;

Οἰδίπους
δέδοικ᾽ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ᾽ ἄγαν
εἰρημέν᾽ ᾖ μοι δι᾽ ἅ νιν εἰσιδεῖν θέλω.

Ἰοκάστη
ἀλλ᾽ ἵξεται μέν· ἀξία δέ που μαθεῖν
κἀγὼ τά γ᾽ ἐν σοὶ δυσφόρως ἔχοντ᾽, ἄναξ. [770]

Οἰδίπους
κοὐ μὴ στερηθῇς γ᾽, ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ᾽ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδ᾽ ἰών;
ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δ᾽ ἀνὴρ [775]
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ᾽ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
ἀνὴρ γὰρ ἐν δείπνοις μ᾽ ὑπερπλησθεὶς μέθῃ
καλεῖ παρ᾽ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί. [780]
κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δ᾽ ἰὼν πέλας
μητρὸς πατρός τ᾽ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ᾽ [785]
ἔκνιζέ μ᾽ ἀεὶ τοῦθ᾽· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μ᾽ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ᾽ ἄθλια
καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων, [790]
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ᾽
ἄτλητον ἀνθρώποισι δηλώσοιμ᾽ ὁρᾶν,
φονεὺς δ᾽ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ ᾽πακούσας ταῦτα τὴν κορινθίαν,
ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα [795]
ἔφευγον, ἔνθα μήποτ᾽ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς [800]
ὅτ᾽ ἦ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μ᾽ ὅ θ᾽ ἡγεμὼν
αὐτός θ᾽ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. [805]
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι᾽ ὀργῆς· καί μ᾽ ὁ πρέσβυς ὡς ὁρᾷ,
ὄχου παραστείχοντα τηρήσας, μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
οὐ μὴν ἴσην γ᾽ ἔτισεν, ἀλλὰ συντόμως [810]
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐου τι συγγενές,
τίς τοῦδέ γ᾽ ἀνδρός ἐστιν ἀθλιώτερος; [815]
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ᾽ ἀνήρ;
ὃν μὴ ξένων ἔξεστι μηδ᾽ ἀστῶν τινι
δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων. καὶ τάδ᾽ οὔτις ἄλλος ἦν
ἢ ᾽γὼ ᾽π᾽ ἐμαυτῷ τάσδ᾽ ἀρὰς ὁ προστιθείς. [820]
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
χραίνω, δι᾽ ὧνπερ ὤλετ᾽· ἆρ᾽ ἔφυν κακός;
ἆρ᾽ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
μηδ᾽ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ [825]
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
ἆρ᾽ οὐκ ἀπ᾽ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἂν ὀρθοίη λόγον;
μὴ δῆτα, μὴ δῆτ᾽, ὦ θεῶν ἁγνὸν σέβας, [830]
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ᾽ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ᾽ ἰδεῖν
κηλῖδ᾽ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.

Χορός
ἡμῖν μέν, ὦναξ, ταῦτ᾽ ὀκνήρ᾽· ἕως δ᾽ ἂν οὖν
πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ᾽ ἐλπίδα. [835]

Οἰδίπους
καὶ μὴν τοσοῦτόν γ᾽ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.

Ἰοκάστη
πεφασμένου δὲ τίς ποθ᾽ ἡ προθυμία;

Οἰδίπους
ἐγὼ διδάξω σ᾽· ἢν γὰρ εὑρεθῇ λέγων
σοὶ ταὔτ᾽, ἔγωγ᾽ ἂν ἐκπεφευγοίην πάθος. [840]

Ἰοκάστη
ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;

Οἰδίπους
λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ᾽κτανον·
οὐ γὰρ γένοιτ᾽ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· [845]
εἰ δ᾽ ἄνδρ᾽ ἕν᾽ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ᾽ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.

Ἰοκάστη
ἀλλ᾽ ὡς φανέν γε τοὔπος ὧδ᾽ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ᾽ ἐκβαλεῖν πάλιν·
πόλις γὰρ ἤκουσ᾽, οὐκ ἐγὼ μόνη, τάδε. [850]
εἰ δ᾽ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ᾽, ὦναξ, σόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
καίτοι νιν οὐ κεῖνός γ᾽ ὁ δύστηνός ποτε [855]
κατέκταν᾽, ἀλλ᾽ αὐτὸς πάροιθεν ὤλετο.
ὥστ᾽ οὐχὶ μαντείας γ᾽ ἂν οὔτε τῇδ᾽ ἐγὼ
βλέψαιμ᾽ ἂν εἵνεκ᾽ οὔτε τῇδ᾽ ἂν ὕστερον.

Οἰδίπους
καλῶς νομίζεις· ἀλλ᾽ ὅμως τὸν ἐργάτην
πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτ᾽ ἀφῇς. [860]

Ἰοκάστη
πέμψω ταχύνασ᾽· ἀλλ᾽ ἴωμεν ἐς δόμους·
οὐδὲν γὰρ ἂν πράξαιμ᾽ ἂν ὧν οὐ σοὶ φίλον.

Χορός
εἴ μοι ξυνείη φέροντι
μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων
ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται [865]
ὑψίποδες, οὐρανίαν
δι᾽ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
πατὴρ μόνος, οὐδέ νιν
θνατὰ φύσις ἀνέρων
ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ· [870]
μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.
ὕβρις φυτεύει τύραννον·
ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,
ἃ μὴ ᾽πίκαιρα μηδὲ συμφέροντα, [875]
ἀκρότατον εἰσαναβᾶσ᾽
αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
ἔνθ᾽ οὐ ποδὶ χρησίμῳ
χρῆται. τὸ καλῶς δ᾽ ἔχον [880]
πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,
δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, [885]
κακά νιν ἕλοιτο μοῖρα,
δυσπότμου χάριν χλιδᾶς,
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
καὶ τῶν ἀσέπτων ἔρξεται [890]
ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.
τίς ἔτι ποτ᾽ ἐν τοῖσδ᾽ ἀνὴρ θεῶν βέλη
εὔξεται ψυχᾶς ἀμύνειν;
εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, [895]
τί δεῖ με χορεύειν;
οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπ᾽ ὀμφαλὸν σέβων,
οὐδ᾽ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν, [900]
εἰ μὴ τάδε χειρόδεικτα
πᾶσιν ἁρμόσει βροτοῖς.
ἀλλ᾽, ὦ κρατύνων, εἴπερ ὄρθ᾽ ἀκούεις, [905]
Ζεῦ, πάντ᾽ ἀνάσσων, μὴ λάθοι
σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
φθίνοντα γὰρ Λαΐου παλαίφατα
θέσφατ᾽ ἐξαιροῦσιν ἤδη,
κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·
ἔῤῥει δὲ τὰ θεῖα. [910]

Ἰοκάστη
χώρας ἄνακτες, δόξα μοι παρεστάθη
ναοὺς ἱκέσθαι δαιμόνων, τάδ᾽ ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
λύπαισι παντοίαισιν· οὐδ᾽ ὁποῖ᾽ ἀνὴρ [915]
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλ᾽ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
ὅτ᾽ οὖν παραινοῦσ᾽ οὐδὲν ἐς πλέον ποιῶ,
πρὸς σ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, [920]
ὅπως λύσιν τιν᾽ ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.

Ἄγγελος
ἆρ᾽ ἂν παρ᾽ ὑμῶν, ὦ ξένοι, μάθοιμ᾽ ὅπου
τὰ τοῦ τυράννου δώματ᾽ ἐστὶν Οἰδίπου; [925]
μάλιστα δ᾽ αὐτὸν εἴπατ᾽, εἰ κάτισθ᾽ ὅπου.

Χορός
στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.

Ἄγγελος
ἀλλ᾽ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
γένοιτ᾽, ἐκείνου γ᾽ οὖσα παντελὴς δάμαρ. [930]

Ἰοκάστη
αὔτως δὲ καὶ σύ γ᾽, ὦ ξέν᾽· ἄξιος γὰρ εἶ
τῆς εὐεπείας εἵνεκ᾽· ἀλλὰ φράζ᾽ ὅτου
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.

Ἄγγελος
ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.

Ἰοκάστη
τὰ ποῖα ταῦτα; παρὰ τίνος δ᾽ ἀφιγμένος; [935]

Ἄγγελος
ἐκ τῆς Κορίνθου· τὸ δ᾽ ἔπος οὑξερῶ τάχα,
ἥδοιο μέν, πῶς δ᾽ οὐκ ἄν, ἀσχάλλοις δ᾽ ἴσως.

Ἰοκάστη
τί δ᾽ ἔστι; ποίαν δύναμιν ὧδ᾽ ἔχει διπλῆν;

Ἄγγελος
τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ᾽ ἐκεῖ. [940]

Ἰοκάστη
τί δ᾽; οὐχ ὁ πρέσβυς πόλυβος ἐγκρατὴς ἔτι;

Ἄγγελος
οὐ δῆτ᾽, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.

Ἰοκάστη
πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;

Ἄγγελος
εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.

Ἰοκάστη
ὦ πρόσπολ᾽, οὐχὶ δεσπότῃ τάδ᾽ ὡς τάχος [945]
μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,
ἵν᾽ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν ἄνδρ᾽ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ᾽ ὕπο.
Οἰδίπους
ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, [950]
τί μ᾽ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;

Ἰοκάστη
ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ σέμν᾽ ἵν᾽ ἥκει τοῦ θεοῦ μαντεύματα.

Οἰδίπους
οὗτος δὲ τίς ποτ᾽ ἐστὶ καὶ τί μοι λέγει;

Ἰοκάστη
ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν [955]
ὡς οὐκέτ᾽ ὄντα Πόλυβον, ἀλλ᾽ ὀλωλότα.

Οἰδίπους
τί φῄς, ξέν᾽; αὐτός μοι σὺ σημάντωρ γενοῦ.

Ἄγγελος
εἰ τοῦτο πρῶτον δεῖ μ᾽ ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθ᾽ ἐκεῖνον θανάσιμον βεβηκότα.

Οἰδίπους
πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ; [960]

Ἄγγελος
σμικρὰ παλαιὰ σώματ᾽ εὐνάζει ῥοπή.

Οἰδίπους
νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.

Ἄγγελος
καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.

Οἰδίπους
φεῦ φεῦ, τί δῆτ᾽ ἄν, ὦ γύναι, σκοποῖτό τι
τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω [965]
κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
κεύθει κάτω δὴ γῆς. ἐγὼ δ᾽ ὅδ᾽ ἐνθάδε
ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ
κατέφθιθ᾽· οὕτω δ᾽ ἂν θανὼν εἴη ᾽ξ ἐμοῦ. [970]
τὰ δ᾽ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρ᾽ Ἅιδῃ Πόλυβος ἄξι᾽ οὐδενός.

Ἰοκάστη
οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;

Οἰδίπους
ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.

Ἰοκάστη
μὴ νῦν ἔτ᾽ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. [975]

Οἰδίπους
καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;

Ἰοκάστη
τί δ᾽ ἂν φοβοῖτ᾽ ἄνθρωπος ᾧ τὰ τῆς τύχης
κρατεῖ, πρόνοια δ᾽ ἐστὶν οὐδενὸς σαφής;
εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
σὺ δ᾽ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα· [980]
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ᾽ ὅτῳ
παρ᾽ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Οἰδίπους
καλῶς ἅπαντα ταῦτ᾽ ἂν ἐξείρητό σοι,
εἰ μὴ ᾽κύρει ζῶσ᾽ ἡ τεκοῦσα· νῦν δ᾽ ἐπεὶ [985]
ζῇ, πᾶσ᾽ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.

Ἰοκάστη
καὶ μὴν μέγας γ᾽ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.

Οἰδίπους
μέγας, ξυνίημ᾽· ἀλλὰ τῆς ζώσης φόβος.

Ἄγγελος
ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ᾽ ὕπερ;

Οἰδίπους
Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. [990]

Ἄγγελος
τί δ᾽ ἔστ᾽ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;

Οἰδίπους
θεήλατον μάντευμα δεινόν, ὦ ξένε.

Ἄγγελος
ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;

Οἰδίπους
μάλιστά γ᾽· εἶπε γάρ με Λοξίας ποτὲ
χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε [995]
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
ὧν οὕνεχ᾽ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτ᾽· εὐτυχῶς μέν, ἀλλ᾽ ὅμως
τὰ τῶν τεκόντων ὄμμαθ᾽ ἥδιστον βλέπειν.

Ἄγγελος
ἦ γὰρ τάδ᾽ ὀκνῶν κεῖθεν ἦσθ᾽ ἀπόπτολις; [1000]

Οἰδίπους
πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.

Ἄγγελος
τί δῆτ᾽ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ᾽, ἄναξ,
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;

Οἰδίπους
καὶ μὴν χάριν γ᾽ ἂν ἀξίαν λάβοις ἐμοῦ.

Ἄγγελος
καὶ μὴν μάλιστα τοῦτ᾽ ἀφικόμην, ὅπως [1005]
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.

Οἰδίπους
ἀλλ᾽ οὔποτ᾽ εἶμι τοῖς φυτεύσασίν γ᾽ ὅμοῦ.

Ἄγγελος
ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.

Οἰδίπους
πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.

Ἄγγελος
εἰ τῶνδε φεύγεις οὕνεκ᾽ εἰς οἴκους μολεῖν. [1010]

Οἰδίπους
ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.

Ἄγγελος
ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;

Οἰδίπους
τοῦτ᾽ αὐτό, πρέσβυ, τοῦτό μ᾽ εἰσαεὶ φοβεῖ.

Ἄγγελος
ἆρ᾽ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;

Οἰδίπους
πῶς δ᾽ οὐχί, παῖς γ᾽ εἰ τῶνδε γεννητῶν ἔφυν; [1015]

Ἄγγελος
ὁθούνεκ᾽ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.

Οἰδίπους
πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;

Ἄγγελος
οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ᾽ ἴσον.
Οἰδίπους
καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;

Ἄγγελος
ἀλλ᾽ οὔ σ᾽ ἐγείνατ᾽ οὔτ᾽ ἐκεῖνος οὔτ᾽ ἐγώ. [1020]

Οἰδίπους
ἀλλ᾽ ἀντὶ τοῦ δὴ παῖδά μ᾽ ὠνομάζετο;

Ἄγγελος
δῶρόν ποτ᾽, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.

Οἰδίπους
κᾆθ᾽ ὧδ᾽ ἀπ᾽ ἄλλης χειρὸς ἔστερξεν μέγα;

Ἄγγελος
ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ᾽ ἀπαιδία.

Οἰδίπους
σὺ δ᾽ ἐμπολήσας ἢ τυχών μ᾽ αὐτῷ δίδως; [1025]

Ἄγγελος
εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.

Οἰδίπους
ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;

Ἄγγελος
ἐνταῦθ᾽ ὀρείοις ποιμνίοις ἐπεστάτουν.

Οἰδίπους
ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;

Ἄγγελος
σοῦ τ᾽, ὦ τέκνον, σωτήρ γε τῷ τότ᾽ ἐν χρόνῳ. [1030]

Οἰδίπους
τί δ᾽ ἄλγος ἴσχοντ᾽ ἀγκάλαις με λαμβάνεις;

Ἄγγελος
ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·

Οἰδίπους
οἴμοι, τί τοῦτ᾽ ἀρχαῖον ἐννέπεις κακόν;

Ἄγγελος
λύω σ᾽ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.

Οἰδίπους
δεινόν γ᾽ ὄνειδος σπαργάνων ἀνειλόμην. [1035]

Ἄγγελος
ὥστ᾽ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.

Οἰδίπους
ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.

Ἄγγελος
οὐκ οἶδ᾽· ὁ δοὺς δὲ ταῦτ᾽ ἐμοῦ λῷον φρονεῖ.

Οἰδίπους
ἦ γὰρ παρ᾽ ἄλλου μ᾽ ἔλαβες οὐδ᾽ αὐτὸς τυχών;

Ἄγγελος
οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. [1040]

Οἰδίπους
τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;

Ἄγγελος
τῶν Λαΐου δήπου τις ὠνομάζετο.

Οἰδίπους
ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;

Ἄγγελος
μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.

Οἰδίπους
ἦ κἄστ᾽ ἔτι ζῶν οὗτος, ὥστ᾽ ἰδεῖν ἐμέ; [1045]

Ἄγγελος
ὑμεῖς γ᾽ ἄριστ᾽ εἰδεῖτ᾽ ἂν οὑπιχώριοι.
Οἰδίπους
ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
ὅστις κάτοιδε τὸν βοτῆρ᾽ ὃν ἐννέπει,
εἴτ᾽ οὖν ἐπ᾽ ἀγρῶν εἴτε κἀνθάδ᾽ εἰσιδών;
σημήναθ᾽, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. [1050]

Χορός
οἶμαι μὲν οὐδέν᾽ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν,
ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
ἥδ᾽ ἂν τάδ᾽ οὐχ ἥκιστ᾽ ἂν Ἰοκάστη λέγοι.

Οἰδίπους
γύναι, νοεῖς ἐκεῖνον, ὅντιν᾽ ἀρτίως
μολεῖν ἐφιέμεσθα; τόνδ᾽ οὗτος λέγει; [1055]

Ἰοκάστη
τί δ᾽ ὅντιν᾽ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ
ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην.

Οἰδίπους
οὐκ ἂν γένοιτο τοῦθ᾽ ὅπως ἐγὼ λαβὼν
σημεῖα τοιαῦτ᾽ οὐ φανῶ τοὐμὸν γένος.

Ἰοκάστη
μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου [1060]
κήδει, ματεύσῃς τοῦθ᾽· ἅλις νοσοῦσ᾽ ἐγώ.

Οἰδίπους
θάρσει· σὺ μὲν γὰρ οὐδ᾽ ἐὰν τρίτης ἐγὼ
μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.

Ἰοκάστη
ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε.

Οἰδίπους
οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ᾽ ἐκμαθεῖν σαφῶς. [1065]

Ἰοκάστη
καὶ μὴν φρονοῦσά γ᾽ εὖ τὰ λῷστά σοι λέγω.

Οἰδίπους
τὰ λῷστα τοίνυν ταῦτά μ᾽ ἀλγύνει πάλαι.

Ἰοκάστη
ὦ δύσποτμ᾽, εἴθε μήποτε γνοίης ὃς εἶ.

Οἰδίπους
ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
ταύτην δ᾽ ἐᾶτε πλουσίῳ χαίρειν γένει. [1070]
ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σ᾽ ἔχω
μόνον προσειπεῖν, ἄλλο δ᾽ οὔποθ᾽ ὕστερον.

Χορός
τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ᾽ ἀγρίας
ᾄξασα λύπης ἡ γυνή; δέδοιχ᾽ ὅπως
μὴ ᾽κ τῆς σιωπῆς τῆσδ᾽ ἀναῤῥήξει κακά. [1075]

Οἰδίπους
ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ᾽ ἐγώ,
κεἰ σμικρόν ἐστι, σπέρμ᾽ ἰδεῖν βουλήσομαι.
αὕτη δ᾽ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
ἐγὼ δ᾽ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων [1080]
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
τοιόσδε δ᾽ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ᾽ ἔτι
ποτ᾽ ἄλλος, ὥστε μὴ ᾽κμαθεῖν τοὐμὸν γένος. [1085]

Χορός
εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,
οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,
οὐκ ἔσει τὰν αὔριον [1090]
πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν
καὶ τροφὸν καὶ ματέρ᾽ αὔξειν,
καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις. [1095]
ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ᾽ ἀρέστ᾽ εἴη.
τίς σε, τέκνον, τίς σ᾽ ἔτικτε τᾶν μακραιώνων ἄρα
Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσ᾽; [1100]
ἢ σέ γ᾽ εὐνάτειρά τις
Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
εἴθ᾽ ὁ Κυλλάνας ἀνάσσων, [1105]
εἴθ᾽ ὁ Βακχεῖος θεὸς ναίων ἐπ᾽ ἄκρων ὀρέων σ᾽ εὕρημα δέξατ᾽ ἔκ του
Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.

Οἰδίπους
εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, [1110]
πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ᾽ ὁρᾶν δοκῶ,
ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
ἔγνωκ᾽ ἐμαυτοῦ· τῇ δ᾽ ἐπιστήμῃ σύ μου [1115]
προύχοις τάχ᾽ ἄν που, τὸν βοτῆρ᾽ ἰδὼν πάρος.

Χορός
ἔγνωκα γάρ, σάφ᾽ ἴσθι· Λαΐου γὰρ ἦν
εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.

Οἰδίπους
σὲ πρῶτ᾽ ἐρωτῶ, τὸν Κορίνθιον ξένον,
ἦ τόνδε φράζεις; [1120]

Ἄγγελος
--τοῦτον, ὅνπερ εἰσορᾷς.

Οἰδίπους
οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
ὅσ᾽ ἄν σ᾽ ἐρωτῶ. Λαΐου ποτ᾽ ἦσθα σύ;

Θεράπων
ἦ δοῦλος οὐκ ὠνητός, ἀλλ᾽ οἴκοι τραφείς.

Οἰδίπους
ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά;
Θεράπων
ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. [1125]

Οἰδίπους
χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;

Θεράπων
ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.

Οἰδίπους
τὸν ἄνδρα τόνδ᾽ οὖν οἶσθα τῇδέ που μαθών;

Θεράπων
τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;

Οἰδίπους
τόνδ᾽ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω; [1130]

Θεράπων
οὐχ ὥστε γ᾽ εἰπεῖν ἐν τάχει μνήμης ἄπο.

Ἄγγελος
κοὐδέν γε θαῦμα, δέσποτ᾽· ἀλλ᾽ ἐγὼ σαφῶς
ἀγνῶτ᾽ ἀναμνήσω νιν. εὖ γὰρ οἶδ᾽ ὅτι
κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,
ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ᾽ ἑνί, [1135]
ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους·
χειμῶνα δ᾽ ἤδη τἀμά τ᾽ εἰς ἔπαυλ᾽ ἐγὼ
ἤλαυνον οὗτός τ᾽ εἰς τὰ Λαΐου σταθμά.
λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον; [1140]

Θεράπων
λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.

Ἄγγελος
φέρ᾽ εἰπὲ νῦν, τότ᾽ οἶσθα παῖδά μοί τινα
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;

Θεράπων
τί δ᾽ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;

Ἄγγελος
ὅδ᾽ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ᾽ ἦν νέος. [1145]

Θεράπων
οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;

Οἰδίπους
ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ᾽, ἐπεὶ τὰ σὰ
δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ᾽ ἔπη.

Θεράπων
τί δ᾽, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω;

Οἰδίπους
οὐκ ἐννέπων τὸν παῖδ᾽ ὃν οὗτος ἱστορεῖ. [1150]

Θεράπων
λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ᾽ ἄλλως πονεῖ.

Οἰδίπους
σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ᾽ ἐρεῖς.

Θεράπων
μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ᾽ αἰκίσῃ.

Οἰδίπους
οὐχ ὡς τάχος τις τοῦδ᾽ ἀποστρέψει χέρας;

Θεράπων
δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; [1155]

Οἰδίπους
τὸν παῖδ᾽ ἔδωκας τῷδ᾽ ὃν οὗτος ἱστορεῖ;
ἔδωκ᾽· ὀλέσθαι δ᾽ ὤφελον τῇδ᾽ ἡμέρᾳ.
Οἰδίπους
ἀλλ᾽ εἰς τόδ᾽ ἥξεις μὴ λέγων γε τοὔνδικον.

Θεράπων
πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.

Οἰδίπους
ἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. [1160]

Θεράπων
οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ εἶπον, ὡς δοίην, πάλαι.

Οἰδίπους
πόθεν λαβών; οἰκεῖον ἢ ᾽ξ ἄλλου τινός;

Θεράπων
ἐμὸν μὲν οὐκ ἔγωγ᾽, ἐδεξάμην δέ του.

Οἰδίπους
τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;

Θεράπων
μὴ πρὸς θεῶν, μή, δέσποθ᾽, ἱστόρει πλέον. [1165]

Οἰδίπους
ὄλωλας, εἴ σε ταῦτ᾽ ἐρήσομαι πάλιν.

Θεράπων
τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.

Οἰδίπους
ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς;

Θεράπων
οἴμοι, πρὸς αὐτῷ γ᾽ εἰμὶ τῷ δεινῷ λέγειν.

Οἰδίπους
κἄγωγ᾽ ἀκούειν· ἀλλ᾽ ὅμως ἀκουστέον. [1170]

Θεράπων
κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ᾽· ἡ δ᾽ ἔσω
κάλλιστ᾽ ἂν εἴποι σὴ γυνὴ τάδ᾽ ὡς ἔχει.

Οἰδίπους
ἦ γὰρ δίδωσιν ἥδε σοι;

Θεράπων
--μάλιστ᾽, ἄναξ.

Οἰδίπους
ὡς πρὸς τί χρείας;
Θεράπων
--ὡς ἀναλώσαιμί νιν.

Οἰδίπους
τεκοῦσα τλήμων; [1175]

Θεράπων
--θεσφάτων γ᾽ ὄκνῳ κακῶν.

Οἰδίπους
ποίων;

Θεράπων
--κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.

Οἰδίπους
πῶς δῆτ᾽ ἀφῆκας τῷ γέροντι τῷδε σύ;

Θεράπων
κατοικτίσας, ὦ δέσποθ᾽, ὡς ἄλλην χθόνα
δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ
κάκ᾽ εἰς μέγιστ᾽ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ [1180]
ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.

Οἰδίπους
ἰοὺ ἰού· τὰ πάντ᾽ ἂν ἐξήκοι σαφῆ.
ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις πέφασμαι φύς τ᾽ ἀφ᾽ ὧν οὐ χρῆν, ξὺν οἷς τ᾽
οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ᾽ οὐκ ἔδει κτανών. [1185]

Χορός
ἰὼ γενεαὶ βροτῶν,
ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.
τίς γάρ, τίς ἀνὴρ πλέον
τᾶς εὐδαιμονίας φέρει [1190]
ἢ τοσοῦτον ὅσον δοκεῖν
καὶ δόξαντ᾽ ἀποκλῖναι;
τὸν σόν τοι παράδειγμ᾽ ἔχων,
τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν
οὐδὲν μακαρίζω· [1195]
ὅστις καθ᾽ ὑπερβολὰν
τοξεύσας ἐκράτησε τοῦ πάντ᾽ εὐδαίμονος ὄλβου,
ὦ Ζεῦ, κατὰ μὲν φθίσας
τὰν γαμψώνυχα παρθένον
χρησμῳδόν, θανάτων δ᾽ ἐμᾷ [1200]
χώρᾳ πύργος ἀνέστα·
ἐξ οὗ καὶ βασιλεὺς καλεῖ [1201]β
ἐμὸς καὶ τὰ μέγιστ᾽ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν
Θήβαισιν ἀνάσσων.
τανῦν δ᾽ ἀκούειν τίς ἀθλιώτερος;
τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις [1205]
ξύνοικος ἀλλαγᾷ βίου;
ἰὼ κλεινὸν Οἰδίπου κάρα,
ἦ στέγας λιμὴν
αὑτὸς ἤρκεσεν
παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;
πῶς ποτε πῶς ποθ᾽ αἱ πατρῷαί σ᾽ ἄλοκες φέρειν, τάλας, [1210]
σῖγ᾽ ἐδυνάθησαν ἐς τοσόνδε;
ἐφηῦρέ σ᾽ ἄκονθ᾽ ὁ πάνθ᾽ ὁρῶν χρόνος,
δικάζει τ᾽ ἄγαμον γάμον πάλαι
τεκνοῦντα καὶ τεκνούμενον. [1215]
ἰώ, Λαΐειον ὦ τέκνον,
εἴθε σ᾽ εἴθε σε
μήποτ᾽ εἰδόμαν.
δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων
ἐκ στομάτων. τὸ δ᾽ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τ᾽ ἐκ
σέθεν [1220]
καὶ κατεκοίμασα τοὐμὸν ὄμμα.

Ἐξάγγελος
ὦ γῆς μέγιστα τῆσδ᾽ ἀεὶ τιμώμενοι,
οἷ᾽, ἔργ᾽ ἀκούσεσθ᾽, οἷα δ᾽ εἰσόψεσθ᾽, ὅσον δ᾽
ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι [1225]
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
οἶμαι γὰρ οὔτ᾽ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ᾽ αὐτίκ᾽ εἰς τὸ φῶς φανεῖ κακὰ
ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν [1230]
μάλιστα λυποῦσ᾽ αἳ φανῶσ᾽ αὐθαίρετοι.

Χορός
λείπει μὲν οὐδ᾽ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ
βαρύστον᾽ εἶναι· πρὸς δ᾽ ἐκείνοισιν τί φῄς;

Ἐξάγγελος
ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. [1235]

Χορός
ὦ δυστάλαινα, πρὸς τίνος ποτ᾽ αἰτίας;

Ἐξάγγελος
αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν
ἄλγιστ᾽ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
ὅμως δ᾽, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
πεύσει τὰ κείνης ἀθλίας παθήματα. [1240]
ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ᾽ ἔσω
θυρῶνος, ἵετ᾽ εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη, κόμην σπῶσ᾽ ἀμφιδεξίοις ἀκμαῖς.
πύλας δ᾽, ὅπως εἰσῆλθ᾽, ἐπιῤῥάξασ᾽ ἔσω
καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, [1245]
μνήμην παλαιῶν σπερμάτων ἔχουσ᾽, ὑφ᾽ ὧν
θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.
γοᾶτο δ᾽ εὐνάς, ἔνθα δύστηνος διπλοῦς
ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν᾽ ἐκ τέκνων τέκοι. [1250]
χὤπως μὲν ἐκ τῶνδ᾽ οὐκέτ᾽ οἶδ᾽ ἀπόλλυται·
βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ᾽ οὗ
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
ἀλλ᾽ εἰς ἐκεῖνον περιπολοῦντ᾽ ἐλεύσσομεν.
φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, [1255]
γυναῖκά τ᾽ οὐ γυναῖκα, μητρῴαν δ᾽ ὅπου
κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.
λυσσῶντι δ᾽ αὐτῷ δαιμόνων δείκνυσί τις·
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
δεινὸν δ᾽ ἀύσας ὡς ὑφηγητοῦ τινος [1260]
πύλαις διπλαῖς ἐνήλατ᾽, ἐκ δὲ πυθμένων
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ᾽ ἐσείδομεν,
πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.
ὁ δ᾽ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας [1265]
χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ
ἔκειτο τλήμων, δεινὰ δ᾽ ἦν τἀνθένδ᾽ ὁρᾶν.
ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
περόνας ἀπ᾽ αὐτῆς, αἷσιν ἐξεστέλλετο,
ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, [1270]
αὐδῶν τοιαῦθ᾽, ὁθούνεκ᾽ οὐκ ὄψοιντό νιν
οὔθ᾽ οἷ᾽ ἔπασχεν οὔθ᾽ ὁποῖ᾽ ἔδρα κακά,
ἀλλ᾽ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
ὀψοίαθ᾽, οὓς δ᾽ ἔχρῃζεν οὐ γνωσοίατο.
τοιαῦτ᾽ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ [1275]
ἤρασσ᾽ ἐπαίρων βλέφαρα. φοίνιαι δ᾽ ὁμοῦ
γλῆναι γένει᾽ ἔτελλον, οὐδ᾽ ἀνίεσαν
φόνου μυδώσας σταγόνας, ἀλλ᾽ ὁμοῦ μέλας
ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.
τάδ᾽ ἐκ δυοῖν ἔῤῥωγεν, οὐ μόνου κάτα, [1280]
ἀλλ᾽ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
ὁ πρὶν παλαιὸς δ᾽ ὄλβος ἦν πάροιθε μὲν
ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ
στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
ὅσ᾽ ἐστὶ πάντων ὀνόματ᾽, οὐδέν ἐστ᾽ ἀπόν. [1285]

Χορός
νῦν δ᾽ ἔσθ᾽ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;

Ἐξάγγελος
βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
τὸν μητέρ᾽--αὐδῶν ἀνόσι᾽ οὐδὲ ῥητά μοι,
ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδ᾽ ἔτι [1290]
μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.
ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε
διοίγεται· θέαμα δ᾽ εἰσόψει τάχα [1295]
τοιοῦτον οἷον καὶ στυγοῦντ᾽ ἐποικτίσαι.

Χορός
ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,
ὦ δεινότατον πάντων ὅσ᾽ ἐγὼ
προσέκυρσ᾽ ἤδη. τίς σ᾽, ὦ τλῆμον,
προσέβη μανία; τίς ὁ πηδήσας [1300]
μείζονα δαίμων τῶν μακίστων
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
φεῦ φεῦ, δύσταν᾽·
ἀλλ᾽ οὐδ᾽ ἐσιδεῖν δύναμαί σε, θέλων
πόλλ᾽ ἀνερέσθαι, πολλὰ πυθέσθαι,
πολλὰ δ᾽ ἀθρῆσαι· [1305]
τοίαν φρίκην παρέχεις μοι.

Οἰδίπους
αἰαῖ αἰαῖ, δύστανος ἐγώ,
ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι
φθογγὰ διαπωτᾶται φοράδην; [1310]
ἰὼ δαῖμον, ἵν᾽ ἐξήλλου.

Χορός
ἐς δεινὸν οὐδ᾽ ἀκουστὸν οὐδ᾽ ἐπόψιμον.

Οἰδίπους
ἰὼ σκότου
νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
ἀδάματόν τε καὶ δυσούριστον ὄν. [1315]
οἴμοι,
οἴμοι μάλ᾽ αὖθις· οἷον εἰσέδυ μ᾽ ἅμα
κέντρων τε τῶνδ᾽ οἴστρημα καὶ μνήμη κακῶν.

Χορός
καὶ θαῦμά γ᾽ οὐδὲν ἐν τοσοῖσδε πήμασιν
διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. [1320]

Οἰδίπους
ἰὼ φίλος,
σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ
ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
φεῦ φεῦ.
οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, [1325]
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.

Χορός
ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
ὄψεις μαρᾶναι; τίς σ᾽ ἐπῆρε δαιμόνων;

Οἰδίπους
Ἀπόλλων τάδ᾽ ἦν, Ἀπόλλων, φίλοι,
ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ᾽ ἐμὰ πάθεα. [1330]
ἔπαισε δ᾽ αὐτόχειρ νιν οὔτις, ἀλλ᾽ ἐγὼ τλάμων.
τί γὰρ ἔδει μ᾽ ὁρᾶν,
ὅτῳ γ᾽ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; [1335]

Χορός
ἦν τᾷδ᾽ ὅπωσπερ καὶ σύ φῄς.

Οἰδίπους
τί δῆτ᾽ ἐμοὶ βλεπτὸν ἢ
στερκτὸν ἢ προσήγορον
ἔτ᾽ ἔστ᾽ ἀκούειν ἡδονᾷ φίλοι;
ἀπάγετ᾽ ἐκτόπιον ὅ τι τάχιστά με, [1340]
ἀπάγετ᾽, ὦ φίλοι, τὸν μέγ᾽ ὀλέθριον
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
ἐχθρότατον βροτῶν. [1345]

Χορός
δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
ὡς σ᾽ ἠθέλησα μηδέ γ᾽ ἂν γνῶναί ποτε.

Οἰδίπους
ὄλοιθ᾽ ὅστις ἦν, ὃς ἀγρίας πέδας
μονάδ᾽ ἐπιποδίας ἔλυσ᾽ μ᾽ ἀπό τε φόνου [1350]
ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.
τότε γὰρ ἂν θανὼν
οὐκ ἦ φίλοισιν οὐδ᾽ ἐμοὶ τοσόνδ᾽ ἄχος. [1355]

Χορός
θέλοντι κἀμοὶ τοῦτ᾽ ἂν ἦν.

Οἰδίπους
οὔκουν πατρός γ᾽ ἂν φονεὺς
ἦλθον οὐδὲ νυμφίος
βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
νῦν δ᾽ ἄθεος μέν εἰμ᾽, ἀνοσίων δὲ παῖς, [1360]
ὁμολεχὴς δ᾽ ἀφ᾽ ὧν αὐτὸς ἔφυν τάλας.
εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, [1365]
τοῦτ᾽ ἔλαχ᾽ Οἰδίπους.

Χορός
οὐκ οἶδ᾽ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·
κρείσσων γὰρ ἦσθα μηκέτ᾽ ὢν ἢ ζῶν τυφλός.

Οἰδίπους
ὡς μὲν τάδ᾽ οὐχ ὧδ᾽ ἔστ᾽ ἄριστ᾽ εἰργασμένα,
μή μ᾽ ἐκδίδασκε, μηδὲ συμβούλευ᾽ ἔτι. [1370]
ἐγὼ γὰρ οὐκ οἶδ᾽ ὄμμασιν ποίοις βλέπων
πατέρα ποτ᾽ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
οὐδ᾽ αὖ τάλαιναν μητέρ᾽, οἷν ἐμοὶ δυοῖν
ἔργ᾽ ἐστὶ κρείσσον᾽ ἀγχόνης εἰργασμένα.
ἀλλ᾽ ἡ τέκνων δῆτ᾽ ὄψις ἦν ἐφίμερος, [1375]
βλαστοῦσ᾽ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
οὐ δῆτα τοῖς γ᾽ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
οὐδ᾽ ἄστυ γ᾽ οὐδὲ πύργος οὐδὲ δαιμόνων
ἀγάλμαθ᾽ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
κάλλιστ᾽ ἀνὴρ εἷς ἔν γε ταῖς θήβαις τραφεὶς [1380]
ἀπεστέρησ᾽ ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ᾽ ἄναγνον καὶ γένους τοῦ Λαΐου.
τοιάνδ᾽ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; [1385]
ἥκιστά γ᾽· ἀλλ᾽ εἰ τῆς ἀκουούσης ἔτ᾽ ἦν
πηγῆς δι᾽ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
ἵν᾽ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ
τὴν φροντίδ᾽ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. [1390]
ἰὼ Κιθαιρών, τί μ᾽ ἐδέχου; τί μ᾽ οὐ λαβὼν
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;
ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
λόγῳ παλαιὰ δώμαθ᾽, οἷον ἆρά με [1395]
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·
νῦν γὰρ κακός τ᾽ ὢν κἀκ κακῶν εὑρίσκομαι.
ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη
δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο [1400]
ἐπίετε πατρός, ἆρά μου μέμνησθ᾽ ἔτι
οἷ᾽ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ᾽ ἰὼν
ὁποῖ᾽ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,
ἐφύσαθ᾽ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε [1405]
πατέρας, ἀδελφούς, παῖδας, αἷμ᾽ ἐμφύλιον,
νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα
αἴσχιστ᾽ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἔσθ᾽ ἃ μηδὲ δρᾶν καλόν,
ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που [1410]
καλύψατ᾽ ἢ φονεύσατ᾽ ἢ θαλάσσιον
ἐκρίψατ᾽, ἔνθα μήποτ᾽ εἰσόψεσθ᾽ ἔτι.
ἴτ᾽, ἀξιώσατ᾽ ἀνδρὸς ἀθλίου θιγεῖν.
πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ
οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. [1415]

Χορός
ἀλλ᾽ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθ᾽ ὅδε
Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ
χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.

Οἰδίπους
οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ᾽ ἔπος;
τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ [1420]
πάρος πρὸς αὐτὸν πάντ᾽ ἐφεύρημαι κακός.

Κρέων
οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,
οὐδ᾽ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.
ἀλλ᾽ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ᾽ ἔτι
γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα [1425]
αἰδεῖσθ᾽ ἄνακτος Ἡλίου, τοιόνδ᾽ ἄγος
ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ
μήτ᾽ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.
ἀλλ᾽ ὡς τάχιστ᾽ ἐς οἶκον ἐσκομίζετε·
τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ᾽ ὁρᾶν [1430]
μόνοις τ᾽ ἀκούειν εὐσεβῶς ἔχει κακά.

Οἰδίπους
πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ᾽ ἀπέσπασας,
ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ᾽ ἐμέ,
πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδ᾽ ἐμοῦ φράσω.

Κρέων
καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; [1435]

Οἰδίπους
ῥῖψόν με γῆς ἐκ τῆσδ᾽ ὅσον τάχισθ᾽, ὅπου
θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

Κρέων
ἔδρασ᾽ ἂν εὖ τοῦτ᾽ ἴσθ᾽ ἄν, εἰ μὴ τοῦ θεοῦ
πρώτιστ᾽ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.

Οἰδίπους
ἀλλ᾽ ἥ γ᾽ ἐκείνου πᾶσ᾽ ἐδηλώθη φάτις, [1440]
τὸν πατροφόντην, τὸν ἀσεβῆ μ᾽ ἀπολλύναι.

Κρέων
οὕτως ἐλέχθη ταῦθ᾽· ὅμως δ᾽ ἵν᾽ ἕσταμεν
χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.

Οἰδίπους
οὕτως ἄρ᾽ ἀνδρὸς ἀθλίου πεύσεσθ᾽ ὕπερ;

Κρέων
καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. [1445]

Οἰδίπους
καὶ σοί γ᾽ ἐπισκήπτω τε καὶ προστέψομαι,
τῆς μὲν κατ᾽ οἴκους αὐτὸς ὃν θέλεις τάφον
θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·
ἐμοῦ δὲ μήποτ᾽ ἀξιωθήτω τόδε
πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, [1450]
ἀλλ᾽ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
πατήρ τ᾽ ἐθέσθην ζῶντε κύριον τάφον,
ἵν᾽ ἐξ ἐκείνων, οἵ μ᾽ ἀπωλλύτην, θάνω.
καίτοι τοσοῦτόν γ᾽ οἶδα, μήτε μ᾽ ἂν νόσον [1455]
μήτ᾽ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε
θνῄσκων ἐσώθην, μὴ ᾽πί τῳ δεινῷ κακῷ.
ἀλλ᾽ ἡ μὲν ἡμῶν μοῖρ᾽, ὅποιπερ εἶσ᾽, ἴτω·
παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ [1460]
σπάνιν ποτὲ σχεῖν, ἔνθ᾽ ἂν ὦσι, τοῦ βίου·
ταῖν δ᾽ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,
αἷν οὔποθ᾽ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
τράπεζ᾽ ἄνευ τοῦδ᾽ ἀνδρός, ἀλλ᾽ ὅσων ἐγὼ
ψαύοιμι, πάντων τῶνδ᾽ ἀεὶ μετειχέτην· [1465]
αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν
ψαῦσαί μ᾽ ἔασον κἀποκλαύσασθαι κακά.
ἴθ᾽ ὦναξ,
ἴθ᾽ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν
δοκοῖμ᾽ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ᾽ ἔβλεπον. [1470]
τί φημί;
οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
δακρυῤῥοούντοιν, καί μ᾽ ἐποικτίρας Κρέων
ἔπεμψέ μοι τὰ φίλτατ᾽ ἐκγόνοιν ἐμοῖν;
λέγω τι; [1475]

Κρέων
λέγεις· ἐγὼ γὰρ εἰμ᾽ ὁ πορσύνας τάδε,
γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ᾽ εἶχεν πάλαι.

Οἰδίπους
ἀλλ᾽ εὐτυχοίης, καί σε τῆσδε τῆσδε τῆς ὁδοῦ
δαίμων ἄμεινον ἢ ᾽μὲ φρουρήσας τύχοι.
ὦ τέκνα, ποῦ ποτ᾽ ἐστέ; δεῦρ᾽ ἴτ᾽, ἔλθετε [1480]
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶν
τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·
ὃς ὑμίν, ὦ τέκν᾽, οὔθ᾽ ὁρῶν οὔθ᾽ ἱστορῶν
πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. [1485]
καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
ποίας γὰρ ἀστῶν ἥξετ᾽ εἰς ὁμιλίας,
ποίας δ᾽ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι [1490]
πρὸς οἶκον ἵξεσθ᾽ ἀντὶ τῆς θεωρίας;
ἀλλ᾽ ἡνίκ᾽ ἂν δὴ πρὸς γάμων ἥκητ᾽ ἀκμάς,
τίς οὗτος ἔσται, τίς παραῤῥίψει, τέκνα,
τοιαῦτ᾽ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς
γοναῖσιν ἔσται σφῷν θ᾽ ὁμοῦ δηλήματα; [1495]
τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
ἐκτήσαθ᾽ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
τοιαῦτ᾽ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ; [1500]
οὐκ ἔστιν οὐδείς, ὦ τέκν᾽, ἀλλὰ δηλαδὴ
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
ὦ παῖ Μενοικέως, ἀλλ᾽ ἐπεὶ μόνος πατὴρ
ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ᾽φυτεύσαμεν,
ὀλώλαμεν δύ᾽ ὄντε, μή σφε περιίδῃς [1505]
πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
μηδ᾽ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
ἀλλ᾽ οἴκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶν
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. [1510]
πόλλ᾽ ἂν παρῄνουν· νῦν δὲ τοῦτ᾽ εὔχεσθέ μοι,
οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

Κρέων
ἅλις ἵν᾽ ἐξήκεις δακρύων· ἀλλ᾽ ἴθι στέγης ἔσω. [1515]

Οἰδίπους
πειστέον, κεἰ μηδὲν ἡδύ.

Κρέων
--πάντα γὰρ καιρῷ καλά.

Οἰδίπους
οἶσθ᾽ ἐφ᾽ οἷς οὖν εἶμι;

Κρέων
--λέξεις, καὶ τότ᾽ εἴσομαι κλύων.

Οἰδίπους
γῆς μ᾽ ὅπως πέμψεις ἄποικον.

Κρέων
--τοῦ θεοῦ μ᾽ αἰτεῖς δόσιν.

Οἰδίπους
ἀλλὰ θεοῖς γ᾽ ἔχθιστος ἥκω.

Κρέων
--τοιγαροῦν τεύξει τάχα.

Οἰδίπους
φῂς τάδ᾽ οὖν; [1520]

Κρέων
--ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.

Οἰδίπους
ἄπαγέ νύν μ᾽ ἐντεῦθεν ἤδη.

Κρέων
--στεῖχέ νυν, τέκνων δ᾽ ἀφοῦ.

Οἰδίπους
μηδαμῶς ταύτας γ᾽ ἕλῃ μου.

Κρέων
--πάντα μὴ βούλου κρατεῖν·
καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

Χορός
ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ᾽, Οἰδίπους ὅδε,
ὃς τὰ κλείν᾽ αἰνίγματ᾽ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, [1525]
οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν
ἡμέραν ἐπισκοποῦντα μηδέν᾽ ὀλβίζειν, πρὶν ἂν
τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών. [1530]
 

Κείμενα

Hellenica World - Scientific Library