ART

 

.

 

Περὶ ἄρθρων
Συγγραφέας: Ιπποκράτης
Hippocrates Collected Works I. Hippocrates. W. H. S. Jones. Cambridge. Harvard University Press. 1868.

1. Ωμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθάνον, τὸν ἐς τὴν μασχάλην ἄνω δὲ οὐδέποτε εἶδον, οὐδὲ ἐς τὸ ἔξω οὐ μέντοι διισχυριείω ἔγωγε, εἰ ὀλισθάνοι ἂν, ἢ οὒ, καίπερ ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. Ἀτὰρ οὐδὲ ἐς τὸ ἔμπροσθεν οὐδπω ὄπωπα, ὅ τι ἔδοξέ μοι ὠλισθηκέναι. Τοῖσι μέντοι ἰητροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθάνειν, καὶ μάλιστα ἐξαπατέονται ἐν τουτέοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ τὸ ἄρθρον τε καὶ τὸν βραχίονα φαίνεται γὰρ ἐν τοῖσι τοιουτέοισι παντάπασιν ἡ κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν. Καὶ ἔγωγέ ποτε τὸ τοιοῦτον οὐ φὰς ἐκπεπτωκέναι, ἤκουσα φλαύρως ὑπό τε τῶν ἰητρῶν, ὑπό τε τῶν δημοτέων, διὰ τοῦτο τὸ πρῆγμα ἐδόκεον γὰρ αὐτοῖσιν ἠγνοηκέναι μοῦνος, οἱ δὲ ἄλλοι ἐγνωκέναι, καὶ οὐκ ἠδυνάμην αὐτοὺς ἀναγνῶσαι,

εἰ μὴ μόλις, ὅτι τόδ' ἐστὶ τοιόνδε εἴ τις τοῦ βραχίονος ψιλώσειε μὲν τῶν σαρκέων τὴν ἐπωμίδα, ψιλώσειε δὲ ᾗ ὁ μῦς ἀνατείνει, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην καὶ τὴν κληῗδα πρὸς τὸ στῆθος ἔχοντα, φαίνοιτο ἂν ἡ κεφαλὴ τοῦ βραχίονος ἐς τοὔμπροσθεν ἐξέχουσα ἰσχυρῶς, καίπερ οὐκ ἐκπεπτωκυῖα πέφυκε γὰρ ἐς τοὔμπροσθεν προπετὴς ἡ κεφαλὴ τοῦ βραχίονος τὸ δ' ἄλλο ὀστέον τοῦ βραχίονος ἐς τὸ ἔξω καμπύλον. Ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλάγιος, ὅταν παρὰ τὰς πλευρὰς παρατεταμένος ἔῃ ὅταν μέντοι ἐς τοὔμπροσθεν ἐκτανυσθῇ ἡ ξύμπασα χεὶρ, τότε ἡ κεφαλὴ τοῦ βραχίονος κατ' ἴξιν τῆς ὠμοπλάτης τῷ κοίλῳ γίνεται, καὶ οὐκ ἔτι ἐξέχειν ἐς τοὔμπροσθεν φαίνεται. Περὶ οὗ οὖν ὁ λόγος, οὐδέποτε εἶδον οὐδὲ ἐς τοὔμπροσθεν ἐκπεσόν οὐ μὴν ἰσχυριείω γε οὐδὲ περὶ τούτου, εἰ μὴ ἐκπέσοι ἂν οὕτως, ἢ οὔ. Ὅταν οὖν ἐκπέσῃ ὁ βραχίων ἐς τὴν μασχάλην, ἅτε πολλοῖσιν ἐκπίπτοντος, πολλοὶ ἐπίστανται ἐμβάλλειν εὐπαίδευτον δέ ἐστι τὸ εἰδέναι πάντας τοὺς τρόπους, οἷσιν οἱ ἰητροὶ ἐμβάλλουσι, καὶ ὡς ἄν τις αὐτοῖσι τοῖσι τρόποισι τούτοισι κάλλιστα χρῷτο. Χρέεσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπων, ἢν τὴν ἰσχυρονάτην ἀνάγκην ὁρᾷς κράτιστος δὲ ὁ ὕστατος γεγραψόμενος.

2. Ὅσοισι μὲν οὖν πυκινὰ ἐκπίπτει ὁ ὦμος, ἱκανοὶ ὡς ἐπὶ τὸ

πλεῖστον αὐτοὶ σφίσιν αὐτοῖσιν ἐμβάλλειν εἰσίν ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους ἐς τὴν μασχάλην, ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον, τὸν δὲ ἀγκῶνα παράγουσιν ἐπὶ τὸ στῆθος. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰητρὸς ἂν ἐμβάλλοι, εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου τοῦ ἐκπεπτωκότος ὑποτείνας τοὺς δακτύλους, ἀπαναγκάζοι ἀπὸ τῶν πλευρέων, ἐμβάλλων τὴν ἑωυτοῦ κεφαλὴν ἐς τὸ ἀκρώμιον, ἀντερείσιος ἕνεκα, τοῖσι δὲ γούνασι παρὰ τὸν ἀγκῶνα ἐς τὸν βραχίονα ἐμβάλλων, ἀντωθέοι πρὸς τὰς πλευράς ξυμφέρει δὲ κρατερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα. Ἢ αὐτὸς μὲν τῇσι χερσὶ καὶ τῇ κεφαλῇ οὕτω ποιοίη, ἄλλος δέ τις τὸν ἀγκῶνα παράγοι παρὰ τὸ στῆθος. Ἐστὶ δὲ ἐμβολὴ ὤμου, καὶ ἐς τοὐπίσω ὑπερβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῥάχιν, ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾷν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος ἐχόμενον, τῇ δὲ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐρείδειν. Αὕτη ἡ ἐμβολὴ, καὶ ἡ πρόσθεν εἰρημένη, οὐ κατὰ φύσιν ἐοῦσαι, ὅμως ἀμφισφάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν ἐμπίπτειν.

3. Οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν, ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσιν χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δὲ ἐμβάλλοντα χαμαὶ ἵζεσθαι ἐφ' ὁκότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ ἔπειτα λαβόμενον τῇσι χερσὶ τῇσιν ἑωυτέου τῆς χειρὸς τῆς σιναρῆς, κατατείνειν αὐτὴν, τὴν δὲ πτέρνην ἐς τὴν μασχάλην

ἐμβάλλοντα ἀντωθέειν, τῇ μὲν δεξιῇ ἐς τὴν δεξιὴν, τῇ δὲ ἀριστερῇ ἐς τὴν ἀριστερήν. Δεῖ δὲ ἐς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόσσον ἐπιτηδειόταται δὲ αἱ πάνυ σμικραὶ σφαῖραι καὶ σκληραὶ, οἷαι ἐκ τῶν πολλῶν σκυτέων ῥάπτονται ἢν γὰρ μή τι τοιοῦτον ἐγκέηται, οὐ δύναται ἡ πτέρνη ἐξικνέεσθαι πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος κατατεινομένης γὰρ τῆς χειρὸς, κοιλαίνεται ἡ μασχάλη οἱ γὰρ τένοντες οἱ ἔνθεν καὶ ἔνθεν τῆς μασχάλης, ἀντισφίγγοντες, ἐναντίοι εἰσίν. Χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθήμενον κατέχειν κατὰ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται τὸ σῶμα, τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανὸν, ὅταν ἡ σφαίρη ἐντεθῇ ἐς τὴν μασχάλην, περὶ τὴν σφαίρην περιβεβλημένου τοῦ ἱμάντος, καὶ κατέχοντος, λαβόμενον ἀμφοτερέων τῶν ἀρχέων τοῦ ἱμάντος, ἀντικατατείνειν τινὰ, ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον, τῷ ποδὶ προσβάντα πρὸς τοῦ ἀκρωμίου τὸ ὀστέον. Ἡ δὲ σφαίρη ὡς ἐσωτάτω καὶ ὡς μάλιστα πρὸς τῶν πλευρέων κείσθω, καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ βραχίονος.

4. Ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ, ᾗ κατωμίζουσιν ἐς ὀρθόν μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα, ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ὑπὸ τὴν μασχάλην ὀξύν κἄπειτα

ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρῃ, οὕτω στοχασάμενον ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω, ἢ ἐπὶ τὸν ἕτερον τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω, ὁκόταν μετεωρίσῃ τὸν ἄνθρωπον, ὡς ἀντιρρέποι τὸ ἄλλο σῶμα αὐτῷ, ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου ἢν δὲ ἄγαν κοῦφος ἔῃ ὁ ἄνθρωπος, προσεπικρεμασθήτω τούτου ὄπισθέν τις κοῦφος παῖς. Αὗται δὲ αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων ἀρμένων δέονται ἐπεισενεχθῆναι χρήσαιτο δ' ἄν τις καὶ ἄλλοθι.

5. Ἀτὰρ καὶ οἱ περὶ τὸ ὕπερον ἀναγκάζοντες, ἐγγύς τι τοῦ κατὰ φύσιν ἐμβάλλουσιν χρὴ δὲ τὸ μὲν ὕπερον κατειλίχθαι ταινίῃ τινὶ μαλθακῇ ἧσσον γὰρ ἂν ὑπολισθάνοἰ, ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ ἢν μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπί τινος, ὡς μόλις

τὸν βραχίονα περιβάλλειν δύνηται περὶ τὸ ὕπερον μάλιστα δὲ ἔστω μακρότερον τὸ ὕπερον, ὡς ἂν ἑστεὼς ὁ ἄνθρωπος κρέμασθαι μικροῦ δέῃ ἀμφὶ τῷ ξύλῳ. Κἄπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος παρὰ τὸ ὕπερον ἔστω, τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταταγκαζέτω τις, περιβάλλων κατὰ τὸν αὐχένα παρὰ τὴν κληῗδα τὰς χεῖρας. Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ, καὶ ἐμβάλλειν δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν.

6. Ἀτὰρ καὶ ἡ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη, καὶ ἔτι βελτίων, ὅτι ἀσφαλεστέρως ἂν τὸ σῶμα, τὸ μὲν τῇ, τὸ δὲ τῇ, ἀντισηκωθείη μετεωρισθέν περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ καταπεπήγῃ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ, ἢ τῇ χρὴ μέντοι, καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι ἄνωθεν στρογγύλον ἐναρμόσσον ἐς τὸ κοῖλον τῆς μασχάλης, ὃ προσδιαναγκάσει τὴν κεφαλὴν τοῦ βραχίονος ἐς τὴν φύσιν ἀπιέναι.

7. Κρατίστη μέντοι πασέων τῶν ἐμβολέων ἡ τοιήδε ξύλον χρὴ εἶναι, πλάτος μὲν ὡς πενταδάκτυλον, ἢ τετραδάκτυλον τὸ ἐπίπαν, πάχος δὲ ὡς διδάκτυλον, ἢ καὶ λεπτότερον, μῆκος δὲ δίπηχυ, ἢ ὀλίγῳ ἔλασσον ἔστω δὲ ἐπὶ θάτερα τὸ ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατον ἄμβην δὲ ἐχέτω, σμικρὸν

ὑπερέχουσαν, ἐπὶ τῷ ὑστάτῳ τοῦ περιφερέος, ἐν τῷ μέρεϊ, μὴ τῷ πρὸς τὰς πλευρὰς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειε τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενον ὀθονίῳ δὲ ἢ ταινίῃ μαλθακῇ κατακεκολλήσθω ἄκρον τὸ ξύλον, ὅκως προσηνέστερον ἔῃ. Ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὑπὸ τὴν μασχάλην ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν δὲ ὅλην χεῖρα πρὸς τὸ ξύλον κατατείναντα, προσκαταδῆσαι κατά τε τὸν βραχίονα, κατά τε τὸν πῆχυν, κατά τε τὸν καρπὸν τῆς χειρὸς, ὡς ἂν ἀτρεμέῃ ὅτι μάλιστα περὶ παντὸς δὲ χρὴ ποιέεσθαι, ὅκως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται, ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονος. Ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρωτῆρα πλάγιον εὖ προσδῆσαι, ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα ξὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρος, ὅκως ἡ μὲν χεὶρ ἐπὶ θάτερα ἔῃ, ἐπὶ θάτερα δὲ τὸ σῶμα, κατὰ δὲ τὴν μασχάλην ὁ στρωτήρ κἄπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν ξὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ θάτερα δὲ τὸ ἄλλο σῶμα. Ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον τὸ ἄλλο σῶμα εἶναι ἐπ' ἄκρων τῶν ποδῶν. Οὗτος ὁ τρόπος παραπολὺ κράτιστος ἐμβολῆς ὤμου δικαιότατα μὲν γὰρ μοχλεύει, ἢν μοῦνον ἐσωτέρω ἔῃ τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονος δικαιόταται δὲ αἱ ἀντιρροπαὶ,

ἀσφαλέες δὲ τῷ ὀστέῳ τοῦ βραχίονος. Τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον, ἢ ὡς ἄν τις οἴοιτο, πρὶν ἢ καὶ κατατετάσθαι δοκέειν ἀτὰρ καὶ τὰ παλαιὰ μούνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβιβάσαι, ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλην, ἡ δὲ κεφαλὴ τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ πεποιημένη ἔῃ ἐν τῷ χωρίῳ, ἵνα ἐξεκλίθη οὐ μὴν ἀλλ' ἐμβάλλειν γάρ μοι δοκέει καὶ οὕτω πεπαλαιωμένον ἔκπτωμα τοῦ βραχίονος τί γὰρ ἂν δικαίη μόχλευσις οὐχὶ κινήσειε;, μένειν μέντοι οὐκ ἄν μοι δοκέοι κατὰ χώρην, ἀλλ' ὀλισθάνοι ἂν ὡς τὸ ἔθος. Τὸ αὐτὸ δὲ ποιέει καὶ περὶ κλιμακτῆρα καταναγκάζειν, τοῦτον τὸν τρόπον σκευάσαντα. Πάνυ μὴν ἱκανῶς ἔχει, καὶ περὶ μέγα ἕδος θεσσαλικὸν ἀναγκάζειν, ἢν νεαρὸν ἔῃ τὸ ὀλίσθημα ἐσκευάσθαι μέντοι χρὴ τὸ ξύλον οὕτως, ὥσπερ εἴρηται ἀτὰρ τὸν ἄνθρωπον καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ κἄπειτα τὸν βραχίονα ξὺν τῷ ξύλῳ ὑπερβάλλειν ὑπὲρ τοῦ ἀνακλισμοῦ, καὶ ἐπὶ μὲν θάτερα τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν βραχίονα σὺν τῷ ξύλῳ. Τὸ αὐτὸ δὲ ποιέει καὶ ὑπὲρ δίκλειδος θύρης

ἀναγκάζειν. Χρέεσθαι δὲ χρὴ αἰεὶ τούτοισιν, ἃ ἂν τύχῃ παρεόντα.

8. Εἰδέναι μὲν οὖν χρὴ, ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα διενέγκοι μὲν γὰρ ἄν τι κα κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών. Καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων, διὰ τῶν νεύρων τὴν ἀπάρτισιν, ἢν χαλαρά τε ἔῃ φύσει, καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε, ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίσταται ἀνωδύνως, καὶ καθίσταται ἀνωδύνως. Διαφέρει μέντοι τι καὶ σχέσις τοῦ σώματος τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον ὅταν δὲ αὐτοὶ σφέων αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε ῥᾷον. Σημήϊον δὲ, ὅτι ταῦτα οὕτως ἔχει, καὶ τόδε τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφέων

αὐτῶν λεπτότατοι ἔωσιν γίνονται δὲ βόες λεπτότατοι, τοῦ χειμῶνος τελευτῶντος τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα, εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι δεῖ δέ καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει, ὅτι πάντων τῶν προβάτων βόες μάλιστα πονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. Τούτοισι τοίνυν ἐκπίπτει μάλιστα οὗτοι γὰρ μάλιστα λεπτύνονται. Τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχείην τὴν ποίην βόσκεσθαι βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος βοϊ δὲ παχείη μὲν ἡ προβολὴ τοῦ χείλεος, παχείη δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος διὰ ταῦτα ὑποβάλλειν ὑπὸ τὰς βραχείας ποίας οὐ δύναται. Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφόδοντα ἐόντα, δύναται μὲν σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχείην ποίην ὑποβάλλειν τοὺς ὀδόντας, καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ ποίῃ μᾶλλον, ἢ τῇ βαθείῃ καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχείη ποίη τῆς βαθείης, ποτὶ καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην.

Διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη [Ως δ' ὁπότ' ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν], ὅτι ἀσμενωτάτη αὐτοῖσιν ἡ βαθείη ποίη φαίνεται. Ἀτὰρ καὶ ἄλλως ὁ βοὺς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων ζώων διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων, καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ. Διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοϊ μάλιστα πλείω δὲ γέγραπται περὶ αὐτέου, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστιν. Περὶ οὗ οὖν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, καὶ θᾶσσον ἐμπίπτει, ἢ τοῖσι σεσαρκωμένοισιν καὶ ἧσσον ἐπιφλεγμαίνει τοῖσιν ὑγροῖσιν καὶ τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισιν, καὶ ἧσσόν γε δέδεται ἐς τὸν ἔπειτα χρόνον ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου μὴ ξὺν φλεγμονῇ, καὶ οὕτως ἂν ὀλισθηρὸν εἴη μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων, αἱ τῶν λεπτῶν, μυξωδέστεραί εἰσιν, ἢ αἱ τῶν παχέων. Ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν, εἰ μή τι ἢ πλέον, ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο.

9. Οἷσι μὲν οὖν, ὅταν ἐμπέσῃ τὸ ἄρθρον, μὴ ἐπιφλεγμαίνει τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται, οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελέεσθαι ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων τοῖσι τοιούτοισι γὰρ ἐκπίπτει καὶ αὖθις μᾶλλον, ἢ οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα. Τοῦτο κατὰ πάντα τὰ ἄρθρα οὕτως ἔχει, καὶ μάλιστα κατ' ὦμον καὶ κατὰ γόνυ μάλιστα γὰρ οὖν ὀλισθάνει ταῦτα. Οἷσι δ' ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ κωλύει γὰρ ἡ ὀδύνη καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. Τοὺς οὖν τοιούτους ἰῆσθαι χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ἐπιδέοντα ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσσοντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῥέποντα ἴσχειν χρὴ τὰ πλεῖστα οὕτω γὰρ ἂν ἑκαστάτω εἴη τοῦ χωρίου, ἐς ὃ ὤλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. Χρὴ δὲ, ὅταν ἐπιδησῃς τὸν ὦμον, ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ, κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα. Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχαίως καὶ λιπαρῶς. Πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰητρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος ἀπὸ γὰρ τοῦ αὐτέου ὀνόματος οὐ τωὐτὸ

ἀποβαίνει καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις, χαλαρώτερον τοῦ καιροῦ ἐὸν, καὶ λύσειεν ἄρθρον, σκληρότερον τοῦ καιροῦ ἐόν ἀλλὰ διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. Τὸν γοῦν τοιοῦτον ὦμον μαλθακῇσι ξυμφέρει τῇσι χερσὶν ἀνατρίβειν, καὶ ἄλλως πρηέως τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινῆσαι. Καθίσταται δὲ πάντα, τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ' ἐν ἐλάσσονι.

10. Γινώσκειν δὲ, εἰ ἐκπέπτωκεν ὁ βραχίων, τοισίδε χρὴ τοῖσι σημείοισιν τοῦτο μὲν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι, καὶ τὰς χεῖρας, καὶ τὰ σκέλεα, παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιέϊ πρὸς τὸ μὴ ὑγιὲς, καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν, ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι. Καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν διὰ τὰ τοιαῦτα, καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν πολλοὶ γὰρ ὑπὸ ὀδύνης, ἢ καὶ ὑπ' ἀλλοίης προφάσιος, οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται

ἐς τὰ ὅμοια σχήματα καθίστασθαι ἐς οἷά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται προσξυνιέναι μὲν οὖν, καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή. Ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος τοῦτο δὲ, ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω χωρίον παραξύνεσιν μὴν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ' ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστιν τοῦτο δὲ, τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ τοῦ ἑτέρου εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ τοῦτο δὲ, ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. Τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ αἱ γεγραμμέναι, αἵ τε ἰητρεῖαι αὗται.

11. Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησανδιὰ ταύτην τὴν ξυμφορὴν, τἄλλα πάντα ἀξιόχρεοι ἐόντες πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο, καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορήν ἅμα δὲ ἐπάξιον καὶ διὰ τοῦτο, ὅτι οὐδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲ ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. Συχνοὶ γὰρ ἤδη ἰητροὶ

ἔκαυσαν ὤμους ἐκπίπτοντας, κατά τε τὴν ἐπωμίδα, κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τοὔπισθεν ὀλίγον τῆς ἐπωμίδος αὗται οὖν αἱ καύσιες, εἰ μὲν ἐς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων, ἢ ἐς τοὔμπροσθεν, ἢ ἐς τοὔπισθεν, ὀρθῶς ἂν ἔκαιον νῦν δὲ δὴ, ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐκβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον, ἢ κωλύουσιν ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. Χρὴ δὲ ὧδε καίειν ταῦτα ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ' αὐτὴν τὴν ἴξιν μάλιστα, καθ' ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει ἔπειτα οὕτως ἀφελκυσάμενον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην. Σιδηρίοισι δὲ χρὴ ταῦτα καίειν, μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι ταχυπορώτερα γὰῤ, καὶ τῇ χειρὶ ἐπερείδειν χρὴ δὲ καὶ διαφανέσι καίειν, ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν τὰ γὰρ παχέα, βραδέως περαιούμενα, πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται, καὶ κίνδυνος ἂν εἴη ξυρραγῆναι τὰς ὠτειλας καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀτεχνότερον. Ὅταν δὲ διακαύσῃς ἐς τὸ πέρην, τῶν μὲν πλείστων ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρεϊ τὰς ἐσχάρας ταύτας μόνας θεῖναι ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυρραγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου ἔῃ, ὑπάλειπτρον χρὴ λεπτὸν διέρσαι διὰ τῶν καυμάτων,

ἔτι ἀναλελαμμένου τοῦ δέρματος, οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι ἐπὴν δὲ διέρσῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἐσχαρέων ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ, καὶ διακαῦσαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. Ὁκόσον δέ τι χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοισίδε χρὴ τεκμαίρεσθαι ἀδένες ὕπεισιν ἢ ἐλάσσους ἢ μείζους πᾶσιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος. Ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, ὅ τι τέ εἰσι, καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύνανται. Τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσαπολαμβάνειν, οὐδ' ὅσα ἐσωτέρω τῶν ἀδένων μέγας γὰρ ὁ κίνδυνος τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων, ἐπιπλεῖστον ἀπολαμβάνειν ἀσινέα γάρ. Γινώσκειν δὲ χρὴ. καὶ τάδε, ὅτι, ἢν μὲν ἰσχυρῶς τὸν βραχίονα ἀνατείνῃς, οὐ δυνήσῃ τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου καταναισιμοῦται γὰρ ἐν τῇ ἀνατάσει οἱ δ' αὖ τόνοι, οὓς

οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν, οὗτοι πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι ἢν δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χειρίσματος γίνονται. Ἆρ' οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι, τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ' ἑκάστοισιν; ταῦτα μὲν τὰ κατὰ τὴν μασχάλην, καὶ ἱκαναὶ αὐταὶ αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι. Ἔκτοσθεν δὲ τῆς μασχάλης, δισσὰ μόνα ἐστὶ χωρία, ἵνα ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην καὶ ταύτῃ τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή φλέψ τε γὰρ παχείη πλησίη, καὶ νεῖρα,

ὧν οὐδέτερα θερμαντέα. Ἔξωθεν δ' αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθείην δὲ μηδὲ κάρτα ταύτην ποιέειν πολέμιον γὰρ τὸ πῦρ νεύροισιν. Ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως, ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς ἐπιεικέως ἰητρεύεσθαἰ ἧσσον δ' ἂν ἐκπλίσσοιτο ἧσσον δ' ἂν αἱμορραγοίη ἧσσον δ' ἂν σπασμὸς ἐπιγένοιτο. Ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα, ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσδεδέσθαι, καὶ νύκτα καὶ ἡμέρην ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη, καὶ ἀποληφθείη ἡ εὐρυχωρίη, καθ' ἣν μάλιστα ὀλισθάνει ὁ βραχίων.

12. Ὅσοισι δ' ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι, ἢν μὲν ἔτι ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ βραχίονος ὁμοίως τῷ ὑγιέϊ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου

γίνεται καὶ οἱ καλεομενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται, ἤν τέ τι τοιοῦτον αὐτοὺς ἐξάρθρημα καταλάβῃ ἐν τῇ γαστρὶ ἐόντας, διά τε ἄλλην ξυμφορὴν, περὶ ἧς ὕστερόν ποτε γεγράψεται ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται, καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται καὶ ἤν τε τμηθῶσιν, ἤν τε καυθῶσιν, ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ, ὅτι ταῦτα οὕτως ἔχει. Χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα, ἐκτανύσαντες τὸν ἀγκῶνα, δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως, ἢ τὴν ὑγιέα χεῖρα. Οἷσι δ' ἂν ἤδη ἀνδράσιν ἐοῦσιν ἐκπέσῃ ὁ ὦμος, καὶ μὴ ἐμβληθῇ, ἡ ἐπωμὶς ἀσαρκοτέρη γίνεται, καὶ ἡ ἕξις λεπτὴ ἡ κατὰ τοῦτο τὸ μέρος ὅταν μέντοι ὀδυνώμενοι παύσωνται, ὁκόσα μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευρέων ἐς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύνανται ἅπαντα ὁμοίως ἐργάζεσθαι ὁκόσα δὲ δεῖ ἐργάζεσθαι, παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς, ἢ ἐς τοὐπίσω, ἢ ἐς τοὔμπροσθεν, ταῦτα δὲ δύνανται ἐργάζεσθαι καὶ γὰρ ἂν ἀρίδα ἑλκύσαιεν, καὶ

πρίονα, καὶ πελεκήσαιεν ἂν, καὶ σκάψαιεν ἂν, μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα, καὶ τἄλλα ὅσα ἐκ τῶν τοιούτων σχημάτων ἐργάζονται.

13. Ὅσοισι δ' ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται ἐξέχον τὸ ὀστέον τὸ ἀπεσπασμένον ἔστι δὲ τοῦτο ὁ ξύνδεσμος τῆς κληῗδος καὶ τῆς ὠμοπλάτης ἑτεροίη γὰρ ἡ φύσις ἀνθρώπου ταύτῃ, ἢ τῶν ἄλλων ζώων. Οἱ οὖν ἰητροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος, ἡ ἐπωμὶς φαίνεται χαμαιζήλη καὶ κοίλἠ, ὥστε καὶ προμηθέεσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων πολλοὺς οὖν οἶδα ἰητροὺς, τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο, ἐμβάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι ἐκπεπτωκέναι, καὶ οὐ πρόσθεν παύονται, πρὶν ἢ ἀπογνῶναι, ἢ ἀπορῆσαι, δοκέοντες αὐτοὶ σφέας αὐτοὺς ἐμβάλλειν τὸν ὦμον. Τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισιν τοῖσι τοιούτοισι, κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια, καὶ ἐπίδεσις τοιαύτη. Καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ, καὶ τοὺς σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους, καὶ πιέζειν ταύτῃ μάλιστα, καὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι ποοσηρτημένον ἐς τὸ ἄνω μέρος ἔχειν οὕτω γὰρ ἂν μάλιστα πλησιάζοι τὸ ἀπεσπασμένον. Τάδε μὴν εὖ εἰδέναι χρὴ, καὶ προλέγειν ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις, ὅτι βλάβη μὲν οὐδεμίη, οὔτε σμικρὴ, οὔτε μεγάλη, τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ τρώματος, αἴσχιον δὲ τὸ χωρίον οὐδὲ γὰρ τοῦτο τὸ ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν

ἱδρυνθείη, ὥσπερ ἐπεφύκεεν, ἀλλ' ἀνάγκη πλέον ἢ ἔλασσον ὀγκηρότερον εἶναι ἐς τὸ ἄνω. Οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τωὐτὸ καθίσταται, ὅ τι ἂν κοινωνέον ἔῃ ἑτέρῳ ὀστέῳ, καὶ προσπεφυκὸς ἀποσπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος. Ἀνώδυνον δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσι γίνεται, ἢν χρηστῶς ἐπιδέηται.

14. Κληϊς δὲ κατεαγεῖσα, ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐιητοτέρη ἐστίν ἢν δὲ παραμηκέως, δυσιητοτέρη. Τἀναντία δὲ τούτοισίν ἐστιν, ἢ ὡς ἄν τις οἴοιτο τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν καὶ γὰρ εἰ πάνυ προμηθηθείη, τὸ ἀνωτέρω κατωτέρω ἂν ποιήσειε, σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει ἁρμοζούσῃ εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ' οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. Ων δὲ ἂν παράμηκες τὸ ὀστέον κατεαγῇ, ἰκέλη ἡ ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται οὔτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, ἥ τε ὑπερέχουσα ὄκρις τοῦ ὀστέου ὀξείη γίνεται κάρτα. Τὸ μὲν οὖν ξύμπαν, εἰδέναι χρὴ, ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ, οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῗδος, ἢν μὴ ἐπισφακελίσῃ ὀλιγάκις δὲ τοῦτο γίνεται. Αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῗδος, καὶ τούτοισι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν

ἐπὶ ἧσσον γίνεται. Ξυμφύεται δὲ ταχέως κληϊς, καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα ταχείην γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα. Ὅταν μὲν οὖν νεωστὶ κατεαγῇ, οἱ τετρωμένοι σπουδάζουσιν, οἰόμενοι μέζον τὸ κακὸν εἶναι, ἢ ὅσον ἐστίν οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι προϊόντος δὲ τοῦ χρόνου, οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι, οὐδὲ κωλυόμενοι οὔτε ὁδοιπορίης, οὔτε ἐδωδῆς, καταμελέουσιν οἵ τε αὖ ἰητροὶ, ἅτε οὐ δυνάμενοι καλὰ τὰ χωρία ἀποδεικνύναι, ἀποδιδράσκουσι, καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις ξυνταχύνεται. Ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι, ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι, καὶ τοῖσιν ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο πιέζειν. Ἐἰσὶ δὲ δή τινες, οἳ ἐπεσοφίσαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν τὸ ὑπερέχον ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες ἀτὰρ δὴ οὐδ' οὗτος ὁ τρόπος κληῗδος κατήξιός ἐστιν οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν, ὅ τι καὶ ἄξιον λόγου. Ἄλλοι δ' αὖ τινές εἰσιν, οἵτινες, καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί εἰσι καὶ οὐ

κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα, ἐπιδέουσι μὲν αὐτοὺς, σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος, ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα, τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν, καὶ οὕτως ἐπιδέουσιν, ἐπὶ τὴν ἴξιν τῆς κληῗδος ἐπιτανύοντες, ἐς τοὔπισθεν ἄγοντες κἄπειτα περιβάλλοντες περὶ τὸ ζῶσμα, ἐς τοὔμπροσθεν ἄγουσι, καὶ αὖθις ἐς τοὔπισθεν. Οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ' αὐτὴν τὴν ἕδρην, καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάτηγμα. Ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεομένῳ δὲ ἄχρηστα οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ' εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως ἀλλ' ὅμως εἰ καὶ κατακείμενος ἢ τὸ σκέλος συγκάμψειεν, ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται, ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται τά τε αὖ περὶ τὴν ζώνην περιβαλλόμενα, οὐχ οὕτως

ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι, καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα. Ἄγχιστα δ'ἄν τις δοκέοι ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονιων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι οὕτω γὰρ ἂν μάλιστο τὰ ἐπιδέσματα μόνιμά τε εἴη, καὶ ἀλλήλοισι τιμωρέοι. Τὰ μὲν οὖν πλεῖσταεἴρηται, ἅσσα καταλαμβάνει τοὺς τὴν κληῗδα καταγνυμένους. Προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληϊς ὡς ἐπὶ τὸ πολὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον ἐς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. Αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πολὺ, οὔτε ἀνωτέρω χωρήσειεν σμικρὸς γὰρ ὁ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθεϊ αὐτό τε γὰρ ἑωυτῷ ξυνεχές ἐστι τὸ στήθος, καὶ τῇ ῥάχει ἄγχιστα μὴν ἡ κληϊς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι

διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. Ἄλλως τε, ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον, καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει καὶ γὰρ πέφυκε κοῦφον, καὶ ἡ εὐρυχωρίη αὐτῷ ἄνω πλείων ἢ κάτω. Ὁ δὲ ὦμος, καὶ ὁ βραχίων, καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά ἐστιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος, καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πολὺ ἀνάγεσθαι καὶ κατωτέρω ὅταν οὖν καταγῇ ἡ κληϊς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιρρέπει ἐς τοῦτο γὰρ ἐπιφορώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω ῥέψαι μᾶλλον, ἢ ἐς τὸ ἄνω. Ὁπότε οὖν ταῦτα τοιαῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται. Ἀλλὰ δῆλον, ὅτι τὸ κάτω πρὸς τὸ ἄνω προσακτέον ἐστίν τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος. Δῆλον οὖν, ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο αἱ γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ἐόντα ἀναγκάζοι ὡς μάλιστα ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνηται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς, ὅθεν ἀπεσπάσθη. Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως ξυναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίοι, ἰητρεύοι τε ἂν τάχιστα καὶ κάλλιστα. Κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν

ἐστιν καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.

15. Εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληϊς κατεαγείη, ὃ οὐ μάλα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ' ἂν δέοιτο αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα, καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι, καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιντ' ἄν.

16. Εἰ δὲ μὴ κατεαγείη μὲν οὕτως, παρολισθάνοι δὲ ἐς τὸ πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι, ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρόσθεν εἴρηται ὅταν δὲ ἵζηται ἐς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. Τὰ μὲν οὖν πλεῖστα τῶν παραλλαγμάτων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος πρὸς τὰ ἄνω. Ὅσα δὲ τῶν ἄνωθεν παρολισθάνοντα ἐς τὸ πλάγιον ἦλθεν, ἢ ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ ὁ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγῳ ὑποκέοιτο, ὡς περιρρηδὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα καὶ τὸν βραχίονα εἰ ἀνάγοι τις παρὰ τὰς πλευρὰς παρατεταμένον, ὁ δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν

κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δὲ ἑτέρῃ τὰ ὀστέα τὰ κατεηγότα εὐτεθίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν ἄγοι ἀτὰρ, ὥσπερ ἤδη εἴρηται, οὐ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν. Τοῖσι μὲν οὖν πλείστοισιν, ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ' αὐτὰς τὰς πλευρὰς τὸν ἀγκῶνα ἔχοντα, οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι ἔστι δ' οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς τὸ ἄνω, ὡς εἴρηται, τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν. Ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ ἢν δὲ περιίῃ, σφενδόνην χρὴ, ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα, ἀναλαμβάνειν περὶ τὸν αὐχένα.

17. Ἀγκῶνος δὲ ἄρθρον παραλλάξαν μὲν ἢ παραρθρῆσαν πρὸς πλευρὴν ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος, ἐς εὐθὺ κατατείναντα, τὸ ἐξέχον ἀπωθεῖν ὀπίσω καὶ ἐς τὸ πλάγιον.

18. Τὰ δὲ τελείως ἐκβάντα ἢ ἔνθα, ἢ ἔνθα, κατάτασις μὲν, ἐν

ᾗ ὁ βραχίων κατεαγεὶς ἐπιδέεται οὕτω γὰρ ἂν τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει. Ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρὰς μέρος. Τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύῃ τῆς κορώνης ἡ κεφαλὴ, μετέωρον περιάγειν, καὶ περικάμπτειν, καὶ μὴ ἐς εὐθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ' ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην ξυνωφελοίη δ' ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τουτέοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές. Ἴησις δὲ, σχήματος μὲν, ὀλίγῳ ἀνωτέρω ἄκρην τὴν χεῖρα τοῦ ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ πλευράς οὕτω δὲ καὶ ἀνάληψις, καὶ θέσις, καὶ εὔφορον καὶ φύσις, καὶ χρῆσις ἐν κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ πωροῦται δὲ ταχέως. Ἴησις δὲ, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδέειν.

19. Παλιγκοτώτατον δὲ ὁ ἀγκὼν πυρετοῖσιν, ὀδύνῃ ἀσώδεϊ, ἀκρητοχόλῳ, ἀγκῶνος δὲ μάλιστα τοὐπίσω διὰ τὸ ναρκῶδες, δεύτερον δὲ τοὔμπροσθεν ἴησις δὲ ἡ αὐτή ἐμβολαὶ δὲ, τοῦ μὲν ὀπίσω, ἐκτείναντα κατατεῖναι σημεῖον δέ οὐ γὰρ δύνανται ἐκτείνειν τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν τουτέῳ δὲ ἐνθέντα

τι ξυνειλιγμένον σκληρὸν, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.

20. Διαστάσιος δὲ ὀστέων σημήϊον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην διαψαύοντι.

21. Ταῦτα δὲ ταχέως διαπωροῦται ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω τοῦ σίνεος ὀστέα, πλεῖστον τὰ ἐγγύτατα τοῦ πήχεος, δεύτερον, χειρὸς, τρίτον, δακτύλων βραχίων δὲ καὶ ὦμος, ἐγκρατέστερα διὰ τὴν τροφήν ἡ δὲ ἑτέρη χεὶρ διὰ τὰ ἔργα ἔτι πλείω ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, ἔσωθεν εἰ δὲ μὴ, ἐς τοὐναντίον, ᾗ ἐξέπεσεν.

22. Ἀγκὼν δὲ ἢν ἔσω ἢ ἔξω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχεϊ πρὸς βραχίονα τὴν μὲν μασχάλην ἀναλαμβάνοντα ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποτιθέντα τι παρὰ τὸ ἄρθρον βάρος, ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάζειν ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν ἐπίδεσις ἐν τουτέῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.

23. Τὰ δὲ ὄπισθεν, ἐξαίφνης ἐκτείνοντα, διορθοῦν τοῖσι θέναρσιν ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει καὶ ἐν τοῖσιν ἑτέροισιν. Ἢν δὲ

ἔμπροσθεν, ἀμφὶ ὀθόνιον ξυνειλιγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦν.

24. Ἢν δὲ ἑτεροκλινὲς ἔῃ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. Τῆς δὲ μελέτης τῆς θεραπείης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. Δύναται δὲ καὶ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν ἅπαντα.

25. Τῶν δὲ ἐμβολέων, αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ, ἢ τῇ, ξὺν τῷ τάχει.

26. Χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. Σημήϊα δὲ εὔσημα ἢν μὲν εἴσω, ξυγκάμπτειν τοὺς δακτύλους οὐ δύνανται ἢν δὲ ἔξω, ἐκτείνειν. Ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δὲ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι, ἢ πτέρνῃ ἅμα ἀπωθέειν, πρόσω καὶ κάτωθεν

κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον μαλθακὸν ὑποθεὶς, ἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. Ἴησις δὲ, ὀθονίοισιν.

27. Ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει, ἢ ἔσω, ἢ ἔξω, ἢ ἔνθα, ἢ ἔνθα, μάλιστα δὲ εἴσω ἔστι δ' ὅτε καὶ ἡ ἐπίφυσις ἐκινήθη ἔστι δ' ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. Τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα τῷ δὲ χρόνῳ κρατύνεται ἐς χρῆσιν. Ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλείονι χρέεσθαι.

28. Ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ᾗ τὸ ἔκπτωμα ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.

29. Δακτύλου δὲ ἄρθρον, ὀλισθὸν μὲν, εὔσημον. Ἐμβολὴ δὲ, κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν

ἴησις δὲ, ὀθονίοισιν. Μὴ ἐμπεσὸν δὲ, ἐπιπωροῦται ἔξωθεν Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα, τὰ ὀστέα βραχύνεται τὰ κάτω τοῦ ὀλισθήματος, καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.

30. Γνάθος δὲ ὀλίγοισι τελέως ἐξήρθρησεν ὀστέον τε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλέων. Τὰ δὲ ἄκρεα τῆς κάτω γνάθου, τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ δ' αὖ κορωνόν τε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος ἅμα τε ἀπ' ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασσητῆρες καλεόμενοι διὰ τοῦτο δὲ καλέονται, καὶ διὰ τοῦτο κινέονται, ὅτι ἐντεῦθεν

ἐξήρτηνται ἐν γὰρ τῇ ἐδωδ̣, καὶ ἐν τῇ διαλέκτῳ, καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος, ἡ μὲν ἄνω γνάθος ἀτρεμέει ξυνήρτηται γὰρ τῇ κεφαλῇ. καὶ οὐ διήρθρωται ἡ δὲ κά̣ω γνάθος κινέεται ἀπήρθρωται γὰρ ἀπὸ τῆς ἄνω γνάθου, καὶ ἀπὸ τῆς κεφαλῆς. Διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι πρῶτον τοῦτο τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, καὶ διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται. Περὶ δὲ τοῦ μὴ κάρτα ἐξαρθρέειν τάδε τὰ αἴτια αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μέζον ἢ ὅσον δύναται ἐκπέσοι δ' ἂν ἀπ' οὐδενὸς ἄλλου σχήματος, ἢ ἀπὸ τοῦ μέγα χανόντα παραγαγεῖν τὴν γένυν ἐπὶ θάτερα. Προσξυμβάλλεται μέντοι καὶ τόδε πρὸς τὸ ἐκπίπτειν ὁκόσα γὰρ νεῦρα καὶ ὁκόσοι μύες παρὰ τὰ ἄρθρα εἰσὶν, ἢ ἀπὸ ἄρθρων ἀφ' ὧν ξυνδέδενται, τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινέεται, ταῦτα καὶ ἐς τὰς κατατάσιας δυνατώτατα ἐπιδιδόναι, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα πλείστην ἐπίδοσιν ἔχει. Περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτει μὲν γνάθος ὀλιγάκις σχᾶται μέντοι πολλάκις ἐν

χάσμῃσιν, ὥσπερ καὶ ἄλλαι πολλαὶ μυῶν παραλλαγαὶ και νεύρων τούτο ποιέουσιν. Δῆλον μὲν οὖν ἐκ τῶνδε μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ προΐσχει γὰρ ἡ κάτω γνάθος ἐς τοὔμπροσθεν, καὶ παρῆκται τἀναντία τοῦ ὀλισθήματος, καὶ τοῦ ὀστέου τὸ κορωνὸν ὀγκηρότερον φαίνεται παρὰ τὴν ἄνω γνάθον, καὶ χαλεπῶς ξυμβάλλουσι τὰς κάτω γνάθους. Τούτοισι δὲ ἐμβολὴ πρόδηλος, ἥτις γίνοιτ' ἂν ἁρμόζουσα χρὴ γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλὴν τοῦ τετρωμένου, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖσι δακτύλοισι κατὰ τὸ γένειον, χάσκοντος τοῦ ἀνθρώπου ὅσον μετρίως δύναται, πρῶτον μὲν διακινέειν τὴν κάτω γνάθον χρόνον τινὰ, τῇ καὶ τῇ παράγοντα τῇ χειρὶ, καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον ἔχειν, καὶ ξυμπαράγειν, καὶ ξυνδιδόναι ὡς μάλιστα ἔπειτα ἐξαπίνης σχάσαι, τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νόον δεῖ μὲν γὰρ παράγεσθαι ἐκ τῆς διαστροφῆς ἐς τὴν φύσιν, δεῖ δὲ ἐς τοὐπίσω ἀπωσθῆναι τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τούτοισι ξυμβάλλειν τὰς γνάθους, καὶ μὴ χάσκειν. Ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ' ἄλλων σχημάτων. Ἰητρείη δὲ βραχείη ἀρκέει σπλῆνα προστιθέντα κεκηρωμένον χαλαρῷ ἐπιδέσμῳ ἐπιδεῖν. Ἀσφαλέστερον δὲ χειρίζειν ἐστὶν ὕπτιον κατακλίναντα τὸν ἄνθρωπον, ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτου, ἵνα ὡς ἥκιστα ὑπείκῃ προσκατέχειν δέ τινα χρὴ τὴν κεφαλὴν τοῦ τετρωμένου.

31. Ἢν δ' ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. Ξυμβάλλειν δέ τι ἧσσον οὗτοι τὸ στόμα δύνανται καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ τὸ δὲ ἀστραβὲς μάλιστ' ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων, τῶν τε ἄνω καὶ τῶν κάτω κατ' ἴξιν. Τούτοισι ξυμφέρει ἐμβάλλειν ὡς τάχιστα ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται. Ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος καρώδεες γὰρ οἱ μύες οὗτοι, καὶ ἀλλοιούμενοι, καὶ ἐντεινόμενοι παρὰ φύσιν φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα, ὀλίγα καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσιν οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.

32. Ἢν δὲ κατεαγῇ ἡ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐκκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον, παρά γε τὴν γλῶσσαν πλαγίην ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδοντα, ὡς ἂν ξυμφέρῃ καὶ ἢν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα καὶ κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους, μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα μὲν χρυσίῳ, ἔστ' ἂν κρατυνθῇ τὸ ὀστέον, εἰ δὲ μὴ, λίνῳ ἔπειτα

ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν. Εὖ γὰρ εἰδέναι χρὴ, ὅτι ἐπίδεσις ὀθονίων, γνάθου καταγείσης, μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δ' ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο. Πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσματέεσθαι χρὴ, καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου τὸ ἐκκλιθέν ἄριστον δὲ, εἰ αἰεὶ δύναιτο, ἀλλ' οὐχ οἶόν τε.

33. Ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον ὀλιγάκις δὲ τοῦτο γίνεταἰ, κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτω, καθάπερ εἴρηται. Ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνῦναι, ὡς πρόσθεν εἴρηται μέγα γὰρ ἂν ξυλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ ἤν τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ, τὰς ἀρχὰς ῥάψας. Ἀλλὰ γὰρ οὐ ῥηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως διηγέεσθαι, ἀλλὰ καὶ αὐτὸν ὑποτοπέεσθαι χρὴ ἐκ

τῶν γεγραμμένων. Ἔπειτα χρὴ δέρματος καρχηδονίου, ἢν μὲν νηπιώτερος ἔῃ ὁ τρωθεὶς, ἀρκέει τῷ λοπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ἔῃ, αὐτῷ τῷ δέρματι ταμόντα δὲ χρὴ εὖρος ὡς τριδάκτυλον, ἢ ὅκως ἂν ἁρμόζῃ, ὑπαλείψαντα κόμμι τὴν γνάθον εὐμενέστερον γὰῤ, κόλλῃ προσκολλῆσαι τὸ δέρμα ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ἀπολείποντα ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον τοῦτο μὲν ἐς τὸ κάτω μέρος ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκῃ ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου. Ἕτερον δὲ ἱμάντα τοιοῦτον, ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου, ἀπολείποντα καὶ τοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν ἐσχίσθω δὲ καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν. Ἀποξέες δὲ ἔστωσαν οἱ ἱμάντες ἀμφὶ τὴν ξυναφήν ἐν δὲ τῇ κολλήσει ἡ σὰρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως. Ἔπειτα κακατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμάντα μᾶλλον δέ

τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀπομυλλήνῃ ἡ γνάθος, ξυνάψαι τοὺς ἱμάντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι, καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέῃ τὰ δεσμά. Τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον, μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. Ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερέων δέκα, ἔπειτα ἀνατρέφειν

μὴ βραδέως ἢν γὰρ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσιν ἡ γνάθος κρατύνεται ταχέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. Ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν ξυμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. Αὕτη ἡ διάτασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς, καὶ εὐταμίευτος, καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. Τῶν δὲ ἰητρῶν οἱ μὴ ξὺν νόῳ εὔχειρες, καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν ἐπιδέουσι γὰρ γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς. Πᾶσα γὰρ ἐπίδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάτηγμα ῥέποντα μᾶλλον, ἢ ἐς τὴν φύσιν ἄγει.

34. Ἢν δὲ ἡ κάτω γνάθος κατὰ τὴν ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ μούνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαί ἀλλ' οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον, ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον, ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον ξύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστιν τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ ἐς τὸ ἔσω μέρος, προσβάλλοντα τοὺς δακτύλους τὸ δὲ εἴσω ῥέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος, ἐνερείσαντα τοὺς δακτύλους. Ἐς διάστασιν μέντοι διατεινάμενον, ταῦτα χρὴ ποιέειν ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει, ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα

τὰ ὀστέα, καταναγκάζειν πειρᾶται τοῦτο παρὰ πάντα τὰ τοιαῦτα ὑπομνήματα χάριεν εἰδέναι. Ὁκόταν δὲ κατορθώσῃς, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. Ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν. Ἐπίδεσιν δὲ βραχείην ποικίλην μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσορρόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόρροπον ἐόν τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιὰ ἐπὶ δεξιὰ γὰρ νομίζεται εἶναι, ἢν ἡ δεξιὴ χεὶρ προηγῆται τῆς ἐπιδέσιος ἢν δὲ ἡ ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν. Κἢν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχείη

μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσιν οἱ ὀδόντες, καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.

35. Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατήξιος ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα μάλιστα ἐπιδεσίων γάρ ἐστιν αὕτη ποικιλωτάτη, καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαρρωγὰς δὲ καὶ διαλείψιας ποικιλωτάτας τοῦ χρωτὸς ῥομβοειδέας. Ως οὖν εἴρηται, οἱ τὴν ἀνόητον εὐχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῥινὸς κατεαγυίης ἐπιτυγχάνουσιν, ὡς ἐπιδήσωσιν. Μίαν μὲν οὖν ἡμέρην, ἢ δύο, ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ ὁ ἐπιδεδεμένος ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος κορίσκεται, ἀσηρὸν γὰρ τὸ φόρημα ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν,

ὅτι ἐπίσταται ποικίλως ῥῖνα ἐπιδέειν. Ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος τοῦτο μὲν γὰρ, ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν, δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμώτεροι ἂν ἔτι εἶεν τοῦτο δὲ, ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἡ ῥὶς, ἢ κατὰ τὸν χόνδρον, ἢ ἀνωτέρω, δηλονότι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον οὐχ οὕτω γὰρ εὖ ξυναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῥινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες.

36. Ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἄν τι ποιέειν, εἰ κατὰ μέσην τὴν ῥῖνα, κατὰ τὸ ὀξὺ, ἀμφιφλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, ἢ εἰ κατὰ τὸ ὀστέον μικρόν τι σίνος εἴη, καὶ μὴ μέγα τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς, καὶ ὀκριοειδεστέρη τινὶ γίνεται ἀλλ' ὅμως οὐδὲ τούτοισι δή που πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβάλλειν. Ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ,

καταπλάσσειν τὰ τοιαῦτα χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἔῃ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα ἢν δὲ μὴ πάνυ ὅλκιμον ἔῃ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, ἢ κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν.

37. Ὁκόσοισι μὲν οὖν ῥὶς ἐς τὸ κάτω καὶ ἐς τὸ σιμὸν ῥέπουσα κατεαγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἷόν τέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα ἐς τοὺς μυκτῆρας ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται ἢν δὲ μὴ, παχὺ ὑπάλειπτρον

μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῥινὸς ἀνάγοντα τοῖσι δακτύλοισιν, ἀλλ' ᾗ ἵδρυται ἔξωθεν δὲ τῆς ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι, ξυναναγκάζειν τε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. Καὶ ἢν μὲν πάνυ ἐν τῷ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόν τέ τι καὶ ἔσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται, ἢ ἄχνην τὴν ἀφ' ἡμιτυβίου, ἢ ἄλλο τι τοιοῦτον ἐν ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν καρχηδονίῳ δέρματι ἐρράψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ, ἵνα ἐγκείσεται. Ἢν μέντοι πρωσωτέρω ἔῃ τὸ κάτηγμα, οὐδὲν οἷόν τε ἔσω ἐντιθέναι καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω; Τὸ μὲν οὖν πρῶτον, καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν ἀφειδήσαντα, χρὴ ἀναγαγεῖν ἐς τὴν ἀρχαίην φύσιν, καὶ διορθώσασθαι. Κάρτα γὰρ οἵη τε ῥὶς καταγεῖσα ἀναπλάσσεσθαι, μάλιστα μὲν αὐθήμερος, ἢν δὲ μὴ, ὀλίγῳ ὕστερον ἀλλὰ καταβλακεύουσιν οἱ ἰητροὶ, καὶ ἁπαλωτέρως τὸ πρῶτον ἅπτονται, ἢ ὡς χρὴ παραβάλλοντα γὰρ τοὺς δακτύλους χρὴ ἔνθεν καὶ ἔνθεν κατὰ τὴν φύσιν τῆς ῥινὸς ὡς κατωτάτω, κάτωθεν ξυναναγκάζειν, καὶ οὕτω μάλιστα ἀνορθοῦται

σὺν τῇ ἔσωθεν διορθώσει. Ἔπειτα δὲ ἐς ταῦτα ἰητρὸς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, εἰ ἐθέλοι καὶ μελετᾷν καὶ τολμᾷν, ὡς οἱ δάκτυλοι αὐτοῦ οἱ λιχανοί οὗτοι γὰρ κατὰ φύσιν μάλιστά εἰσιν. Παραβάλλοντα γὰρ χρὴ τῶν δακτύλων ἑκάτερον, παρὰ πᾶσαν τὴν ῥῖνα ἐρείδοντα, ἡσύχως οὗτως ἔχειν, μάλιστα μὲν, εἰοἷόν τε εἴη, αἰεὶ, ἐστ' ἂν κρατυνθῇ, εἰ δὲ μὴ, ὡς πλεῖστον χρόνον, αὐτὸν, ὡς εἴρηται εἰ δὲ μὴ, ἢ παῖδα ἢ γυναῖκά τινα μαλθακὰς γὰρ τὰς χεῖρας δεῖ εἶναι. Οὕτω γὰρ ἂν κάλλιστα ἰητρευθείη, ὁτέῳ ἡ ῥὶς μὴ ἐς τὸ σκολιὸν, ἀλλ' ἐς τὸ κάτω ἱδρυμένη, ἰσόρροπος εἴη. Ἐγὼ μὲν οὖν οὐδεμίην που ῥῖνα εἶδον, ἥτις οὕτω κατεαγεῖσα οὐχ οἵη τε διορθωθῆναι, αὐτίκα πρὶν πωρωθῆναι ξυναναγκαζομένη, ἐγένετο, εἴ τις ὀρθῶς ἐθέλοι ἰητρέυειν. Ἀλλὰ γὰρ οἱ ἄνθρωποι αἰσχροὶ μὲν εἶναι πολλοῦ ἀποτιμῶνται, μελετᾷν δὲ ἅμα μὲν οὐκ ἐπίστανται, ἅμα δὲ οὐ τολμέουσιν, ἢν μὴ ὀδυνέωνται, ἢ θάνατον δεδοίκωσιν καίτοι ὀλιγοχρόνιος ἡ πώρωσις τῆς ῥινός ἐν γὰρ δέκα ἡμέρῃσι κρατύνεται, ἢν μὴ ἐπισφακελίσῃ.

38. Ὁκόσοισι δὲ τὸ ὀστέον ἐς τὸ πλάγιον κατάγνυται, ἡ μὲν ἴησις ἡ αὐτή τὴν δὲ διόρθωσιν δηλονότι χρὴ ποιέεσθαι, οὐκ ἰσόρροπον ἀμφοτέρωθεν, ἀλλὰ τό τε ἐκκεκλιμένον ὠθέειν ἐς τὴν φύσιν, ἔκτοσθεν ἀναγκάζοντα, καὶ ἐσματτευόμενον ἐς τοὺς μυκτῆρας, καὶ τὰ εἴσω ῥέψαντα διορθοῦν ἀόκνως, ἔστ' ἂν κατορθώσῃς,

εὖ εἰδότα, ὅτι, ἢν μὴ αὐτίκα κατορθώσῃς, οὐχ οἷόν τε μὴ οὐχὶ διεστράφθαι τὴν ῥῖνα. Ὅταν δὲ ἀγάγῃς ἐς τὴν φύσιν, προσβάλλοντα χρὴ ἐς τὸ χωρίον, ἢ τοὺς δακτύλους, ἢ τὸν ἕνα δάκτυλον, ᾗ ἐξέσχεν, ἀνακωχέειν, ἢ αὐτὸν, ἢ ἄλλον τινὰ, ἔστ' ἂν κρατυνθῇ τὸ τρῶμα ἀτὰρ καὶ ἐς τὸν μυκτῆρα τὸν σμικρὸν δάκτυλον ἀπωθέοντα, ἄλλοτε καὶ ἄλλοτε διορθοῦν χρὴ τὰ ἐγκλιθέντα. Ὅ τι δ' ἂν φλεγμονῆς ὑπογίνηται τουτέοισι, χρὴ τῷ σταιτὶ χρέεσθαι τοῖσι μέντοι δακτύλοισι προσέχειν χρὴ ὁμοίως, καὶ τοῦ σταιτὸς ἐπικειμένου. Ἢν δέ που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν ῥῖνα ἄκρην παρεστράφθαι. Χρὴ οὖν τοῖσι τοιούτοισιν ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων, ἢ ὅ τι τούτοισιν ἔοικεν, ἐντιθέναι πολλὰ δ' ἄν τις εὕροι τὰ ἐπιτήδεια, ὅσα μήτε ὀδμὴν ἴσχει, ἄλλως τε καὶ προσηνέα ἐστίν ἐγὼ δέ ποτε πλεύμονος προβάτου ἀπότμημα ἐνέθηκα, τοῦτο γάρ πως παρέτυχεν οἱ γὰρ σπόγγοι ἐντιθεμένοι ὑγράσματα δέχονται. Ἔπειτα χρὴ καρχηδονίου δέρματος λοπὸν, πλάτος ὡς τοῦ μεγάλου δακτύλου τετμημένον, ἢ ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐκκεκλιμένον κἄπειτα κατατεῖναι τὸν ἱμάντα, ὅκως ἂν ξυμφέρῃ

μᾶλλον δὲ ὀλίγῳ τείνειν χρὴ, [ἢ] ὥστε ὀρθὴν καὶ ἀπαρτῆ τὴν ῥῖνα εἶναι. Ἔπειτα μακρὸς γὰρ ἔστω ὁ ἱμὰς, κάτωθεν τοῦ ὠτὸς ἀγαγόντα αὐτὸν, ἀναγαγεῖν περὶ τὴν κεφαλήν καὶ ἔξεστι μὲν κατὰ τὸ μέτωπον προσκολλῆσαι τὴν τελευτὴν τοῦ ἱμάντος, ἔξεστι δὲ καὶ μακρότερον ἐπιπεριελίσσοντα περὶ τὴν κεφαλὴν καταδέειν. Τοῦτο ἅμα μὲν δικαίην τὴν διόρθωσιν ἔχει, ἅμα δὲ εὐταμίευτον, καὶ μᾶλλον, ἢν ἐθέλῃ, καὶ ἧσσον τὴν ἀντιρροπίην ποιῆσαι τῆς ῥινός. Ἀτὰρ καὶ ὁκόσοισιν ἐς τὸ πλάγιον ἡ ῥὶς κατάγνυται, τὰ μὲν ἄλλα ἰητρεύειν χρὴ, ὡς προείρηται προσδέεται δὲ τοῖσι πλείστοισι καὶ τοῦ ἱμάντος πρὸς ἄκρην τὴν ῥῖνα προσκολληθῆναι τῆς ἀντιρροπίης εἵνεκα.

39. Ὅσοισι δὲ σὺν τῇ κ̣τήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο ἀλλ' ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι ἢ πισσηρὴν, ἢ τῶν ἐναίμων τι εὐαλθέα γὰρ τῶν τοιούτων τὰ πλεῖστά ἐστιν ὁμοίως, κἢν ὀστέα μέλλῃ ἀπιέναι. Τὴν δὲ διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι, μηδὲν ἐπιλείποντα, καὶ τὰς διορθώσιας τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν

χρεόμενον, χρεόμενον δέ εὐπλαστότατον γάρ τι παντὸς τοῦ σώματος ἡ ῥίς ἐστιν. Τῶν δὲ ἱμάντων τῇ κολλήσει καὶ τῇ ἀντιρροπίῃ παντάπασιν οὐδὲν κωλύει χρέεσθαι, οὔτ' ἢν ἕλκος ᾖ, οὔτ' ἢν ἐπιφλεγμήνῃ ἀλυπόταται γάρ εἰσιν.

40. Ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες μὲν πᾶσαι πολέμιαι οὐ γὰρ οὕτω τις καλαρὸν περιβάλλοι ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάζεται ἐπεὶ καὶ ὑγιὲς οὖς, ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται. Ἀτὰρ καὶ τὰ ἐπιπλάσματα, κάκιστα μὲν τὰ βαρύτατα τὸ ἐπίπαν ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ, καὶ μύξαν τε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηράς τούτων δὲ ἥκιστα οὖς κατ̣γὲν προσδέεται ἄγχιστα μὴν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον χρὴ δὲ μηδὲ τοῦτο βάρος ἔχειν. Ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει ἀγαθὸν γὰρ φάρμακόν ἐστιν ἐνίοτε καὶ τὸ μηδὲν προσφέρειν καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. Χρὴ δὲ καὶ τὴν ἐπικοίμησιν φυλάσσεσθαι τὸ δὲ σῶμα ἰσχναίνειν, καὶ μᾶλλον, ᾧ ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην ἢν δὲ καὶ εὐήμετος

ἔῃ, ἐμέειν ἀπὸ συρμαϊσμοῦ. Ἢν δὲ ἐς ἐμπύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι ἀναπίνεταί ποτε, κἢν μηδέν τις καταπλάσῃ. Ἢν δὲ ἀναγκασθῇ στομῶσαι, τάχιστα μὲν ὑγιὲς γίνεται, ἤν τις πέρην διακαύσῃ εἰδέναι μέντοι χρὴ σαφῶς, ὅτι κυλλὸν ἔσται τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν πέρην διακαυθῇ. Ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον, μὴ πάνυ σμικρὴν τομήν διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται, ἢ ὡς ἄν τις δοκέοι ὡς δ' ἐν κεφαλαίῳ εἰπεῖν, καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα, ὑποθιγγανόμενα διολισθάνει ταχέως ὑπὸ τοὺς δακτύλους καὶ ἔνθα καὶ ἔνθα διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ, ἢ ὡς οἴονται ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια, ὅσα ἂν πλαδαρὰ ἔῃ, καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν, οἰόμενοι ῥεῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα ἡ μὲν οὖν γνώμη τοῦ ἰητροῦ ἐξαπατᾶται τῷ δὲ πρήγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι. Ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν, ἢ μύξης πεπληρωμένα, καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα, ἢ καὶ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται. Ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων, πάσης τε μοτώσιος ἀπέχεσθαι χρή ἰητρεύειν

δὲ ἢ ἐναίμῳ, ἢ ἄλλῳ τῳ, ὅ τι μήτε βάρος, μήτε πόνον παρασχήσει ἢν γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι, καὶ ὑποστάσιας ἴσχῃ, ὀχλῶδες γιγνεται δὲ τοῦτο δι' ἐκείνας τὰς ἰήσιας. Πάντων δὲ τῶν παλιγκοτησάντων ἡ πέρην διάκαυσις αὐταρκέστατον.

41. Σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφὸν, τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, ποτὶ καὶ ὅσα ἀνωτέρω τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται. Τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γενόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ' ἰγνύην φλεβί οἷσι δ' ἂν τὰ

κυφώματα λύηται, ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα ἤδη δέ τισιν ἔλυσε καὶ δυσεντερίη πολυχρόνιος γενομένη. Καὶ οἷσι μὲν κυφοῦται ῥάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τουτέοισι μὲν οὐδὲ ξυναύξεσθαι ἐθέλει κατὰ τὴν ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται ταῦτα δὲ ἐνδεέστερα γίνεται. Καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ' ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται, ἀλλ' οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται, καὶ κερχώδεες ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. Καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἔῃ αὐτέοισιν ἡ κεφαλή στενοχωρίην μὲν οὖν πολλην τῇ φάρυγγι παρέχει καὶ τοῦτο, ἐς τὸ ἔσω ῥέπον καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει

τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔστ' ἂν ἀναπιεχθῇ. Δι' οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται, ἢ οἱ ὑγιέες φυματίαι τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πλεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας ξυστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς. Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ, καὶ κατὰ κύστιν ἀτὰρ καὶ ἀποστάσιες ἐμπυήματι καὶ κατὰ κενεῶνας, καὶ κατὰ βουβῶνας, χρόνιαι καὶ δυσαλθέες, καὶ τουτέων οὐδετέρη λύει τὰ κυφώματα ἰσχία δὲ τοῖσι τοιουτέοισιν ἔτι ἀσαρκότερα γίνεται, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν ἡ μέντοι ξύμπασα ῥάχις μακροτέρη τουτέοισιν, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν ἥβη δὲ καὶ γένειον βραδύτερα καὶ ἀτελέστερα, καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν. Οἷσι δ' ἂν ηὐξημένοισιν ἤδη τὸ σῶμα ἡ κύφωσις γένηται, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νούσου τῆς τότε παρεούσης κρίσιν ποιέει ἡ κύφωσις ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι νεωτέροισιν, ἢ πλέον, ἢ ἔλασσον ἧσσον

δὲ κακοήθως ὡς τὸ ἐπίπαν μὴν τοιαῦτα πάντα ἐστίν. Πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα ὀλίγοι μὴν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσιν. Ἔστι δ' οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σπόνδυλοι ἢ τῇ, ἢ τῇ πάντα μὴν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ ξυστροφὰς τὰς ἔσωθεν τῆς ῥάχιος προσξυμβάλλεται δὲ ἐνίοισι ξὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ' ὁκοῖα ἂν. ἐθισθέωσι κεκλίσθαι. Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πλεύμονα νοσήμασιν εἰρήσεται ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι.

42. Ὅσοισι δὲ ἐκ καταπτώσιος ῥάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθυνθῆναι. Τοῦτο μὲν γὰρ, αἱ ἐν τῇ κλίμακι κατασείσιες οὐδένα πω ἐξίθυναν, ὧν γε ἐγὼ οἶδα χρέονται δὲ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν, ἢ ῥιπτεόμενον, ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε, καὶ ταῦτα κληΐζουσιν αἰεὶ, καὶ οὐκέτι αὐτοῖσι μέλει, ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χειρίσματος, εἴτε κακὸν, εἴτε ἀγαθόν. Οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες, σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν, ὅ τι μηχάνημα κατὰ φύσιν

ἐπενοήθη οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας καλῶς κατασείσειε, κἂν ἐξιθυνθῆναι ἔνια. Αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι.

43. Ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γίνεται, ἧσσον εἰκὸς ὠφελέειν τὰς κατασείσιας ταύτας τὰς ἐπὶ κεφαλὴν σμικρὸν γὰρ τὸ βάρος ἡ κεφαλὴ καὶ τὰ ἀκρώμια καταρρέποντα ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι μέζων γὰρ οὕτως ἡ καταρροπίη ἡ ἐπὶ ταῦτα. Ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τουτέοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι. Εἰ οὖν τις ἐθέλοι κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι τὴν μὲν κλίμακα χρὴ σκυτίνοισιν ὑποκεφαλαίοισι πλαγίοισιν, ἢ ἐρινέοισι, καταστρῶσαι εὖ προς δεδεμένοισιν, ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν, ἢ ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι ἔπειτα τὸν ἄνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρή κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα μὴ διαβεβῶτας, δεσμῷ εὐόχῳ μὲν, μαλθακῷ δέ προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν γουνάτων, καὶ ἀνωτέρω προσδῆσαι δὲ καὶ κατὰ τὰ ἰσχία κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι

τὴν κατάσεισιν τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείναντα προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα, καὶ μὴ πρὸς τὴν κλίμακα. Ὅταν δὲ ταῦτα κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα ἢ πρὸς τύρσιν τινὰ ὓψηλὴν, ἢ πρὸς ἀέτωμα οἴκου τὸ δὲ χωρίον, ἵνα κατασείεις, ἀντίτυπον ἔστω τοὺς δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ ἰσορρόπως καὶ ἐξαπιναίως ἀφήσουσι, καὶ μήτε ἡ κλίμαξ ἑτερόρροπος ἐπὶ τὴν γῆν ἀφίξεται, μήτε αὐτοὶ προπετέες ἔσονται. Ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος, ἔτι κάλλιον ἄν τις σκευάσαιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα, ἢ ἀπὸ ὄνου. Ἀηδὲς μὴν καὶ μακρολογέειν περὶ τούτων ὅμως δὲ ἐκ τουτέων ἂν τῶν κατασκευῶν κάλλιστ' ἄν τις κατασεισθείη.

44. Εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ κατασείειν πάντως, ἐπὶ πόδας κατασείειν λυσιτελέει, ὥσπερ ἤδη εἴρηται πλείων γὰρ οὕτω γίνεται ἡ καταρροπίη ἐπὶ ταῦτα. Ἑρμάσαι δὲ χρὴ, κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι, καὶ μὴ πρὸς τὴν κλίμακα τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι χρὴ, πλὴν, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα, ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατασεισιν, σκοπέειν τὰ δὲ σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ, ὡς κατὰ τὴν ῥάχιν ἰθύρροπα ἔῃ. Ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἥκιστα ἐν ἰητρικῇ πουλὺν ὄχλον, καὶ πολλὴν ὄψιν, καὶ πουλὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι.

45. Χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς ῥάχιος, οἵη τίς ἐστιν ἐς πολλὰ γὰρ νουσήματα προσδέοι ἂν αὐτῆς. Τοῦτο μὲν γὰρ, τὸ πρὸς τὴν κοιλίην ῥέπον, οἱ σπόνδυλοι ἐντὸ ἄρτιοί εἰσιν ἀλλήλοισι, καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδεϊ καὶ νευρώδεϊ, ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον. Ἄλλοι δέ τινες τόνοι νευρώδεες διανταῖοι, πρόσφυτοι, παρατέτανται ἔνθεν καὶ ἔνθεν αὐτῶν. Αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἐτέρῳ λόγῳ δεδηλώσονται, ὅσαι τε καὶ οἷαι, καὶ ὅθεν ὡρμημέναι, καὶ ἐν οἵοισιν οἷα δύνανται, αὐτὸς δὲ ὁ νωτιαῖος οἷσιν ἐλύτρωται ἐλύτροισι, καὶ ὅθεν ὡρμημένοισι, καὶ ὅπη κραίνουσιν, καὶ οἷσι κοινωνέουσι, καὶ οἷα δυναμένοισιν. Ἐν δὲ τῷ ἐπέκεινα, ἐν ἄρθροισι γεγιγγλύμωνται πρὸς ἀλλήλους οἱ σπόνδυλοι. Τόνοι δε κοινοὶ παρὰ πάντας, καὶ ἐν τοῖσιν ἔξω μέρεσι, καὶ ἐν τοῖσιν ἔσω παρατέτανται. Ἀπόφυσις δέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων τῶν σπονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπό τε τῶν μειζόνων, ἀπό τε τῶν ἐλασσόνων ἐπὶ δὲ τῇσιν ἀποφύσεσι ταύτῃσι χονδρίων ἐπιφύσιες, καὶ

ἀπ' ἐκείνων νεύρων ἀποβλάστησις ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν. Πλευραὶ δὲ προσπεφύκασιν, ἐς τὸ εἴως μέρος τὰς κεφαλὰς ῥέπουσαι μᾶλλον, ἢ ἐς τὸ ἔξω καθ' ἕνα δὲ ἕκαστον τῶν σπονδύλων προσήρθρωνται καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ ῥαιβοειδέα τρόπον. Τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων ἀπὸ τῶν σπονδύλων, ἀποπληρέουσιν ἑκατέρωθεν

οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι, ἄχρι τῆς προσφύσιος. Αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σπονδύλου, παρ' ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις, ἄχρι μὲν τούτου κυφή κύστις τε γὰρ, καὶ γοναὶ, καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται. Ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος, ἰθυλόρδη καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν μερῶν, ἃς δὴ καλέουσι ψόας. Ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σπονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκύφη ἔτι δὲ μᾶλλον δοκέει ἢ ἐστίν ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους. Αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν.

46. Ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σπονδύλους, ἔξωσις μὲν μεγάλη ἀπορραγεῖσα ἀπὸ τῆς ξυμφύσιος ἢ ἑνὸς σπονδύλου, ἢ καὶ πλειόνων, οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ' ὀλίγοισιν. Οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῥηΐδιον γίνεσθαι οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωσθῆναι ῥηΐδίον ἐστιν, εἰ μὴ ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης οὕτω δ' ἂν ἀπόλοιτὀ, ἢ εἴ τις ἀφ' ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοἰ ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ ἔσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξω ἓν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγῆναι, πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους βιησάμενον, καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα. Ὅ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἔξαλσιν ἐξαλλομένου σπονδύλου ὅ τ' ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀπορρήξειεν πιεχθεὶς δ' ἂν καὶ ἀπολελαμμένος, πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν ὥστε οὐκ ἂν μέλοι τῷ ἰητρῷ, ὅκως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων. Ὥστε

δὴ οὐδ' ἐμβαλεῖν οἷόν τε πρόδηλον τὸν τοιοῦτον οὔτε κατασείσει, οὔτε ἄλλῳ τρόπῳ οὐδενὶ, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην, ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δὲ οὐ πάνυ. Διὰ τί οὖν ταῦτα γράφω; Ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι, τελέως ὑπερβάντες τὰ ἄρθρα καίτοι γε ῥηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι, καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ' αὐτόματα ὑγιέα γίνεσθαι τὰ τοιαῦτα. Ἀγνοέουσι δὲ πολλοὶ, καὶ κερδαίνουσιν, ὅτι ἀγνοέουσιν πείθουσι γὰρ τοὺς πέλας. Ἐξαπατῶνται δὲ διὰ τόδε οἴονται γὰρ τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοεῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισιν στενοτάτην γὰρ πάντων τῶν ζώων ὥνθρωπος κοιλίην ἔχει, ὡς ἐπὶ τῷ μεγέθει, ἀπὸ τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος. Ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν, καὶ διὰ τοῦτο ἐξαπατῶνται, οἰόμενοι τοὺς σπονδύλους ἔσω οἴχεσθαι. Προσεξαπατᾷ δὲ ἔτι αὐτοὺς καὶ

τὰ σχήματα τῶν τετρωμένων ἢν μὲν γὰρ πειρῶνται καμπύλλεσθαι, ὀδυνῶνται, περιτενέος γινομένου ταύτῃ τοῦ δέρματος, ᾗ τέτρωνται καὶ ἅμα τὰ ὀστέα τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα ἢν δὲ λορδαίνωσι, ῥᾴους εἰσίν χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ τὸ τρῶμα ταύτῃ γίνεται, καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει ἀτὰρ καὶ ἤν τις ψαύῃ αὐτῶν, κατὰ τοῦτο ὑπείκουσι λορδοῦντες, καὶ τὸ χωρίον κενεὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ φαίνεται. Ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς ἰητρούς Ὑγιέες δὲ ταχέως καὶ ἀσινέες αὐτόματοι οἱ τοιοῦτοι γίνονται ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται, ὅσα χαῦνά ἐστιν.

47. Σκολιαίνεται μὲν οὖν ῥάχις, καὶ ὑγιαίνουσι, κατὰ πολλοὺς τρόπους καὶ γὰρ ἐν τῇ φύσει καὶ ἐν τῇ χρήσει οὕτως ἔχει ἀτὰρ καὶ ὑπὸ γήραος καὶ ὑπὸ ὀδυνημάτων ξυνδοτική ἐστιν. Αἱ δὲ δὴ κυφώσιες, αἱ ἐν τοῖσι πτώμασιν, ὡς ἐπὶ τὸ πολὺ γίνονται, ἢν ἢ τοῖσιν ἰσχίοισιν ἐρείσῃ, ἢ ἐπὶ τοὺς ὤμους πέσῃ. Ἀνάγκη γὰρ ἔξω φαίνεσθαι ἐν τῷ κυφώματι ἕνα μέν τινα ὑψηλότερον τῶν σπονδύλων,

τοὺς δὲ ἔνθεν καὶ ἔνθεν, ἐπὶ ἧσσον οὔκουν εἷς ἐπὶ πουλὺ ἀποπεπηδηκὼς ἀπὸ τῶν ἄλλων ἐστὶν, ἀλλὰ μικρὸν ἕκαστος ξυνδιδοῖ, ἀθρόον δὲ πολὺ γίνεται. Διὰ οὖν τοῦτο καὶ ὁ νωτιαῖος μυελὸς εὐφόρως φέρει τὰς τοιαύτας διαστροφὰς, ὅτι κυκλώδης αὐτῷ ἡ διαστροφὴ γίνεται, ἀλλ' οὐ γωνιώδης. Χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκασμοῦ τοιήνδε κατασκευάσαι ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ, ἐντομὴν παραμήκεα ἔχον, κατορύξαι ἔξεστι δὲ καὶ ἀντὶ τοῦ ξύλου ἐν τοίχῳ ἐντομὴν παραμήκεα ἐνταμεῖν, ἢ πήχεϊ ἀνωτέρω τοῦ ἐδάφεος, ἢ ὅκως ἂν μετρίως ἔχῃ ἔπειτα οἷον στύλον δρύϊνον, τετράγωνον, πλάγιον παραβάλλειν, ἀπολείποντα ἀπὸ

τοῦ τοίχου, ὅσον παρελθεῖν τινα, ἢν δέῃ καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστορέσαι ἢ χλαίνας, ἢ ἄλλο τι, ὃ μαλθακὸν μὲν ἔσται, ὑπείξει δὲ μὴ μέγα τὸν δὲ ἄνθρωπον πυριῆσαι, ἢν ἐνδέχηται, ἢ πολλῷ θερμῷ λοῦσαι κἄπειτα πρηνέα κατακλῖναι κατατεταμένον, καὶ τὰς μὲν χεῖρας αὐτοῦ παρατείναντα κατὰ φύσιν προσδῆσαι πρὸς τὸ σῶμα ἱμάντι δὲ μαλθακῷ, ἱκανῶς πλατέϊ τε καὶ μακρῷ, ἐκ δύο διανταίων ξυμβεβλημένῳ, μέσῳ, κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι χρὴ ὡς ἐγγυτάτω τῶν μασχαλέων ἔπειτα τὸ περισσεῦον τῶν ἱμάντων κατὰ τὴν μασχάλην, ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλήσθω ἔπειτα αἱ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν, ἁρμόζουσαι τὸ μῆκος τῷ ξύλῳ τῷ ὑποτεταμένῳ, πρὸς ὅ τι προσβάλλον τὸ ὑπεροειδὲς ἀντιστηρίζοντα κατατείνειν. Τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ χρὴ ἄνωθεν τῶν γουνάτων δήσαντα καὶ ἄνωθεν τῶν πτερνέων, τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι ἄλλῳ δὲ ἱμάντι πλατέϊ, καὶ μαλθακῷ, καὶ δυνατῷ, ταινιοειδέϊ, πλάτος ἔχοντι καὶ μῆκος ἱκανὸν, ἰσχυρῶς περὶ τὰς ἰξύας κύκλῳ περιδεδέσθαι ὡς ἐγγύτατα τῶν ἰσχίων ἔπειτα τὸ

περισσεῦον τοῦ ταινιοειδέος, ἅμα ἀμφοτέρας τὰς ἀρχὰς τῶν ἱμάντων, πρὸς τὸ ξύλον προσδῆσαι τὸ πρὸς τῶν ποδῶν κἄπειτα κατατείνειν ἐν τούτῳ τῷ σχήματι ἔνθα καὶ ἔνθα, ἅμα μὲν ἰσορρόπως, ἅμα δὲ ἐς ἰθύ. Οὐδὲν γὰρ ἂν μέγα κακὸν ἡ τοιαύτη κατάτασις ποιήσειεν, εἰ χρηστῶς σκευασθείη, εἰ μὴ ἄρα ἐξεπίτηδές τις βούλοιτο σίνεσθαι. Τὸν δὲ ἰητρὸν χρὴ ἢ ἄλλον, ὅστις ἰσχυρὸς καὶ μὴ ἀμαθὴς, ἐπιθέντα τὸ θέναρ τῆς χειρὸς ἐπὶ τὸ ὕβωμα, καὶ τὴν ἑτέρην χεῖρα προσεπιθέντα ἐπὶ τὴν ἑτέρην, καταναγκάζειν, προσξυνιέντα, ἤν τε ἐς ἰθὺ ἐς τὸ κάτω πεφύκῃ καταναγκάζεσθαι, ἤν τε πρὸς τῆς κεφαλῆς, ἤν τε πρὸς τῶν ἰσχίων. Καὶ ἀσινεστάτη μὲν αὕτη ἡ ἀνάγκη ἀσινὲς δὲ καὶ ἐπικαθίζεσθαί τινα ἐπὶ τὸ κύφωμα, αὐτοῦ ἅμα κατατεινομένου, καὶ ἐνσεῖσαι μετεωρισθέντα. Ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ, καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα, ἡσύχως τε ἐπενσεῖσαι οὐδὲν κωλύει τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἀμφὶ παλαίστρῃ εἰθισμένων. Δυνατωτάτη μέντοι τῶν ἀναγκέων ἐστὶν, εἰ ὁ μὲν τοῖχος, ᾗ ἐντέτμηται, ἢ τὸ ξύλον τὸ κα. τορωρυγμένον, ᾗ ἐντέτμηται, κατωτέρω εἴη τῆς ῥάχιος τοῦ ἀνθρώπου, ὁκόσῳ ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη, μὴ λεπτὴ, ἐνείη, ἢ καὶ ἄλλου τινὸς ξύλου ἔπειτα ἐπὶ τὸ ὕβωμα ἐπιτεθείη ἢ τρύχιόν τι πολύπτυχον, ἢ σμικρόν τι σκύτινον ὑποκεφάλαιον ὡς ἐλάχιστα μὴν ἐπικεῖσθαι ξυμφέρει, μόνον προμηθεόμενον, ὡς

μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν προσπαρέχῃ κατ' ἴξιν δὲ ἔστω ὡς μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον, τὸ ὕβωμα, ὡς ἂν ἡ σανὶς, ᾗ μάλιστα ἐξέστηκε, ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα. Ὅταν δὲ ἐπιτεθῇ, τὸν μέν τινα καταναγκάζειν χρὴ τὸ ἄκρον τῆς σανίδος, ἤν τε ἕνα δέῃ, ἤν τε δύο, τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὴ τῇ. Ἔξεστι δὲ καὶ ὀνίσκοισι τὴν κατάτασιν ποιέεσθαι, ἢ παρακατορύξαντα παρὰ τὸ ξύλον, ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενον, ἤν τε ὀρθὰς ἐθέλῃς ἑκατέρωθεν σμικρὸν ὑπερεχούσας, ἤν τε κατὰ κορυφὴν τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν. Αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότερον καὶ ἐς τὸ ἧσσον, καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε, καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ, ἐς τοιαύτας ἀνάγκας ἀγαγεῖν, κἂν τούτῳ ἰσχυρῶς δύνασθαι καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν οὕτω, καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν ἄν τις ἱκανῶς καὶ εἰ μὴ κατατείνων, αὐτῇ δὲ μοῦνον τῇ σανίδι οὕτως ἰποίη τις, καὶ οὕτως ἂν ἱκανῶς καταναγκάσειεν. Καλαὶ οὖν αἱ τοιαῦται ἰσχύες εἰσὶν, ᾗσιν ἔξεστι καὶ ἀσθενεστέρῃσι καὶ ἰσχυροτέρῃσι χρέεσθαι αὐτὸν ταμιεύοντα. Καὶ μὲν δὴ καὶ κατὰ φύσιν γε ἀναγκάζουσιν

τὰ μὲν γὰρ ἐξεστεῶτα ἐς τὴν χώρην ἀναγκάζει ἡ ἴπωσις ἰέναι, τὰ δὲ ξυνεληλυθότα κατὰ φύσιν κατατείνουσιν αἱ κατὰ φύσιν κατατάσιες. Οὔκουν ἐγὼ ἔχω τουτέων ἀνάγκας καλλίους, οὐδὲ δικαιοτέρας ἡ γὰρ κατ' αὐτὴν τὴν ἄκανθαν ἰθυωρίη τῆς κατατάσιος κάτωθέν τε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει ἐπιλαβὴν οὐδεμίην ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ τὴν κεφαλὴν, ἐπιλαβὴν μὲν ἔχει, ἀλλ' ἐσιδέειν γε ἀπρεπὴς ταύτῃ τοι γινομένη ἡ κατάτασις, καὶ ἄλλας βλάβας ἂν προσπαρέχοι πλεονασθεῖσα. Ἐπειρήθην δὲ δή ποτε, ὕπτιον τὸν ἄνθρωπον κατατείνας, ἀσκὸν ἀφύσητον ὑποθεῖναι ὑπὸ τὸ ὕβωμα, κἄπειτα αὐλῷ ἐκ χαλκείου ἐς τὸν ἀσκὸν τὸν ὑποκείμενον ἐνιέναι φῦσαν. Ἀλλά μοι οὐκ. εὐπορεῖτο ὅτε μὲν γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο ὁ ἀσκὸς, καὶ οὐκ ἠδύνατο ἡ φῦσα ἐσαναγκάζεσθαι καὶ ἄλλως ἕτοιμον περιολισθάνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον, τό τε τοῦ ἀνθρώπου

ὕβωμα, καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα. Ὅτε δ' αὖ μὴ κάρτα κατατείνοιμι τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ δὲ ἄνθρωπος πάντη μᾶλλον ἐλορδαίνετο ἢ ᾗ ξυνέφερεν. Ἔγραψα δὲ ἐπίτηδες τοῦτο καλὰ γὰρ καὶ ταῦτα τὰ μαθήματά ἐστιν, ἃ, πειρηθέντα, ἀπορηθέντα ἐφάνη, καὶ δι' ἅσσα ἠπορήθη.

48. Ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σπόνδυλοι ὑπὸ πτώματος, ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς τῶν σπονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ τῶν ἄλλων, ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς, ἢ πλείονες, θάνατον φέρουσιν ὥσπερ δὲ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ αὕτη, καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή. Οὖρα μὲν οὖν τούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται, ἢ τοῖσιν ἔξω κυφοῖσι, καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται μᾶλλον, καὶ θανατηφόρα ταῦτα μᾶλλον ἐκείνων καὶ ἢν περιγένωνται δὲ, ῥυώδεες τὰ οὖρα μᾶλλον οὗτοι, καὶ τῶν σκελέων ἀκρατέστεροι καὶ ναρκωδέστεροι ἢν δὲ καὶ ἐν τῷ ἄνω μέρεϊ μᾶλλον τὸ λόρδωμα γένηται, παντὸς τοῦ σώματος ἀκρατέες καὶ κατανεναρκωμένοι γίνονται. Μηχανὴν δὲ οὐκ ἔχω οὐδεμίην ἔγωγε, ὅκως χρὴ τὸν

τοιοῦτον ἐς τὸ αὐτὸ καταστῆσαι, εἰ μή τινα ἡ κατὰ τῆς κλίμακος κατάσεισις ὠφελέειν οἵη τε εἴη, ἢ καὶ ἄλλη τις τοιαύτη ἴησις, ἢ κατάτασις, οἵηπερ ὀλίγῳ πρόσθεν εἴρηται. Κατανάγκασιν δὲ σὺν τῇ κατατάσει οὐδεμίην ἔχω, ἥτις ἂν γίνοιτο, ὥσπερ τῷ κυφώματι τὴν κατανάγκασιν ἡ σανὶς ἐποιέετο. Πῶς γὰρ ἄν τις ἐκ τοῦ ἔμπροσθεν διὰ τῆς κοιλίης ἀναγκάσαι δύναιτο; οὐ γὰρ οἷόν τε. Ἀλλὰ μὴν οὔτε βῆχες, οὔτε πταρμοὶ οὐδεμίην δύναμιν ἔχουσιν, ὥστε τῇ κατατάσει ξυντιμωρέειν οὐ μὴν οὐδ' ἔνεσις φύσης ἐνιεμένη ἐς τὴν κοιλίην οὐδὲν ἂν δυνασθείη. Καὶ μὴν αἱ μεγάλαι σικύαι προσβαλλόμεναι ἀνασπάσιος εἵνεκα δῆθεν τῶν ἔσω ῥεπόντων, σπονδύλων, μεγάλη ἁμαρτὰς γνώμης ἐστίν ἀπωθέουσι γὰρ μᾶλλον, ἢ ἀνασπῶσιν καὶ οὐδ' αὐτὸ τοῦτο γινώσκουσιν οἱ προσβάλλοντες ὅσῳ γὰρ ἄν τις μέζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦνται οἱ προσβληθέντες, ξυναναγκαζομένου ἄνω τοῦ δέρματος. Τρόπους δὲ ἄλλους κατασεισίων, ἢ οἷοι πρόσθεν εἴρηνται, ἔχοιμι ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τις δοκέοι τῷ παθήματι μᾶλλον ἀλλ' οὐ κάρτα πιστεύω αὐτοῖσιν διὰ τοῦτο οὐ γράφω. Ἀθρόον δὲ ξυνιέναι χρὴ περὶ

τούτων, ὧν ἐν κεφαλαίῳ εἴρηται, ὅτι τὰ μὲν ἐς τὸ λορδὸν ῥέψαντα ὀλέθριά ἐστι καὶ σινάμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου, καὶ οὔρων σχεσίων, καὶ ἀποναρκωσίων τὸ ἔπίπαν οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην, οὐδὲ κωλύει εὐρόους εἶναι ἡ ἐς τὸ ἔξω κύφωσις ἡ δὲ λόρδωσις ταῦτά τε ἀμφότερα ποιέει, καὶ ἐς τὰ ἄλλα πολλὰ προσγίνεται. Ἐπείτοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται, καὶ καταναρκοῦνται τὸ σῶμα, καὶ οὖρα ἴσχεται αὐτέοισιν, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω, μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυωρίην τῆς ῥάχιος οἷσι δὲ ἂν ἐκστῇ τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν.

49. Πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσοιτο, ὧν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καὶ καθ' ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νουσήματος, τὰ δὲ ἀσθενέστερα σινάμωρα, καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα, καὶ κοινωνέοντα τῷ ἄλλῳ σώματι ἐπὶ πλέον. Ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ, μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι

κατάγνυται, μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ ἔσω μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται, οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων δίαιτά τε φαύλη ἀρκέει ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς, κενεαγγέειν κάκιον τοῖσι τοιούτοισιν, ἢ μὴ κενεαγγέειν, καὶ ἐπωδυνέστερον, καὶ πυρετωδέστερον, καὶ βηχωδέστερον τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης, διόρθωμα τῶν πλευρέων γίνεται ἡ δὲ κένωσις κρεμασμὸν τῇσι πλευρῇσι ποιέει ὁ δὲ κρεμασμὸς, ὀδύνην. Ἔξωθέν τε αὖ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα, ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι, ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. Κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσιν ταχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τῶν τοιουτέων ὀστέων.

50. Ἀμφιφλασθείσης μέντοι τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ἢ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ ἀντερείσιος, ἢ ἄλλου τινὸς τοιουτοτρόπου, πολλοὶ ἤδη πουλὺ αἷμα ἔπτυσαν οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι, καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσιν πολλοὶ οὖν ἤδη βηχώδεες, καὶ φυματίαι, καὶ ἔμπυοι ἐγένοντο, καὶ ἔμμοτοι, καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν. Ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο, ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι, ἢ οἷσιν ἂν πλευρὴ καταγῇ, καὶ ὑποστροφὰς μᾶλλον

ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασιν, ἢ τοϊσιν ἑτέροισιν. Μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων, μᾶλλον ἢ ἢν πλευρὴ κατεαγῇ αὐτέοισιν ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν τῇ τε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλθαι, ἀτρεμέειν τε τῷ σώματι ὡς μάλιστα, ἀφροδισίων τε ἀπέχεσθαι, βρωμάτων τε λιπαρῶν, καὶ κερχνωδέων, καὶ ἰσχυρῶν πάντων, φλέβα τε κατ' ἀγκῶνα τέμνεσθαι, σιγᾷν τε ὡς μάλιστα, ἐπιδέεσθαί τε τὸ χωρίον τὸ φλασθὲν σπλήνεσι μὴ πολυπτύχοισι, συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντη τοῦ φλάσματος, κηρωτῇ τε ὑποχρίειν, ὀθονίοισί τε πλατέσι σὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσιν ἐπιδέειν, ἐρείδειν τε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεμένον, μηδ' αὖ χαλαρόν ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα κατὰ τὸ φλάσμα, καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα, τὴν δὲ ἐπίδεσιν ποιέεσθαι, ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, ἵνα μὴ περιρρεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρὰς ἔῃ, ἀλλ' ἰσόρροπον, ἐπιδέειν δὲ ἢ καθ' ἑκάστην ἡμέρην, ἢ παρ' ἑτέρην. Ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα, καὶ ἁπαλῦναι τῇ δὲ ἐπιδέσει, ἔστ' ἂν μὲν ἰσχναίνῃς, ἐρηρεισμένῃ μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ

καταρχὰς, τεσσαρακονθήμερον τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι χρή ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει ἐν εἴκοσιν ἡμέρῃσιν ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ τῇ ἰσχύϊ δὲ τοῦ τρώματος τοὺς χρόνους προτεκμαίρεσθαι χρή. Ὅσοι δ' ἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιφλασμάτων, ἢν καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό γε χωρίον ἀμφιφλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει, ἢ πρόσθεν εἶχεν. Ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται, καὶ μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει, φαυλότερον μὲν, ἢν παρ' αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες οὔτε γὰρ ἔτι ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τό τε ὀστέον νοσηρότερον γίνεται, σφακελισμοί τε χρόνιοι ὀστέου πολλοῖσιν ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο. Ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ' αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ὅμως ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε καὶ ἄλλοτε, ἤν τι τῷ σώματι τύχῃ πονήσας καὶ διὰ τοῦτο τῇ ἐπιδέσει χρέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ ἐπὶ πουλὺ προηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ ἀναποθῇ τὸ ἐκχύμωμα τὸ ἐν τῇ φλάσει γενόμενον, αὐξηθῇ δὲ σαρκὶ ὑγιέϊ τὸ χωρίον, ἅψηται δὲ τοῦ ὀστέου ἡ σάρξ. Οἷσι δ' ἂ̣ ἀμεληθεῖσι χρονιωθῇ, καὶ ὀδυνῶδες τὸ χωρίον γένηται, καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις ἀρίστη. Καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐδ' οὕτω χρὴ καίειν, φυλάσσεσθαι μέντοι, μὴ διακαύσῃς πέρην.

Ἢν δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ φλάσμα, καὶ ἔτι νεαρὸν ἔῃ, καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κάρτα ὀλίγον ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται ἢν μέντοι παραμήκης ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας ἐμβάλλειν χρή περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα τῇ τῶν ἐμμότων ἰητρείῃ εἰρήσεται.

51. Ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ ἔσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις ἐς δὲ τὸ ὄπισθεν καὶ τὸ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ οἷσι μὲν οὖν ἂν ἐκβῇ ἐς τὸ ἔσω, μακρότερον τὸ σκέλος φαίνεται, παραβαλλόμενον πρὸς τὸ ἕτερον, διὰ δισσὰς προφάσιας εἰκότως ἐπί τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον, τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτο ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται. Ἔξωθέν τε αὖ ὁ γλουτὸς κοῖλος φαίνεται, ἅτε ἔσω ῥεψάσης τῆς κεφαλῆς τοῦ μηροῦ, τό τε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω ῥέπειν, καὶ ἡ κνήμη καὶ δ ποὺς ὡσαύτως. Ἅτε οὖν ἔξω ῥέποντος τοῦ ποδὸς, οἱ ἰητροὶ δι' ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ' οὐ τοῦτον πρὸς τὸν ὑγιέα διὰ τοῦτο πουλὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος πολλαχῆ δὲ

καὶ ἄλλῃ τὰ τοιαῦτα παραξύνεσιν ἔχει. Οὐ μὴν οὐδὲ ξυγκάμπτειν δύνανται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιέϊ ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίνεον ὑπερογκέουσα εὔδηλός ἐστιν. Τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ ὁ μηρός.

52. Οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ καὶ ἀμεληθῇ, ἥ τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος ὥσπερ τοῖσι βουσὶ γίνεται, καὶ ἡ ὄχησις πλείστη αὐτέοισιν ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστιν. Καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα καὶ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κοῖλοι καὶ σκολιοὶ εἶναι κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι τὸ δὲ σιναρὸν οὐκ ἂν δύναιτο ὀχέειν πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος σκέλεος τῷ ποδὶ ἔσω βαίνειν, ἀλλὰ μὴ ἔξω οὕτω γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς, καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος, καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος. Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα, μικροὶ φαίνονται, καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος δέονται γὰρ ἀντικοντώσιος ταύτῃ

ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι, καὶ τὸ ἄχθος τοῦ σώματος ὀχεεται ἐπὶ τοῦτο. Ἀναγκάζονται δὲ καὶ ἐπικύπτειν τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον. Ἐν τούτοισιν οὖν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷσιν ἂν ἔσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέσῃ, οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅκως ἂν ῥήϊστα ἐσχηματισμένον ἔῃ, ἀλλ' αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῥήϊστα αἱρέεσθαι. Ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλεϊ, πάντες, καὶ οἱ νήπιοι, οὕτως ὁδοιπορέουσιν ἔξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλεϊ καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω οὐδὲ γὰρ κατ' ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑποβαινομένου κατ' ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. Ἐν τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος, εἰ τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιέϊ ἐσωτέρω. Περὶ οὗ οὖν ὁ λόγος, ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα [ἐς] τὰ ῥήϊστα τῶν

σχημάτων. Ὅσοισι μὲν οὖν μήπω τετελειωμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ ἐμπέσοι, γυιοῦται ὁ μηρὸς καὶ ἡ κνήμη καὶ ὁ πούς οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα γίνεται, μάλιστα δὲ τὸ τοῦ μηροῦ, ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται, ἅμα μὲν, διὰ τὴν στέρησιν τῆς χώρης τοῦ ἄρθρου, ἅμα δὲ, ὅτι ἀδύνατον χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται χρῆσις γὰρ μετεξετέρη ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος ῥύεται δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. Κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ, οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισιν. Τοῖσι μὲν οὖν τετελειωμένοισιν εἴρηται, οἵη τις ἡ ὁδοιπορίη γίνεται οἷσι δ' ἂν νηπίοισιν ἐοῦσιν ἡ ξυμφορὴ αὕτη γένηται, οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἰλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος, τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος καταβλακεύουσι δὲ ἔνιοι τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην, καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὴ γένηται. Ὁκόσοι δ' ἂν νήπιοι ἐόντες, ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι, ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιέϊ σκέλεϊ χρέονται ἐς ὀρθὸν, ὑπὸ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι,

μετεξέτεροι δὲ, καὶ ὑπ' ἀμφοτέρας τὰς χεῖρας τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι, καὶ τοσούτῳ ῥηΐους εἰσὶν, ὅσῳ ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ τὸ δὲ ὑγιὲς ἰσχύει αὐτέοισιν οὐδὲν ἧσσον, ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν. Θηλύνονται δὲ πᾶσι τοῖσι τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος, μᾶλλον δέ τι θηλύνονται αἱ ἐκ τοῦ ἔξω μέρεος, ἢ αἱ ἐκ τοῦ ἔσω ὡς ἐπὶ πολύ.

53. Μυθολογοῦσι δέ τινες, ὅτι αἱ Ἀμαζονίδες τὸ ἄρσεν γένος τὸ ἑωυτῶν αὐτίκα νήπιον ἐὸν ἐξαρθρέουσιν, αἱ μὲν, κατὰ [τὰ] γούνατα, αἱ δὲ, κατὰ τὰ ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο, καὶ μὴ ἐπιβουλεύοι τὸ ἄρσεν γένος τῷ θήλεϊ χειρώναξιν ἄρα τουτέοισι χρέονται, ὁκόσα ἢ σκυτείης ἔργα, ἢ χαλκείης, ἢ ἄλλο ὅ τι ἑδραῖον ἔργον. Εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα ὅτι δὲ γίνοιτο ἂν τοιαῦτα, οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα νήπια ἐόντα. Κατὰ μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν ἐς τὸ ἔσω, ἢ ἐς τὸ ἔξω ἐξαρθρῆσαι κατὰ δὲ τὰ γούνατα διαφέρει μέν τι, ἔλασσον δέ τι διαφέρει τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος ἴδιός ἐστιν κυλλοῦται

γὰρ μᾶλλον, οἷσιν ἂν ἐς τὸ ἔξω ἐξαρθρήσῃ ὀρθοὶ δὲ ἧσσον ἵστανται, οἷσιν ἂν ἐς τὸ ἔσω ἐξαρθρήσῃ. Ωσαύτως δὲ καὶ ἢν παρὰ τὸ σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος, κυλλοὶ μὲν γίνονται, ἑστάναι δὲ δύνανται ἢν δὲ ἐς τὸ ἔσω μέρος, βλαισοὶ μὲν γίνονται, ἧσσον δὲ ἑστάναι δύνανται. Ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται οἷσι μὲν ἂν τὸ κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται, ταῦτα γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως, αἱ μέντοι σάρκες μινύθουσιν. Οἷσι δ' ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, ἀλλὰ βραχύτατον γίνεται, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως, ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν εἰ δέ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον ἐμινύθει τὰ τοῦ ποδὸς ὀστέα τούτοισιν. Οἷσι δ' ἂν κατὰ τὸ ἰσχίον ἡ ἐξάρθρησις γένηται, τούτοισι τοῦ μηροῦ τὸ ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν, ἀλλὰ βραχύτερον τοῦ ὑγιέος γίνεται τὰ μέντοι τῆς κνήμης ὀστέα οὐχ ὁμοίως τούτοισιν ἀναυξέα γίνεται, οὐδὲ τὰ τοῦ ποδὸς, διὰ τοῦτο δὲ, ὅτι τὸ τοῦ μηροῦ ἄρθρον τὸ παρὰ τὴν κνήμην ἐν τῇ ἑωυτοῦ φύσει μένει, καὶ τὸ τῆς κνήμης τὸ παρὰ τὸν

πόδα σάρκες μέντοι μινύθουσι παντὸς τοῦ σκέλεος τούτοισιν εἰ μέντοι χρέεσθαι τῷ σκέλεϊ ἠδύναντο, ἔτι ἂν μᾶλλον τὰ ὀστέα ξυνηυξάνετο, ὡς καὶ πρόσθεν εἴρηται, πλὴν τοῦ μηροῦ, κἂν ἧσσον ἄσαρκα εἴη, ἀσαρκότερα δὲ πολλῷ ἢ εἰ ὑγιέα ἦν. Σημήϊον δὲ, ὅτι ταῦτα τοιαῦτά ἐστιν ὁκόσοι γὰρ, τοῦ βραχίονος ἐκπεσόντος, γαλιάγκωνες ἐγένοντο ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει πρὶν τελειωθῆναι, οὗτοι τὸ μὲν ὀστέον τοῦ βραχίονος βραχὺ ἴσχουσι, τὸν δὲ πῆχυν καὶ ἄκρην τὴν χεῖρα ὀλίγῳ ἐνδεεστέρην τοῦ ὑγιέος, διὰ ταύτας τὰς προφάσιας τὰς εἰρημένας, ὅτι ὁ μὲν βραχίων ἐγγυτάτω τοῦ ἄρθρου τοῦ τρώματός ἐστιν, ὥστε διὰ τοῦτο βραχύτερος γέγονεν ὁ δ' αὖ πῆχυς διὰ τοῦτο οὐχ ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ βραχίονος ἄρθρον τὸ πρὸς τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, ἥ τε αὖ χεὶρ ἄκρη ἔτι τηλοτέρω ἄπεστιν, ἢ ὁ πῆχυς, ἀπὸ τῆς ξυμφορῆς. Διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας, τῶν ὀστέων τά τε μὴ ξυναυξανόμενα οὐ ξυναυξάνεται, τά τε ξυναυξανόμενα ξυναυξάνεται. Ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ καὶ τῷ βραχίονι ἡ ταλαιπωρίη τῆς χειρὸς μέγα προσωφελέει ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ πλεῖστα προθυμέονται οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ, ὅσα περ καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ τῶν σκελέων, ἀλλὰ κοῦφα αὐτέῃσι τὰ ἔργα ἐστίν. Διὰ δὲ τὴν χρῆσιν οὐ μινύθουσιν αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα καὶ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν,

ἀλλὰ καὶ ὁ βραχίων τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα ὅταν δὲ ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ ἔσω μέρος ἐκ γενεῆς, ἢ καὶ ἔτι νηπίῳ ἐόντι, μινύθουσιν αἱ σάρκες διὰ τοῦτο μᾶλλον ἢ τῆς χειρὸς, ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλεϊ. Μαρτύριον δέ τι ἓν ἔσται καὶ ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν, ὅτι ταῦτα τοιαῦτά ἐστιν.

54. Ὁκόσοισι δ'ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον εἰκότως οὐ γὰρ ἐπ' ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε ἔσω ἐκπέπτωκεν, ἀλλὰ παρ' ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ διὰ τοῦτο μὲν βραχύτερον φαίνεται. Ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνεται ἔξωθεν δὲ ὁ γλουτὸς ὑποκυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυίης ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ τὸ δὲ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἔσω ῥέπον φαίνεται, καὶ ἡ κνήμη, καὶ ὁ πούς ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. Τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσιν.

55. Οἷσι μὲν οὖν ἂν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον

μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ ξύμπαν σκέλος, ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνέεσθαι ἐπὶ τῆς γῆς, τῷ δὲ στήθεϊ τοῦ ποδὸς βαίνουσιν ἐπὶ τὴν γῆν ὀλίγον δὲ ἐς τὸ ἔσω μέρος ῥέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. Ὀχέειν δὲ δύναται τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον, ἢ οἷσιν ἂν ἐς τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν, ὅτι ἡ κεφαλὴ τοῦ μηροῦ, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει πεφυκὼς, ὑπὸ συχνῷ μέρεϊ τοῦ ἰσχίου τὴν ὑπόστασιν πεποίηται, ἅμα δὲ, ὅτι ἄκρος ὁ ποὺς οὐκ ἐς τὸ ἔξω μέρος ἀναγκάζεται ἐκκεκλίσθαι, ἀλλ' ἐγγύς ἐστι τῆς ἰθυωρίης τῆς κατὰ τὸ σῶμα, καὶ τείνει καὶ ἐσωτέρω. Ὅταν οὖν τρίβον μὲν λάβῃ τὸ ἄρθρον ἐν τῇ σαρκὶ, εἰς ἣν ἐξεκλίθη, ἡ δὲ σὰρξ γλισχρανθῇ, ἀνώδυνον τῷ χρόνῳ γίνεται ὅταν δὲ ἀνώδυνον γένηται, δύνανται μὲν ὁδοιπορέειν ἄνευ ξύλου, ἢν ἄλλως βούλωνται δύνανται δὲ ὀχέειν τὸ σῶμα ἐπὶ τὸ σιναρὸν σκέλος. Δι' οὖν τὴν χρῆσιν ἧσσον τοῖσι τοιούτοισιν ἐκθηλύνονται αἱ σάρκες, ἢ οἷσιν ὀλίγον πρόσθεν εἴρηται ἐκθηλύνονται δὲ ἢ πλεῖον, ἢ ἔλασσον μᾶλλον δέ τι ἐκθηλύνονται κατὰ τὸ ἔσω μέρος, ἢ κατὰ τὸ ἔξω, ὡς ἐπὶ τὸ πολύ. Τὸ μέντοι ὑπόδημα μετεξέτεροι τούτων ὑποδέεσθαι οὐ δύνανται διὰ τὴν ἀκαμπίην τοῦ σκέλεος, οἱ δέ τινες καὶ δύνανται. Οἷσι δὲ ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, ἢ ἔτι ἐν αὐξήσει ἐοῦσι βίῃ ἐκπεσὸν ἤδη μὴ ἐμπέσῃ, ἢ καὶ ὑπὸ νούσου ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον καὶ ἐκπαλήσῃ πολλὰ γὰρ τοιαῦτα γίνεται, καὶ ἐνίων μὲν τῶν τοιούτων ἢν ἐπισφακελίσῃ ὁ μηρὸς, ἐμπυήματα χρόνια καὶ ἔμμοτα γίνεται, καὶ ὀστέων ψιλώσιες ἐνίοισιν, ὁμοίως δὲ καὶ οἷσιν ἐπισφακελίζει,

καὶ οἷσι μὴ ἐπισφακελίζει, τοῦ μηροῦ τὸ ὀστέον πολλῷ βραχύτερον γίνεται, καὶ οὐκ ἐθέλει ξυναύξεσθαι, ὥσπερ τοῦ ὑγιέος τὰ μέντοι τῆς κνήμης βραχύτερα μὲν γίνεται, ἢ τὰ τῆς ἑτέρης, ὀλίγῳ δὲ, διὰ τὰς αὐτὰς προφάσιας, αἳ καὶ πρόσθεν εἴρηνται ὁδοιπορέειν τε δύνανται οἱ τοιοῦτοι, οἱ μέν τινες αὐτῶν τοῦτον τὸν τρόπον, ὥσπερ οἷσι τετελειωμένοισιν ἐξέπεσε καὶ μὴ ἐνέπεσεν, οἱ δὲ καὶ βαίνουσι μὲν παντὶ τῷ ποδὶ, διαρρέπουσι δὲ ἐν τῇσιν ὁδοιπορίῃσιν, ἀναγκαζόμενοι διὰ τὴν βραχύτητα τοῦ σκέλεος. Ταῦτα δὲ τοιαῦτα γίνεται, ἢν ἐπιμελέως μὲν παιδαγωγηθῶσιν ἐν τοῖσι σχήμασι καὶ ὀρθῶς, ἐν οἷσι δεῖ, πρὶν κρατυνθῆναι ἐς τὴν ὁδοιπορίην, ἐπιμελέως δὲ καὶ ὀρθῶς, ἐπὴν κρατυνθῶσιν πλείστης δὲ ἐπιμελείης δέονται, οἷσιν ἂν νηπιωτάτοισιν ἐοῦσιν αὕτη ἡ ξυμφορὴ γένηται ἢν γὰρ ἀμεληθῶσι νήπιοι ἐόντες, ἀχρήϊον παντάπασι καὶ ἀναυξὲς ὅλον τὸ σκέλος γίνεται. Αἱ δὲ σάρκες τοῦ ξύμπαντος σκέλεος μινύθουσι μᾶλλον, ἢ τοῦ ὑγιέος πάνυ μὴν πολλῷ ἧσσον τούτοισι μινύθουσιν, ἢ οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ, διὰ τὴν χρῆσιν καὶ τὴν ταλαιπωρίην, οἷον εὐθέως δύνασθαι χρέεσθαι τῷ σκέλεϊ, ὡς καὶ πρόσθεν ὀλίγῳ περὶ τῶν γαλιαγκώνων εἴρηται.

56. Εἰσὶ δέ τινες, ὧν τοῖσι μὲν ἐκ γενεῆς αὐτίκα, τοῖσι δὲ καὶ ὑπὸ νούσου ἀμφοτέρων τῶν σκελέων ἐξέστη τὰ ἄρθρα ἐς τὸ ἔξω μέρος τούτοισιν οὖν τὰ μὲν ὀστέα ταὐτὰ παθήματα πάσχει αἱ μέντοι

σάρκες ἥκιστα ἐκθηλύνονται τοῖσι τοιούτοισιν εὔσαρκα δὲ καὶ τὰ σκέλεα γίνεται, πλὴν εἴ τι ἄρα κατὰ τὸ εἴσω μέρος ἐλλείποι ὀλίγον διὰ τοῦτο δὲ εὔσαρκά ἐστιν, ὅτι ἀμφοτέροισι τοῖσι σκέλεσιν ὁμοίως ἡ χρῆσις γίνεται ὁμοίως γὰρ σαλεύουσιν ἐν τῇ ὁδοιπορίῃ ἔνθα καὶ ἔνθα ἐξεχέγλουτοι δὲ οὗτοι ἰσχυρῶς φαίνονται διὰ τὴν ἔκστασιν τῶν ἄρθρων. Ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα, μηδὲ κυφοὶ ἀνωτέρω τῶν ἰσχίων γένωνται ἐνίους γὰρ καὶ τὰ τοιαῦτα καταλαμβάνεἰ, ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς ὑγιηροὶ τἄλλα διαφέρονται ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται, πλὴν τῆς κεφαλῆς.

57. Ὅσοισι δ' ἂν ἐς τοὔπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ ἐκπίπτει, οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν, οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην ἀλλ' ἥκιστα τῶν ἐκπαλέων οὗτοι ἐκτανύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα, καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. Προσξυνιέναι μὲν οὖν καὶ τόδε χρὴ εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστι, καὶ τοὺς πλείστους λήθεἰ, ὅτι οὐδ' ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκτανύειν

τὸ ἄρθρον, ἢν μὴ ξυνεκτανύωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν ἢν μὴ πάνυ ἄνω ἀείρωσι τὸν πόδα, οὕτω δ' ἂν δύναιντο οὐ τοίνυν οὐδὲ ξυγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον, ἢν μὴ ξυγκάμψωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον. Πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει, καὶ κατὰ νεύρων ξυντάσιας, καὶ κατὰ μυῶν σχήματα, καὶ πλεῖστά τε καὶ πλείστου ἄξια γινώσκεσθαι, ἢ ὥς τις οἴεται, καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν, καὶ τὴν τῆς ξυμπάσης κοιλίης, καὶ κατὰ τὰς τῶν ὑστερέων πλάνας καὶ ξυντάσιας ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι λόγος ἔσται, ἠδελφισμένος τοῖσι νῦν λεγομένοισιν. Περὶ οὗ δὲ ὁ λόγος ἐστὶν, οὔτε ἐκτανύειν δύνανται, ὥσπερ ἤδη εἴρηται βραχύτερόν τε τὸ σκέλος φαίνεται διὰ δισσὰς προφάσιας, ὅτι τε οὐκ ἐκτανύεται, ὅτι τε πρὸς τὴν σάρκα ὠλίσθηκε τὴν τοῦ πυγαίου ἡ γὰρ φύσις τοῦ ἰσχίου τοῦ ὀστέου ταύτῃ, ᾗ καὶ ἡ κεφαλὴ καὶ ὁ αὐχὴν τοῦ μηροῦ γίνεται, ὅταν δὲ ἐξαρθρήσῃ, καταφερὴς πέφυκεν ἐπὶ τοῦ πυγαίου τὸ ἔξω μέρος. Ξυγκάμπτειν μέντοι δύνανται, ὅταν μὴ ἡ ὀδύνη κωλύῃ καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικέως φαίνεται, καὶ οὔτε τῇ, οὔτε τῇ πολὺ ἐκκεκλιμένα κατὰ δὲ τὸν βουβῶνα δοκέει τι ἡ σὰρξ λαπαρωτέρη εἶναι, ποτὶ καὶ ψαυομένη, ἅτε τοῦ ἄρθρου ἐς τὰ ἐπὶ θάτερα μέρη

ὠλισθηκότος κατὰ δὲ αὐτὸ τὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκέει ἐξογκέειν μᾶλλον. Τὰ μὲν οὖν σημήϊα ταῦτα, ᾧ ἂν ἐς τὸ ὄπισθεν ἐκπεπτώκῃ ὁ μηρός.

58. Ὅτεῳ μὲν οὖν ἂν τετελειωμένῳ ἤδη ἐκπεσὼν μὴ ἐμπέσῃ, ὁδοιπορέειν μὲν δύναται, ὅταν ὁ χρόνος ἐγγένηται, καὶ ἡ ὀδύνη παύσηται, καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθαι ἀναγκάζεται μέντοι ἰσχυρῶς ξυγκάμπτειν κατὰ τοὺς βουβῶνας ὁδοιπορέων, διὰ δισσὰς προφάσιας, ἅμα μὲν ὅτι πολλῷ βραχύτερον τὸ σκέλος γίνεται διὰ τὰ προειρημένα, καὶ τῇ μὲν πτέρνῃ καὶ πάνυ πολλοῦ δέεται ψαύειν τῆς γῆς μόλις δὲ τῷ στήθεϊ τοῦ ποδὸς καθικνέεται, καὶ οὐδὲ οὕτως, ἢν μὴ κάμψῃ αὐτὸς ἑωυτὸν κατὰ τοὺς βουβῶνας, καὶ τῷ ἑτέρῳ σκέλεϊ κατὰ τὴν ἰγνύην ἐπιξυγκάμψῃ. Ἐπὶ δὲ τούτοισιν ἀναγκάζεται, ὥστε τῇ χειρὶ τῇ κατὰ τὸ σιναρὸν σκέλος ἐρείδεσθαι ἐς τὸ ἄνω τοῦ μηροῦ ἐφ' ἑκάστῃ ξυμβάσει ἀναγκάζει οὖν τι καὶ τοῦτο αὐτὸ, ὥστε κάμπτεσθαι κατὰ τοὺς βουβῶνας ἐν γὰρ τῇ μεταλλαγῇ τῶν σκελέων ἐν τῇ ὁδοιπορίῃ οὐ δύναται τὸ σῶμα ὀχέεσθαι ἐπὶ τοῦ σιναροῦ σκέλεος, εἰ μὴ προσκατερείδεται

τὸ σιναρὸν πρὸς τὴν γῆν ὑπὸ τῆς χειρὸς, ἅτε οὐχ ὑφεστεῶτος τοῦ ἄρθρου ὑπὸ τῷ σῶματι, ἀλλ' ἐς τὸ ὄπισθεν ἐξεστεῶτος κατὰ τὸ ἰσχίον εἰ γὰρ πειρήσαιτο καὶ ἐπ' ὀλίγον τοῦ ποδὸς ὀχηθῆναι μηδενὶ ἄλλῳ ἀντιστηριζόμενος, ἐς τὸ ὀπίσω ἂν πέσοι ἡ γὰρ ῥοπὴ πολλὴ ἂν εἴη, τῶν ἰσχίων ἐπὶ πουλὺ ἐς τοὐπίσω ὑπερεχόντων ὑπὲρ τοῦ ποδὸς τῆς βάσιος, καὶ τῆς ῥάχιος ἐς τὰ ἰσχία ῥεπούσης. Ἄνευ μὲν οὖν ξύλου δύνανται ὁδοιπορέειν οἱ τοιοῦτοι, ἢν ἄλλως ἐθισθέωσιν διὰ τοῦτο, ὅτι ἡ βάσις τοῦ ποδὸς κατὰ τὴν ἀρχαίην ἰθυωρίην ἐστὶν, ἀλλ' οὐκ ἐς τὸ ἔξω ἐκκεκλιμένη, διὰ τοῦτο οὐδὲ δέονται τῆς ἀντικοντώσιος. Ὅσοι μέντοι βούλονται ἀντὶ τῆς τοῦ μηροῦ ἐπιλαβῆς ὑπὸ τὴν μασχάλην τὴν κατὰ τὸ σιναρὸν σκέλος ὑποτιθέμενοι σκίπωνα ἀντερείδειν, κεῖνοι, ἢν μὲν μακρότερον τὸν σκίπωνα ὑποτιθέοιντο, ὀρθότεροι μὲν ὁδοιπορήσουσι, τῷ δὲ ποδὶ πρὸς τὴν γῆν οὐκ ἐρείδονται εἰ δ' αὖ βούλονται ἐρείδεσθαι τῷ ποδὶ, βραχύτερον μὲν τὸ ξύλον φορητέον, κατὰ δὲ τοὺς βουβῶνας ἐπιξυγκάμπτεσθαι ἂν δέοι αὐτούς. Τῶν δὲ σαρκῶν αἱ μινυθήσιες κατὰ λόγον. γίνονται καὶ τούτοισιν, ὥσπερ πρόσθεν εἴρηται τοῖσι μὲν γὰρ μετέωρον ἔχουσι τὸ σκέλος καὶ μηδὲν ταλαιπωρέουσιν, τούτοισι καὶ μάλιστα μινύθουσιν οἳ δ' ἂν πλεῖστα χρέωνται τῇ ἐπιβάσει, τούτοισιν

ἥκιστα μινύθουσιν. Τὸ μέντοι ὑγιὲς σκέλος οὐκ ὠφελέεται, ἀλλὰ μᾶλλον ̣αὶ ἀσχημονέστερον γίνεται, ἢν χρέωνται τῷ σιναρῷ σκέλεϊ ἐπὶ τὴν γῆν ξυνυπουργέον γὰρ ἐκείνῳ ἐξίσχιόν τε ἀπαναγκάζεται εἶναι, καὶ κατὰ τὴν ἰγνύην ξυγκάμπτειν ἢν δὲ μὴ προσχρέηται τῷ σιναρῷ ἐπὶ τὴν γῆν, ἀλλὰ, μετέωρον ἔχων, σκίπωνι ἀντερείδηται, οὕτω δὲ καρτερὸν γίνεται τὸ ὑγιὲς σκέλος ἔν τε γὰρ τῇ φύσει διαιτᾶται, καὶ τὰ γυμνάσια προσκρατύνει αὐτό. Φαίη μὲν οὖν ἄν τις, ἔξω ἰητρικῆς τὰ τοιαῦτα εἶναι τί γὰρ δῆθεν δεῖ περὶ τῶν ἤδη ἀνηκέστων γεγονότων ἔτι προσξυνιέναι; πολλοῦ δὲ δεῖ οὕτως ἔχειν τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα ξυνιέναι οὐ γὰρ οἷόν τε ἀπαλλοτριωθῆναι ἀπ' ἀλλήλων. Δεῖ μὲν γὰρ ἐς τὰ ἀκεστὰ μηχανάασθαι, ὅκως μὴ ἀνήκεστα ἔσται, ξυνιέντα ὅκη ἂν μάλιστα κωλυτέα ἐς τὸ ἀνήκεστον ἐλθεῖν δεῖ δὲ τὰ ἀνήκεστα ξυνιέναι, ὡς μὴ μάτην λυμαίνηται τὰ δὲ προρρήματα λαμπρὰ καὶ ἀγωνιστικὰ, ἀπὸ τοῦ διαγινώσκειν, ὅπη ἕκαστον, καὶ οἵως, καὶ ὁκότε τελευτήσει, ἤν τε ἐς τὸ ἀκεστὸν τράπηται, ἤν τε ἐς τὸ ἀνήκεστον. Ὁκόσοισι δ' ἂν ἐκ γενεῆς, ἢ καὶ ἄλλως πως ἐν αὐξήσει ἐοῦσιν, οὕτως ὀλίσθῃ τὸ ἄρθρον ὀπίσω, καὶ μὴ ἐμπέσῃ, ἤν τε βίῃ ὀλίσθῃ, ἤν τε καὶ ὑπὸ νούσου πολλὰ γὰρ τοιαῦτα ἐξαρθρήματα γίνετα ἐν νούσοισιν οἷαι δέ τινές εἰσιν αἱ νοῦσοι, ἐν ᾗσιν ἐξ̣θρέεται τὰ τοιαῦτα, ὕστερον γεγράψεταἰ, ἢν οὖν ἐκστὰν μὴ ἐμπέσῃ, τοῦ μὲν μηροῦ τὸ ὀστέον βραχὺ γίνεται, κακοῦται δὲ καὶ

πᾶν τὸ σκέλος, καὶ ἀναυξέστερον γίνεται καὶ ἀσαρκότερον πολλῷ διὰ τὸ μηδὲν προσχρέεσθαι αὐτῷ κακοῦται γὰρ τούτοισι καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται διὰ τὰ πρόσθεν εἰρημένα διὸ οὐ δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ἐκτανύειν, οἷσιν ἂν οὕτως ἰσχίον ἐκπέσῃ. Ως γὰρ ἐν κεφαλαίῳ εἰπεῖν, πάντα τὰ ἐν τῷ σώματι ὁκόσα ἐπὶ χρήσει γέγονε, χρεομένοισι μὲν μέτρια καὶ γυμναζομένοισιν ἐν τῇσι ταλαιπωρίῃσιν, ἐν ᾗσιν ἕκαστα εἴθισται, οὕτω μὲν ὑγιεινὰ καὶ αὔξιμα καὶ εὔγηρα γίνεται μὴ χρεομένοισι δὲ, ἀλλ' ἐλινύουσι νοσηρότερα γίνεται καὶ ἀναυξέα καὶ ταχύγηρα. Ἐν δὲ τούτοισιν οὐχ ἥκιστα τὰ ἄρθρα τοῦτο πέπονθε καὶ τὰ νεῦρα, ἢν μή τις αὐτοῖσι χρέηται κακοῦνται μὲν οὖν διὰ ταύτας τὰς προφάσιας μᾶλλόν τι ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἢ ἐν τοῖσιν ἄλλοισιν ὅλον γὰρ τὸ σκέλος ἀναυξὲς γίνεται, καὶ τῇ ἀπὸ τῶν ὀστέων φύσει, καὶ τῇ ἀπὸ τῶν σαρκῶν οἱ οὖν τοιοῦτοι ὁκόταν ἀνδρωθῶσι, μετέωρον καὶ ξυγκεκαμμένον τὸ σκέλος ἴσχουσιν, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχέονται, καὶ τῷ ξύλῳ ἀντιστηριζόμενοι, οἱ μὲν, ἑνὶ, οἱ δὲ, δυσίν.

59. Οἷσι δ' ἂν ἐς τοὔμπροσθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ τοῦτο γίνεται, οὗτοι ἐκτανύειν μὲν τὸ σκέλος δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὰ κατὰ τὸν βουβῶνα πονέουσι δὲ, καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν. Μῆκος δὲ τοῦ σκέλεος παραπλήσιον φαίνεται, κατὰ

μὲν τὴν πτέρνην καὶ πάνυ ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς τοὔμπροσθεν ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην τὴν κατὰ φύσιν, καὶ οὔτε τῇ, οὔτε τῇ ῥέπει. Ὀδυνῶνται δὲ αὐτίκα οὗτοι μάλιστα, καὶ οὖρον ἴσχεται τὸ πρῶτον τούτοισι μᾶλλόν τι, ἢ τοῖσιν ἄλλοισιν ἐξαρθρήμασιν ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν τόνων τῶν ἐπικαίρων. Καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέον τε καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον, στολιδωδέστερον καὶ ἀσαρκότερον. Ταῦτα μὲν οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ μηρός.

60. Ὁκόσοισι μὲν οὖν ἂν ἤδη ἠνδρωμένοισι τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι, ὁκόταν αὐτοῖσιν ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθῇ ἐν τῷ χωρίῳ τούτῳ στροφᾶσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδὸν εὐθὺς ὀρθοὶ ὁδοιπορέειν ἄνευ ξύλου, καὶ πάνυ μέντοι εὐθέες, ἐπὶ δὲ τὸ σιναρὸν, ἅτε οὔτε κατὰ τὸν βουβῶνα εὔκαμπτοι ἐόντες, οὔτε κατὰ τὴν ἰγνύην διὰ οὖν τοῦ βουβῶνος τὴν ἀκαμπίην εὐθυτέρῳ ὅλῳ τῷ σκέλεϊ ἐν τῇ ὁδοιπορίῃ χρέονται, ᾒ ὅτε ὑγίαινον. Καὶ σύρουσι δὲ ἐνίοτε πρὸς τὴν γῆν τὸν πόδα, ἅτε οὐ ῥηϊδίως ξυγκάμπτοντες τὰ ἄνω ἄρθρα, καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδί οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν, ἢ τῷ ἔμπροσθεν εἰ δέ γε ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ πτερνοβάται ἦσαν καὶ

γὰρ οἱ ὑγιαίνοντες ὅσῳ ἂν μέζον προβαίνοντες ὁδοιπορέωσι, τοσούτῳ μᾶλλον πτερνοβάται εἰσὶ, τιθέντες τὸν πόδα, αἴροντες δὲ τὸν ἐναντίον. Ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε, καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ προσεγχρίπτουσιν, ἢ τῷ ἔμπροσθεν τὸ γὰρ ἔμπροσθεν τοῦ ποδὸς, ὅταν ἐκτεταμένον ἔῃ τὸ ἄλλο σκέλος, οὐχ ὁμοίως δύναται ἐς τὸ πρόσω καμπύλλεσθαι, ὥσπερ ὅταν ξυγκεκαμμένον ἔῃ τὸ σκέλος οὔτ' αὖ σιμοῦσθαι δύναται ὁ ποὺς, ξυγκεκαμμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον ἔῃ τὸ σκέλος. Ὑγιαίνουσά τε οὖν ἡ φύσις οὕτω πέφυκεν, ὥσπερ εἴρηται ὅταν δὲ ἐκπεσὸν μὴ ἐμπέσῃ τὸ ἄρθρον, οὕτως ὁδοιπορέουσιν, ὡς εἴρηται, διὰ τὰς προφάσιας ταύτας τὰς εἰρημένας ἀσαρκότερον μέντοι τὸ σκέλος τοῦ ἑτέρου γίνεται, κατά τε τὸ πυγαῖον, κατά τε τὴν γαστροκνημίην, καὶ κατὰ τὴν ὄπισθεν ἴξιν. Οἷσι δ' ἂν νηπίοισιν ἔτι ἐοῦσι τὸ ἄρθρον οὕτως ὀλισθάνον μὴ ἐμπέσῃ, ἢ καὶ ἐκ γενεῆς οὕτω γένηται, καὶ τούτοισι τὸ τοῦ μηροῦ ὀστέον μᾶλλόν τι μινύθει, ἢ τὰ τῆς κνήμης καὶ τὰ τοῦ ποδός ἥκιστα μὴν ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ὁ μηρὸς μειοῦται. Μινύθουσι μέντοι αἱ σάρκες πάντη, μάλιστα δὲ κατὰ τὴν ὄπισθεν ἴξιν, ὥσπερ ἤδη καὶ πρόσθεν εἴρηται. Ὅσοι μὲν οὖν ἂν τιθηνηθῶσιν ὀρθῶς, οὗτοι μὲν δύνανται προσχρέεσθαι τῷ σκέλεϊ αὐξανόμενοι, βραχυτέρῳ μέν τινι τοῦ ἑτέρου ἐόντι, ὅμως δὲ ἐρειδόμενοι ξύλῳ ἐπὶ ταῦτα, ᾗ τὸ σιναρὸν σκέλος οὐ γὰρ κάρτα δύνανται ἄνευ τῆς πτέρνης τῷ στήθεϊ τοῦ ποδὸς χρέεσθαι, ἐπικαθιέντες ὥσπερ

ἐν ἑτέροισι χωλεύμασιν ἔνιοι δύνανται αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὸ ὀλίγῳ πρόσθεν εἰρημένον διὰ οὖν τοῦτο προσδέονται ξύλου. Ὅσοι δ' ἂν καταμεληθέωσι καὶ μηδὲν χρέωνται ἐπὶ τὴν γῆν τῷ σκέλεϊ, ἀλλὰ μετέωρον ἔχωσι, τούτοισι μινύθει μὲν τὰ ὀστέα ἐς αὔξησιν μᾶλλον, ἢ τοῖσι χρεομένοισιν μινύθουσι δὲ καὶ αἱ σάρκες πολὺ μᾶλλον, ἢ τοῖσι χρεομένοισιν κατὰ δὲ τὰ ἄρθρα ἐς τὸ εὐθὺ πηροῦται τούτοισι τὸ σκέλος μᾶλλόν τι, ἢ οἷσιν ἂν ἄλλως ἐκπεπτώκῃ.

61. Ως μὲν οὖν ἐν κεφαλαίῳ εἰρῆσθαι, τὰ ἄρθρα τὰ ἐκπίπτοντα καὶ τὰ ὀλισθάνοντα ἀνίσως αὐτὰ ἑωυτοῖσιν ἐκπίπτει καὶ ὀλισθάνει, ἄλλοτε μὲν πουλὺ πλεῖον, ἄλλοτε δὲ πολὺ ἔλασσον καὶ οἷσι μὲν ἂν πολὺ πλεῖον ὀλίσθῃ ἢ ἐκπέσῃ, χαλεπώτερα ἐμβάλλειν τὸ ἐπίπαν ἐστὶ, καὶ ἢν μὴ ἐμβιβασθῇ, μέζους καὶ ἐπιδηλοτέρας τὰς πηρώσιας καὶ κακώσιας ἴσχει τὰ τοιαῦτα, καὶ ὀστέων, καὶ σαρκῶν, καὶ σχημάτων ὅταν δὲ μεῖον ἐκπέσῃ καὶ ὀλίσθῃ, ῥηΐδιον μὲν ἐμβάλλειν τὰ τοιαῦτα τῶν ἑτέρων γίνεται, ἢν δὲ καταπορηθῇ ἢ ἀμεληθῇ ἐμπεσεῖν, μείους καὶ ἀσινέστεραι αἱ πηρώσιες γίνονται τούτοισιν, ἢ οἷσιν ὀλίγῳ πρόσθεν εἴρηται. Τὰ μὲν οὖν ἄλλα ἄρθρα καὶ πάνυ πολὺ διαφέρει ἐς τὸ ὁτὲ μὲν μεῖον, ὁτὲ δὲ μεῖζον τὸ ὀλίσθημα ποιέεσθαι μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ

παραπλησιώτατα ὀλισθάνουσιν αὐτὴ ἑωυτῇ ἑκατέρη ἅτε γὰρ στρογγύλαι μὲν αἱ κεφαλαὶ ἐοῦσαι, ἁπλῆν τῆν στρογγύλωσιν καὶ φαλακρὴν ἔχουσι, κυκλοτερέες δὲ αἱ κοιλίαι ἐοῦσαι, αἱ δεχόμεναι τὰς κεφαλὰς, ἁρμόζουσι δὲ τῇσι κεφαλῇσιν διὰ τοῦτο οὐκ ἔστιν αὐτῇσι τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρου ὀλισθάνοι γὰρ ἂν διὰ τὴν περιφερείην, ἢ ἐς τὸ ἔξω, ἢ ἐς τὸ ἔσω. Περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτουσι τελέως ἤδη, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν ὅμως δὲ καὶ ταῦτα ὁτὲ μὲν πλεῖον ἀποπηδᾷ ἀπὸ τῆς φύσιος, ὁτὲ δὲ ἔλασσον μᾶλλον δέ τι μηρὸς τοῦτο βραχίονος πέπονθεν.

62. Ἐπεὶ ἔνια καὶ τῶν ἐκ γενεῆς γενομένων ὀλισθημάτων, ἢν

μικρὸν ὀλίσθῃ, οἷά τε ἐς τὴν φύσιν ἄγεσθαι, καὶ μάλιστα τὰ παρὰ τοῦ ποδὸς ἄρθρα. Ὁκόσοι ἐκ γενεῆς κυλλοὶ γίνονται, τὰ πλεῖστα τούτων ἰήσιμά ἐστιν, ἢν μὴ πάνυ μεγάλη ἡ ἔκκλισις ἔῃ, ἢ καὶ προαυξέων γεγονότων ἤδη τῶν παιδίων ξυμβῇ. Ἄριστον μὲν οὖν ὡς τάχιστα ἰητρεύειν τὰ τοιαῦτα, πρὶν πάνυ μεγάλην τὴν ἔνδειαν τῶν ὀστέων τῶν ἐν τῷ ποδὶ γενέσθαι, πρίν τε πάνυ μεγάλην τὴν ἔνδειαν τῶν σαρκῶν τῶν κατὰ τὴν κνήμην εἶναι. Τρόπος μὲν οὖν κυλλώσιος οὐχ εἷς, ἀλλὰ πλείονες, τὰ πλεῖστα μὴν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι' ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα. Προσέχειν δὲ καὶ ἐν τῇ ἰητρείῃ τοισίδε χρή ἀπωθέειν μὲν καὶ κατορθοῦν τῆς κνήμης τὸ κατὰ τὸ σφυρὸν ὀστέον, τὸ ἔξωθεν, ἐς τὸ ἔσω μέρος, ἀντωθέειν δὲ ἐς τὸ ἔξω μέρος τὸ τῆς πτέρνης τὸ κατὰ τὴν ἴξιν, ὅκως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστέα τὰ ἐξίσχοντα κατὰ μέσον τε καὶ πλάγιον τὸν πόδα τοὺς δ' αὖ δακτύλους ἀθρόους ξὺν τῷ μεγάλῳ δακτύλῳ ἐς

τὸ εἴσω μέρος ἐγκλίνειν καὶ περιαναγκάζειν οὕτως ἐπιδεῖν δὲ κηρωτῇ ἐρρητινωμένῃ εὖ, καὶ σπλήνεσι, καὶ ὀθονίοισι μαλθακοῖσι, μὴ ὀλίγοισι, μηδὲ ἄγαν πιέζοντα οὕτω δὲ τὰς περιαγωγὰς ποιέεσθαι τῆς ἐπιδέσιος, ὥσπερ καὶ τῇσι χερσὶν ἡ κατόρθωσις ἦν τοῦ ποδὸς, ὅκως ὁ ποὺς ὀλίγῳ μᾶλλον ἐς τὸ βλαισὸν ῥέπων φαίνηται. Ἴχνος δέ τι χρὴ ποιέεσθαι, ἢ δέρματος μὴ ἄγαν σκληροῦ, ἢ μολύβδινον, προσεπιδεῖν δὲ, μὴ πρὸς τὸν χρῶτα τιθέντα, ἀλλ' ὅταν ἤδη τοῖσιν ὑστάτοισιν ὀθονίοισι μέλλῃς ἐπιδέειν ὅταν δὲ ἤδη ἐπιδεδεμένος ἔῃ, ἑνός τινος τῶν ὀθονίων χρὴ, οἷσιν ἐπιδέεται, τὴν ἀρχὴν προσράψαι πρὸς τὰ κάτω τοῦ ποδὸς ἐπιδέσματα κατὰ τὴν ἴξιν τοῦ μικροῦ δακτύλου ἔπειτα ἐς τὸ ἄνω τείνοντα, ὅκως ἂν δοκέῃ μετρίως ἔχειν, περιβάλλειν ἄνωθεν τῆς γαστροκνημίης, ὡς μόνιμον ἔῃ, κατατεταγμένον οὕτως. Ἁπλῷ δὲ λόγῳ, ὥσπερ κηροπλαστέοντα, χρὴ ἐς τὴν φύσιν τὴν δικαίην ἄγειν καὶ τὰ ἐκκεκλιμένα καὶ τὰ συντεταμένα παρὰ τὴν φύσιν, καὶ τῇσι χερσὶν οὕτω διορθοῦντα, καὶ τῇ ἐπιδέσει ὡσαύτως, προσάγειν δὲ οὐ βιαίως, ἀλλὰ παρηγορικῶς προσράπτειν δὲ τὰ ὀθόνια, ὅκως ἂν ξυμφέρῃ τὰς ἀναλήψιας ποιέεσθαι, ἄλλα γὰρ ἄλλης τῶν χωλωμάτων δέεται ἀναλήψιος. Ὑποδημάτιον δὲ ποιέεσθαι μολύβδινον, ἔξωθεν τῆς ἐπιδέσιος

ἐπιδεδεμένον, οἷον αἱ χῖαι κρηπῖδες ῥυθμὸν εἶχον ἀλλ' οὐδὲν αὐτοῦ δεῖ, ἤν τις ὀρθῶς μὲν τῇσι χερσὶ διορθώσῃ, ὀρθῶς δὲ τοῖσιν ὀθονίοισιν ἐπιδέῃ, ὀρθῶς δὲ καὶ τὰς ἀναλήψιας ποιοῖτο. Ἡ μὲν οὖν ἴησις αὕτη, καὶ οὔτε τομῆς, οὔτε καύσιος οὐδὲν δεῖ, οὔτ' ἄλλης ποικιλίης θᾶσσον γὰρ ἐνακούει τὰ τοιαῦτα τῆς ἰητρείης, ἢ ὡς ἄν τις οἴοιτο. Προσνικᾷν μέντοι χρὴ τῷ χρόνῳ, ἕως ἂν αὐξηθῇ τὸ σῶμα ἐν τοῖσι δικαίοισι σχήμασιν. Ὅταν δὲ ἐς ὑποδήματος λόγον ἴῃ, ἀρβύλαι ἐπιτηδειόταται αἱ πηλοπάτιδες καλεόμεναι τοῦτο γὰρ ὑποδημάτων ἥκιστα κρατέεται ὑπὸ τοῦ ποδὸς, ἀλλὰ κρατέει μᾶλλον ἐπιτήδειος δὲ καὶ ὁ κρητικὸς τρόπος τῶν ὑποδημάτων.

63. Ὅσοισι δ' ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκος

ποιήσαντα τελείως ἐξίσχῃ κατὰ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε ἔσω ῥέψαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν, ἀλλ' ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβάλλειν. Σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ἀποθανεῖται, ᾧ ἂν ἐμβληθέντα ἐμμείνῃ, καὶ ἡ ζωὴ δὲ ὀλιγήμερος τουτέοισι γενήσεται ὀλίγοι γὰρ ἂν αὐτέων τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν σπασμὸς γὰρ ὁ κτείνων ἐστίν ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται τὴν κνήμην καὶ τὸν πόδα. Ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα καὶ οὐκ ἄν μοι δοκέει οὐδὲ ἐλλέβορος ὠφελήσειν, αὐθημερόν τε δοθεὶς, καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ, εἴπερ τι τοιοῦτον οὐ μέντοι γε οὐδὲ τοῦτο δοκέω. Ἢν δὲ μὴ ἐμβληθῇ, μηδ' ἀπ' ἀρχῆς μηδεὶς πειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτέων. Χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει, μοῦνον δὲ, μὴ ἀπῃωρημένα, μηδὲ κινεύμενα ἔστω ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν, ὀλίγοισι, μὴ ἄγαν ψυχροῖσι, ψῦχος γὰρ ἐν τοῖσι

τοιούτοισι σπασμὸν ἐπικαλέεται ἐπιτήδεια δὲ καὶ φύλλα σεύτλων, ἢ βηχίου, ἢ ἄλλου τινὸς τῶν τοιουτέων, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτιθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος, ἐπί τε τὰ περιέχοντα, κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ, καὶ ἔρια ῥυπαρὰ οἴνῳ καὶ ἐλαίῳ καταρραίνοντα χλιεροῖσιν ἄνωθεν ἐπιτέγγειν καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδε περιπλάσσειν εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν. Ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει ἔρια δὲ ἐπιτιθέντα, οἴνῳ ἐπιτέγγοντα, πουλὺν χρόνον ἐᾷν τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων, καὶ ὅσα ῥητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστιν χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων πουλὺν γὰρ χρόνον πλαδαρὴ γίνεται τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν. Εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι καὶ γὰρ ὁ ποὺς ἐς τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων, καὶ τὰ ὀστέα

τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πουλὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι, καὶ ταῦτα, ἢν ἀτρεμίζωσι πουλὺν χρόνον ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές. Ὅμως δὲ, περὶ οὗ ὁ λόγος, οὕτω μὲν ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος, ἀποθνήσκουσιν.

64. Ωὑτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔσω μέρος τῆς χειρὸς, ἤν τε ἐς τὸ ἔξω. Σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτι ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ καὶ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ. Οἷσι δ' ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται ἰητρείη δὲ τοιαύτη τοῖσι τοιουτέοισιν ἐπιτηδείη, οἵηπερ εἴρηται τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι, καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους ἢν μὲν γὰρ ἐς τὸ ἔσω μέρος ὀλίσθῃ τὰ ὀστέα, ξυγκάμπτειν οὐ δύνανται τοὺς δακτύλους ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκτανύειν οὐ δύνανται.

65. Ὅσοισι δ' ἂν κνήμης ὀστέον, ἕλκος ποιησάμενον παρὰ τὸ

γόνυ, ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ ἔσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν, ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. Ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσίν. Κινδυνωδέστερα δὲ ταῦτα τῶν ἑτέρων γίνεται, ὅσῳ ἂν ἀνωτέρω, καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ, καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. Ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολίσθῃ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν, ἔτι βιαιότερον καὶ θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων μὴ ἐμβληθὲν δὲ, πουλὺ κινδυνωδέστερον, ἢ τὰ πρόσθεν ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.

66. Ωὑτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων, καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ ἕλκος ποιησάμενα, πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ, ἐλπίδα σωτηρίης χώλωσις δὲ ἑτοίμη τοῖσι περιγενομένοισιν. Θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν. ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων, ἀτὰρ καὶ τοῖσι μὴ ἐμβαλλομένοισι κινδυνωδέστερα αὐτὰ ταῦτα. Εἰ δέ τινι τὰ ἀνώτατα ἄρθρα ἐξαρθρήσαντα,

ἕλκος ποιήσαντα, ἐξίσχοι, ταῦτα ἂν ἔτι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα εἴη, καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστατα ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι τῶν τοιουτέων.

67. Ὅσοισι δὲ ἄρθρα δακτύλων, ἢ ποδὸς ἢ χειρὸς, ἐξαρθρήσαντα, ἕλκος ποιήσαντα, ἐξέσχε, μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ' αὐτὴν τὴν ξύμφυσιν ἀποσπασθέντος, τούτοισιν ἢν ἐμβληθέντα ἐμμείνῃ, ἔνι μέν τις κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς πολλῆς καὶ μελέτης δέεται. Ἐμβάλλειν μέντοι ῥήιστον καὶ δυνατώτατον καὶ τεχνικώτατόν ἐστι τῷ μοχλίσκῳ, ὥσπερ καὶ πρόσθεν εἴρηται ἐν τοῖσι καταγνυμένοισι καὶ ἐξίσχουσιν ὀστέοισιν ἔπειτα ἀτρεμέειν ὡς μάλιστα χρὴ, καὶ κατακεῖσθαι, καὶ ὀλιγοσιτέειν ἄμεινον δὲ καὶ φαρμακεῦσαι ἄνω κούφῳ τινὶ φαρμάκῳ τὸ δὲ ἕλκος, ἰητρεύειν μὲν ἢ ἐναίμοισι τοῖσιν ἐπιτέγκτοισιν, ἢ πολυοφθάλμοισιν, ἢ οἷσι κεφαλῆς ὀστέα κατεηγότα ἰητρεύεται, κατάψυχρον δὲ κάρτα μηδὲν προσφέρειν. Ἥκιστα μὲν οὖν τὰ πρῶτα ἄρθρα κινδυνώδεά ἐστι, τὰ δὲ ἔτι ἀνωτέρω κινδυνωδέστερα. Ἐμβάλλειν δὲ χρὴ αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ,

τριταίῳ δὲ ἢ τεταρταίῳ ἥκιστα τεταρταῖα γὰρ ἐόντα, ἐπισημαίνει τῇσι παλιγκοτίῃσι μάλιστα. Οἷσιν ἂν οὖν μὴ αὐτίκα ἐγγένηται ἐμβάλλειν, ὑπερβαίνειν χρὴ ταύτας τὰς εἰρημένας ἡμέρας ὅ τι γὰρ ἂν ἔσω δέκα ἡμερέων ἐμβάλλῃς, σπᾷν καταληπτέον. Ἢν δὲ ἄρα ἐμβεβλημένῳ σπασμὸς ἐπιγένηται, ἐκβάλλειν τὸ ἄρθρον δεῖ ταχὺ, καὶ θερμῷ τέγγειν ὡς πλειστάκις, καὶ τὸ ὅλον σῶμα θερμῶς καὶ λιπαρῶς καὶ μαλθακῶς ἔχειν, καὶ μάλιστα κατὰ τὰ ἄρθρα κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή. Προσδέχεσθαι μέντοι χρὴ κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι τὰ γὰρ πλεῖστα οὕτω γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς, εἰ μὴ δι' ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι, οὐδὲν ἂν πάντως οὐδ' ἐμβάλλειν ἔδει. Τὰ μὲν οὖν κατὰ τὰ ἄρθρα ὀστέα ἐξίσχοντα ἐμβαλλόμενα οὕτω κινδυνώδεά ἐστιν, ὡς εἴρηται.

68. Ὅσα δὲ κατὰ τὰ ἄρθρα τὰ κατὰ τοὺς δακτύλους ἀποκόπτεται τελείως, ταῦτα ἀσινέα τὰ πλεῖστά ἐστιν, εἰ μή τις ἐν αὐτῇ τῇ τρώσει λειποθυμήσας βλαβείη καὶ ἰητρείη φαύλη ἀρκέσει τῶν τοιούτων ἑλκέων. Ἀτὰρ καὶ ὅσα μὴ κατὰ τὰ ἄρθρα, ἀλλὰ κατ' ἄλλην τινὰ ἴξιν τῶν ὀστέων ἀποκόπτεται, καὶ ταῦτα ἀσινέα ἐστὶ, καὶ ἔτι εὐαλθέστερα τῶν ἑτέρων καὶ ὅσα κατὰ τοὺς δακτύλους ὀστέα κατεηγότα ἐξίσχει μὴ κατὰ τὸ ἄρθρον, καὶ ταῦτα ἀσινέα ἐστὶν ἐμβαλλόμενα. Ἀποκόψιες δὲ τέλειαι ὀστέων καὶ κατὰ τὰ ἄρθρα καὶ ἐν ποδὶ, καὶ ἐν χειρὶ, καὶ ἐν κνήμῃ, τοῖσι παρὰ τὰ σφυρὰ, καὶ ἐν πήχεϊ, τοῖσι παρὰ τοὺς καρποὺς, τοῖσι πλείστοισιν ἀποκοπτομένοισιν ἀσινέα γίνεται, ὅσα ἂν μὴ αὐτίκα λειποθυμίη ἀνατρέψῃ, ἢ τεταρταίοισιν ἐοῦσι πυρετὸς ξυνεχὴς ἐπιγένηται.

69. Ἀποσφακελίσιες μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμορρόοισι γενομένοισιν ἀποσφιγχθεῖσιν ἰσχυρῶς, καὶ ἐν ὀστέων κατήγμασι πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι δεσμοῖσι βιαίοισιν ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ πολλοὶ περιγίνονται τῶν τοιούτων, καὶ οἷσι μηροῦ μέρος τι ἀποπίπτει, καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου, καὶ οἷσι βραχίονος, ἧσσον δέ πήχεός τε καὶ κνήμης ἀποπεσούσης, καὶ ἔτι εὐφόρως περιγίνονται. Οἷσι μὲν οὖν, κατεαγέντων τῶν ὀστέων, ἀποσφίγξιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι μὲν ταχεῖαι αἱ περιρρήξιες γίνονται τοῦ

σώματος, καὶ τὰ ἀποπίπτοντα ταχέως ἀποπίπτει, ἥδη τῶν ὀστέων προενδεδωκότων οἷσι δὲ, ὑγιέων ἐόντων τῶν ὀστέων, οἱ μελασμοὶ γίνονται, αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι, τὰ δὲ ὀστέα βραδέως ἀφίσταται, ᾗ ἂν τὰ ὅρια τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου. Χρὴ δὲ, ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ ἔῃ, ταῦτα, ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀναλγέα ἔῃ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον, προμηθεόμενον ὅκως μὴ τιτρώσκῃ ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος, καὶ μήπω κυρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ, ἧ ἀποτέμνεται, κάρτα κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι αἱ δὲ τοιαῦται λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. Μηροῦ μὲν οὖν ὀστέον, ψιλωθὲν ἐκ τοιούτου τρόπου, ὀγδοηκοσταῖον εἶδον ἐγὼ ἀποστάν ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι καὶ ἐγγυτέρω οὐ γὰρ ἅμα, ἀλλ' ἐπὶ τὸ προμηθέστερον ἔδοξέ μοί τι ποιέειν. Κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ, μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτέων. Διενέγκοι μὲν γὰρ ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν

διενέγκοι δ' ἄν τι καὶ πίεξις πιέξιος, καὶ ἐπὶ τὸ ἰσχυρότερόν τε καὶ ἀσθενέστερον, καὶ ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντων θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα, ἀλλ' ἐπιπολαιότερα ἐκπίπτει ἔνια δὲ οὐδὲ ἐς νεύρων ψιλώματα ἀφικνεῖται, ἀλλὰ ἐπιπολαιότερα ἐκπίπτει. Διὰ οὖν ταύτας τὰς εἰρημένας προφάσιας οὐκ ἐστὶν ἓν οὔνομα ἀριθμοῦ τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται. Προσδέχεσθαι δὲ μάλα χρὴ τὰ τοιαῦτα ἰήματα ἐσιδέειν γὰρ φοβερώτερά ἐστιν, ἢ ἰητρεύειν καὶ ἰητρείη πραείη ἀρκέει πᾶσι τοιούτοισιν αὐτὰ γὰρ ἑωυτὰ κρίνει μοῦνον τῆς δὲ διαίτης ἐπιμελέεσθαι χρὴ, ὡς κατὰ δύναμιν ἀπύρετος ἔῃ, καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα δίκαια δὲ ταῦτα, μηδὲ μετέωρον ποιέειν, μηδὲ ἐς τὸ κάτω ῥέπον, ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω, ποτὶ καὶ ἔστ' ἂν τελείως περιρραγῇ αἱμορραγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος διὰ τοῦτο οὖν οὐ χρὴ κατάρροπα τὰ τρώματα ποιέειν, ἀλλὰ τἀναντία. Ἐπεὶ ὅταν γε χρόνος ἐγγένηται πλείων, καὶ καθαρὰ τὰ ἕλκεα γένηται, οὐκ ἔτι τὰ αὐτὰ σχήματα ἐπιτήδειά ἐστιν,

ἀλλ' ἡ εὐθεῖα θέσις, καὶ ἐνίοτε ἐπὶ τὸ κατάρροπον ῥέποντα ἀνὰ χρόνον γὰρ ἐνίοισι τουτέων ἀποστάσιες πύου γίνονται, καὶ ὑποδεσμίδων δέονται. Προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης πιέζεσθαι καὶ γὰρ ἐπὶ τοῖσι μελαινομένοισι τοῖσι πλείστοισιν ἐπιγίνεται δυσεντερίη, καὶ ἐπὶ τῇσιν αἱμορραγίῃσιν ἐξ ἑλκέων ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ, κεκριμένων ἤδη τῶν μελασμῶν καὶ τῆς αἱμορραγίης, καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς ἀτὰρ οὔτε πολυήμερος γίνεται, οὔτε θανατώδης οὔτε γὰρ μάλα ἀπόσιτοι γίνονται οἱ τοιοῦτοι, οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν.

70. Μηροῦ δὲ ὀλίσθημα κατ' ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν ἐς τὸ ἔσω μέρος ὠλισθήκῃ ἀγαθὴ μὲν ἥδε καὶ δικαίη καὶ κατὰ φύσιν ἡ ἐμβολὴ, καὶ δή τι καὶ ἀγωνιστικὸν ἔχουσα, ὅστις γε τοῖσι τοιούτοισιν ἥδεται κομψευόμενος. Κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ δυνατῷ μὲν, μαλθακῷ δὲ καὶ πλάτος ἔχοντι τοὺς δὲ πόδας διέχειν χρὴ, ὅσον τέσσαρας δακτύλους ἀπ' ἀλλήλων, ἢ καὶ ἔλασσον χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλα̣ῖ ἱμάντι καὶ μαλθακῷ,

ἀνατείνοντι ἐς τὴν μεσόδμην τὸ δὲ σκέλος τὸ σιναρὸν ἐντετάσθαι χρὴ ὡς δύο δακτύλους μᾶλλον τοῦ ἑτέρου ἀπὸ δὲ τῆς γῆς τὴν κεφαλὴν ἀπεχέτω ὡς δύο πήχεας, ἢ ὀλίγῳ πλέον, ἢ ἔλασσον τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς προσδεδεμένος ἔστω μαλθακῷ τινι πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτω, ὡς ὅτι ἐλάχιστον χρόνον κρέμηται. Ὅταν δὲ κρεμασθῇ, ἄνδρα χρὴ εὐπαίδευτον καὶ μὴ ἀσθενέα, ἐνείραντα τὸν πῆχυν μεσηγὺ τῶν μηρῶν, εἶτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ τῆς ἐξεστηκυίης, ἔπειτα ξυνάψαντα τὴν ἑτέρην χεῖρα πρὸς τὴν διῃρμένην, παραστάντα ὀρθὸν παρὰ τὸ σῶμα τοῦ κρεμαμένου, ἐξαπίνης ἐκκρεμασθέντα, μετέωρον αἰωρηθῆναι ὡς ἰσορροπώτατον. Αὕτη δὲ ἡ ἐμβολὴ παρέχεται πάντα, ὅσα χρὴ κατὰ φύσιν αὐτό τε γὰρ τὸ σῶμα, κρεμάμενον, τῷ ἑωυτοῦ βάρεϊ κατάτασιν ποιέεται, ὅ τε ἐκκρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει ὑπεραιωρέεσθαι

τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύει καὶ ἀναγκάζει ἐς τὴν ἀρχαίην φύσιν ὀλισθάνειν. Χρὴ δὲ παγκάλως μὲν τοῖσι δεσμοῖσιν ἐσκευάσθαι, φρονέοντα δὲ καὶ ὡς ἐχυρώτατον τὸν ἐξαιωρούμενον εἶναι.

71. Ως μὲν οὖν καὶ πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι, καὶ δυσέμβλητα καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖσι περὶ ὤμου. Ἐνίοισι γὰρ ὁ μηρὸς ἐμπίπτει ἀπ' οὐδεμιῆς παρασκευῆς, ἀλλ' ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι, βραχείης δὲ κιγκλίσιος πολλοῖσι δὲ ξυγκάμψασι τὸ σκέλος κατὰ τὸ ἄρθρον, ἐνέπεσεν, ἤδη ἀμφίσφαλσιν ποιησάμενον. Ἀλλὰ γὰρ τὰ πουλὺ πλείω οὐκ ἐνακούει τῆς τυχούσης παρασκευῆς διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ τὰ κράτιστα περὶ ἑκάστου ἐν πάσῃ τῇ τέχνῃ χρέεσθαι δὲ, οἷσιν ἂν δόξῃ ἑκάστοτε. Εἴρηνται μὲν οὖν τρόποι κατατασίων καὶ ἐν τοῖσιν ἔμπροσθεν γεγραμμένοισιν, ὥστε χρέεσθαι τούτων, ὅστις ἂν παρατύχῃ. Δεῖ γὰρ ἀντικατατετάσθαι ἰσχυρῶς, ἐπὶ θάτερα μὲν τοῦ σκέλεος, ἐπὶ θάτερα δὲ τοῦ

σώματος ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθήσεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίης ἕδρης καὶ ἢν μὲν ὑπεραιωρηθῇ οὕτως, οὐδὲ κωλύσαι ἔτι ῥηΐδιον ἵζεσθαι αὐτὴν ἐς τὴν ἑωυτῆς ἕδρην, ὥστε ἤδη πᾶσα ἀρκέει μόχλευσίς τε καὶ κατόρθωσις ἀλλὰ γὰρ ἐλλείπουσιν ἐν τῇ κατατάσει διὰ τοῦτο ὄχλον πλείω παρέχει ἡ ἐμβολή. Χρὴ οὖν οὐ μόνον παρὰ τὸν πόδα τὰ δεσμὰ ἐξηρτῆσθαι, ἀλλὰ καὶ ἄνωθεν τοῦ γούνατος, ὅκως μὴ κατὰ τὸ τοῦ γούνατος ἄρθρον ἐν τῇ τανύσει ἡ ἐπίδεσις ἔῃ μᾶλλον, ἢ κατὰ τὸ τοῦ ἰσχίου ἄρθρον. Οὕτω μὲν οὖν χρὴ τὴν κατάτασιν, τὴν πρὸς τὸ τοῦ ποδὸς μέρος, ἐσκευάσθαι ἀτὰρ καὶ τὴν ἐπὶ θάτερα κατάτασιν, μὴ μοῦνον ἐκ τῆς περὶ τὸ στῆθος καὶ τὰς μασχάλας περιβολῆς ἀντιτείνεσθαι, ἀλλὰ καὶ ἱμάντι μακρῷ, διπτύχῳ, ἰσχυρῷ, προσηνεῖ, παρὰ τὸν περίνεον βεβλημένῳ, παρατεταμένῳ ἐπὶ μὲν τὰ ὄπισθεν παρὰ τὴν ῥάχιν, ἐπὶ δὲ τὰ ἔμπροσθεν παρὰ τὴν κληῗδα, προσηρτημένῳ πρὸς τὴν ἀρχὴν τὴν ἀκτικατατείνουσαν, οὕτω διαναγκάζεσθαι, τοῖσι μὲν ἔνθα διατεινομένοισι, τοῖσι δὲ ἔνθα, ὅκως δὲ ὁ ἱμὰς ὁ παρὰ τὸν περίνεον μὴ περὶ τὴν κεφαλὴν τοῦ μηροῦ παρατεταμένος ἔσται, ἀλλὰ μεσηγὺ τῆς κεφαλῆς καὶ τοῦ περινέου ἐν δὲ τῇ κατάτασει, κατὰ μὲν τὴν κεφαλὴν τοῦ μηροῦ ἐρείσας

τὴν πυγμὴν, ἐς τὸ ἔξω ὠθεέτω ἢν δὲ μετεωρίζηται ἑλκόμενος, διέρσας τὴν χεῖρα καὶ ἐπιξυνάψας τῇ ἑτέρῃ χειρὶ, ἅμα μὲν συγκατατεινέτω, ἅμα δὲ ἐς τὸ ἔξω ξυναναγκαζέτω ἄλλος δέ τις τὸ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἡσύχως ἐς τὸ ἔσω μέρος κατορθούτω.

72. Εἴρηται δὲ καὶ πρόσθεν ἤδη, ὅτι ἐπάξιον, ὅστις ἐν πόλει πολυανθρώπῳ ἰητρεύει, ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ ἢ ὀλίγῳ μέζον, εὖρος δὲ, ὡς δίπηχυ, πάχος δὲ, ἀρκέει σπιθαμιαῖον ἔπειτα κατὰ μῆκος μὲν, ἔνθεν καὶ ἔνθεν ἐντομὴν ἔχειν χρὴ, ὡς μὴ ὑψηλοτέρη τοῦ καιροῦ ἡ μηχάνησις ἔῃ ἔπειτα φλιὰς βραχείας, ἰσχυρὰς, καὶ ἰσχυρῶς ἐνηρμοσμένας, ὀνίσκον ἔχειν ἑκατέρωθεν ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσεϊ τοῦ ξύλου

οὐδὲν δὲ κωλύει καὶ διὰ παντὸς ἐντετμῆσθαι ὡς καπέτους μακρὰς πέντε ἢ ἓξ, διαλείπουσας ἀπ' ἀλλήλων ὡς τέσσαρας δακτύλους, αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι, καὶ βάθος οὕτως. Ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην, ἐπὶ τετράγωνον, ὡς τριῶν δακτύλων, καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν, ξύλον ἐμπηγνύναι ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι δὲ, ἐπήν ποτε δοκέῃ ξυμφέρειν, μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. Τοῦτο τὸ ξύλον ἑστεὸς κωλύει τὴν ἐπίδοσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι πρὸς ποδῶν ἕλκουσιν ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος ἐνίοτε δὲ καὶ, κατατεινομένου τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν, αὐτὸ τὸ ξύλον τοῦτο, χαλαρὸν ἐγκείμενον ἢ τῇ ἢ τῇ, ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος. Διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντετμέαται, ὡς, καθ' ὁκοίην ἂν αὐτέων ἁρμόσῃ, ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι, ἢ παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων, ἢ κατὰ τὰς κεφαλὰς τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω μέρος ξυμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ ἔσω, καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε πλάτος ἔχοντα ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει. Εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς, τῶν κατὰ τὰ σκέλεα, αὕτη ἡ

μόχλευσις ξὺν τῇ κατατάσει. Περὶ οὖ οὖν ὁ λόγος ἐστὶ, στρογγύλος ἁρμόζει ὁ μοχλὸς εἶναι τῷ μέντοι ἔξω ἐκπεπτωκότι ἄρθρῳ πλατὺς ἁρμόσει εἶναι. Ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκέων οὐδὲν ἄρθρον μοι δοκέει οἷόν τε εἶναι ἀπορηθῆναι ἐμπεσεῖν.

73. Εὕροι δ' ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο, ὡς ποδιαίας, ὕψος δὲ ὅκως ἂν δοκέοι ξυμφέρειν, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχειν ἁρμόζον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον, ᾗ ἐκπέπτωκεν ῥηΐδιον δὲ ἁρμόζειν τὸν γὰρ κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιέειν τοῦ μετρίου, καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα. Ἔπειτα χρὴ ξύλον, ἔχον

πλάτος μέτριον καὶ μῆκος, ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι, ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος, ὅκως ἂν μετρίως ἔχῃ. Κἄπειτα κατατεινομένου τοῦ σκέλεος, εἴτε ξύλῳ. ὑπεροειδέϊ, εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον. Καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὴν ἀρχαίην φύσιν. Αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ, καὶ πᾶσαι κρέσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζῃ. Ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.

74. Ἢν δὲ ἐς τὸ ἔξω κεφαλὴ μηροῦ ὀλίσθῃ, τὰς μὲν κατατάσιας

ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται, ἢ τοιουτοτρόπως τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν χρὴ ἅμα τῇ κατατάσει, ἐκ τοῦ ἔξω μέρεος ἐς τὸ ἔσω ἀναγκάζοντα, κατά γε αὐτὸν τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν, ὡς μὴ ὑπείκῃ τὸ σῶμα, ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ, ὑποβάλλων καὶ ἐρείσας, ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατεχέτω τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ τὸ γόνυ ἔσωθεν ἔξω παραγέτω ἡσύχως. Ἡ δὲ κρέμασις οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. Τὴν μέντοι ξὺν τῷ ξύλῳ τῷ ὑποτεινομένῳ μόχλευσιν μηχανήσαιτ' ἄν τις, ὥστε ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἔξωθεν προσαρτέων. Ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, τί οὐκ ἂν ἐμπέσοι ἄρθρον, οὕτως ἐκπεπτωκός;

75. Ἢν δὲ ἐς τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς

μὲν κατατάσιας καὶ ἀντιτάσιας οὕτω δεῖ ποιέεσθαι, καθάπερ εἴρηται ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον, ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν ἄνθρωπον, οὕτω κατανείνειν άμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον ὡς τὰ ὑβώματα, κατ' ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα, καὶ μᾶλλον ἐς τὸ κάτω μέρος, ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων καὶ ἡ ἐντομὴ, ἡ ἐν τῷ τοίχῳ τῇ σανίδι, μὴ εὐθεῖα ἔστω, ἀλλ' ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος. Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν τε μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστι, καὶ ἅμα ἰσχυροτάτη. Ἀρκέσειε δ' ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα, ἢ τῇσι χερσὶν ἐρεισάμενον, ἢ ἐπιβάντα, ἐξαπίνης ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσει. Ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος.

76. Ἢν δὲ ἐς τὸ ἔμπροσθεν ὀλίσθῃ, τῶν μὲν κατατασίων ὁ αὐτὸς τρόπος ποιητέος, ἄνδρα δὲ χρὴ ὡς ἰσχυρότατον ἀπὸ χειρῶν καὶ ὡς εὐπαιδευτότατον, ἐνερείσαντα τὸ θέναρ τῆς χειρὸς τῆς ἑτέρης παρὰ τὸν βουβῶνα, καὶ τῇ ἑτέρῃ χειρὶ τὴν ἑωυτοῦ χεῖρα προσκαταλαβόντα, ἅμα μὲν ἐς τὸ κάτω ὠθέειν τὸ

ὀλίσθημα, ἅμα δὲ ἐς τὸ ἔμπροσθεν τοῦ γούνατος μέρος. Οὗτος γὰρ ὁ τρόπος τῆς ἐμβολῆς μάλιστα κατὰ φύσιν τούτῳ τῷ ὀλισθήματί ἐστιν. Ἀτὰρ καὶ ὁ κρεμασμὸς ἐγγύς τι τοῦ κατὰ φύσιν δεῖ μέντοι τὸν ἐκκρεμάμενον ἔμπειρον εἶναι, ὡς μὴ ἐκμοχλεύῃ τῷ πήχεϊ τὸ ἄρθρον, ἀλλὰ περὶ μέσον τὸν περίνεον καὶ κατὰ τὸ ἱερὸν ὀστέον τὴν ἐκκρέμασιν ποιέηται.

77. Εὐδοκιμέει δὲ δὴ καὶ ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβάλλεσθαι καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ φαυλότητος καὶ τὰ ἔξω ἐκκεκλιμένα καὶ τὰ ὄπισθεν ἀσκῷ ἐπειρῶντο ἐμβάλλειν, οὐ γινώσκοντες, ὅτι ἐξέβαλλον αὐτὸ μᾶλλον, ἢ ἐνέβαλλον ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ ἔσω ὠλισθηκότα, ἀσκῷ ἐμβάλλειν ἐπειρήσατο. Ἐπίστασθαι μὲν οὖν χρὴ, ὡς χρηστέον ἀσκῷ, εἰ δέοι χρέεσθαι, διαγινώσκειν δὲ χρὴ, ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρέσσω ἐστίν χρὴ δὲ τὸν μὲν ἀσκὸν κατατιθέναι ἐς τοὺς μηροὺς ἀφύσητον ἐόντα, ὡς ἂν δύναιτο, ἀνωτάτω πρὸς τὸν περίνεον ἀνάγοντα ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον, ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι ἄχρι τοῦ ἡμίσεος τῶν μηρῶν ἔπειτα ἐς ἕνα τῶν ποδῶν, τὸν λελυμένον, ἐνθέντα αὐλὸν ἐκ χαλκείου, φῦσαν ἐσαναγκάζειν ἐς τὸν ἀσκόν τὸν δὲ ἄνθρωπον

πλάγιον κατακέεσθαι. τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντα. Ἡ μὲν οὖν παρασκευὴ αὕτη ἐστίν σκευάζονται δὲ κάκιον οἱ πλεῖστοι, ἢ ὡς ἐγὼ εἴρηκα οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνὸν, ἀλλὰ μοῦνον τὰ γούνατα. οὐδὲ κατατείνουσι, χρὴ δὲ καὶ προσκατατείνειν ὅμως δὲ ἤδη τινὲς ἐνέβαλον, ῥηϊδίου πρήγματος ἐπιτυχόντες. Εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι οὕτως ὅ τε γὰρ ἀσκὸς, ἐμφυσώμενος, οὐ τὰ ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ ἑωυτὸν αὐτὸς μέσος, καὶ τῶν μηρῶν ἴσως ἢ κατὰ τὸ μέσον ἢ ἔτι κατωτέρω οἵ τε αὖ μηροὶ φύσει γαυσοὶ πεφύκασιν, ἄνωθεν γὰρ σαρκώδεές τε καὶ ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ ἡ τῶν μηρῶν φύσις ἀπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου χωρίου. Εἴ τε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἡ ἰσχὺς ἐοῦσα ἀδύνατος ἔσται ἀναγκάζειν τὸ ἄρθρον. Εἰ δὲ δεῖ ἀσκῷ χρέεσθαι, ἐπὶ πουλὺ οἱ μηροὶ ξυνδετέοι πρὸς ἀλλήλους, καὶ ἅμα τῇ κατατάσει τοῦ σώματος ὁ ἀσκὸς φυσητέος τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καὶ καταδέειν ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν.

78. Χρὴ δὲ περὶ πλείστου μὲν ποιέεσθαι ἐν πάσῃ τῇ τέχνῃ, ὅκως ὑγιὲς μὲν ποιήσεις τὸ νοσέον εἰ δὲ πολλοῖσι τρόποισιν οἷόν τε εἴη ὑγιέας ποιέειν, τὸν ἀοχλότατον χρὴ αἱρέεσθαι καὶ γὰρ ἀνδραγαθικώτερον τοῦτο καὶ τεχνικώτερον, ὅστις μὴ ἐπιθυμέει δημοειδέος κιβδηλίης. Περὶ οὗ οὖν ὁ λόγος ἐστὶ, τοιαίδε ἄν τινες κατοικίδιοι κατατάσιες εἶεν τοῦ σώματος, ὥστε ἐκ τῶν παρεόντων τὸ εὔπορον εὑρίσκειν τοῦτο μὲν, εἰ τὰ δεσμὰ τὰ ἱμάντινα μὴ παρείη τὰ μαλθακὰ καὶ προσηνέα, ἀλλ' ἢ σιδήρεα, ἢ ὅπλα, ἢ σχοινία, ταινίῃσι χρὴ ἢ ἐκρήγμασι τρυχίων ἐρινεῶν περιελίσσειν ταύτῃ μάλιστα, ᾗ μέλλει τὰ δεσμὰ καθέξειν, καὶ ἔτι ἐπὶ πλέον ἔπειτα οὕτω δεῖν τοῖσι δεσμοῖσιν τοῦτο δὲ, ἐπὶ κλίνης χρὴ, ἥτις ἰσχυροτάτη καὶ μεγίστη τῶν παρεουσέων, κατατ ετάσθαι καλῶς τὸν ἄνθρωπον τῆς δὲ κλίνης τοὺς πόδας, ἢ τοὺς πρὸς κεφαλῆς, ἢ τοὺς πρὸς ποδῶν, ἐρηρεῖσθαι πρὸς τὸν οὐδὸν, εἴ τε ἔξωθεν ξυμφέρει, εἴτε ἔσωθεν παρὰ δὲ τοὺς ἑτέρους πόδας παρεμβεβλῆσθαι ξύλον τετράγωνον, πλάγιον, διῆκον ἀπὸ τοῦ ποδὸς πρὸς τὸν πόδα, καὶ, ἢν μὲν λεπτὸν ἔῃ τὸ ξύλον, προσδεδέσθω πρὸς τοὺς πόδας τῆς κλίνης, ἢν δὲ παχὺ ἔῃ, μηδέν ἔπειτα τὰς ἀρχὰς χρὴ τῶν δεσμῶν, καὶ τῶν πρὸς τῆς κεφαλῆς, καὶ τῶν πρὸς

τῶν ποδῶν, προσδῆσαι ἑκατέρας πρὸς ὕπερον, ἢ πρὸς ἄλλο τι τοιοῦτον ξύλον ὁ δὲ δεσμὸς ἐχέτω ἰθυωρίην κατὰ τὸ σῶμα, ἢ καὶ ὀλίγον ἀνωτέρω, ξυμμέτρως δὲ ἐκτετάσθω πρὸς τὰ ὕπερα, ὡς, ὀρθὰ ἑστεῶτα, τὸ μὲν παρὰ τὸν οὐδὸν ἐρείδηται, τὸ δὲ παρὰ τὸ ξύλον τὸ παραβεβλημένον κἄπειτα οὕτω τὰ ὕπερα ἀνακλῶντα χρὴ τὴν κατάτασιν ποιέειν. Ἀρκέει δὲ καὶ κλίμαξ ἰσχυροὺς ἔχουσα τοὺς κλιμακτῆρας, ὑποτεταμένη ὑπὸ τὴν κλίνην, ἀντὶ τοῦ οὐδοῦ τε καὶ τοῦ ξύλου τοῦ παρατεταμένου, ὡς τὰ ὕπερα, πρὸς τῶν κλιμακτήρων τοὺς ἁρμόζοντας ἔνθεν καὶ ἔνθεν προσερηρεισμένα, ἀνακλώμενα, οὕτω τὴν κατάτασιν ποιέηται τῶν δεσμῶν. Ἐμβάλλεται δὲ μηροῦ ἄρθρον καὶ τόνδε τὸν τρόπον, ἢν ἐς τὸ ἔσω ὠλισθήκῃ καὶ ἐς τὸ ἔμπροσθεν κλίμακα χρὴ κατορύξαντα, ἐπικαθίσαι τὸν ἄνθρωπον, ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος ἡσύχως κατατείναντα προσδῆσαι, ὅκου ἂν ἁρμόσῃ, ἐκ δὲ τοῦ σιναροῦ ἐς κεράμιον ὕδωρ ἐγχέαντα ἐκκρεμάσαι ἢ ἐς σφυρίδα λίθους ἐμβαλόντα. Ἕτερος τρόπος ἐμβολῆς ἢν ἐς τὸ ἔσω

ὠλισθήκῃ, στρωτῆρα χρὴ διαδῆσαι μεταξὺ δύο στύλων, ὕψος ἔχοντα σύμμετρον προεχέτω δὲ τοῦ στρωτῆρος κατὰ τὸ ἓν μέρος δκόσον τὸ πυγαῖον περιδήσας δὲ περὶ τὸ στῆθος τοῦ ἀνθρώπου ἱμάτιον, ἐπικαθίσαι τὸν ἄνθρωπον ἐπὶ τὸ προέχον τοῦ στρωτῆρος εἶτα προσλαβεῖν τὸ στῆθος πρὸς τὸν στύλον πλατέϊ τινί ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος κατεχέτω τις, ὡς μὴ περισφάλληται ἐκ δὲ τοῦ σιναροῦ ἐκκρεμάσαι βάρος, ὅσον ἂν ἁρμόζῃ, ὡς καὶ πρόσθεν ἤδη εἴρηται.

79. Πρῶτον μὲν οὖν δεῖ εἰδέναι, ὅτι πάντων τῶν ὀστέων αἱ ξυμβολαί εἰσιν ὡς ἐπὶ πουλὺ ἡ κεφαλὴ καὶ ἡ κοτύλη ἐφ' ὧν δὲ καὶ ἡ χώρα κοτυλοειδὴς καὶ ἐπίμακρος ἔνιαι δὲ τῶν χωρέων γληνοειδέες εἰσίν. Ἀεὶ δὲ ἐμβάλλειν δεῖ πάντα τὰ ἐκπίπτοντα ἄρθρα, μάλιστα μὲν εὐθὺς παραχρῆμα ἔτι θερμῶν ἐόντων εἰ δὲ μὴ, ὡς τάχιστα καὶ γὰρ τῷ ἐμβάλλοντι ῥηΐτερον καὶ θᾶσσόν ἐστιν ἐμβαλεῖν, καὶ τῷ ἀσθενέοντι πουλὺ ἀπονωτέρη ἡ ἐμβολὴ, ἡ πρὶν διοιδεῖν, ἐστιν. Δεῖ δὲ ἀεὶ πάντα τὰ ἄρθρα, ὁκόταν μέλλῃς ἐμβάλλειν, προαναμαλάξαι καὶ διακιγκλίσαι ῥᾷον γὰρ ἐθέλει

ἐμβάλλεσθαι. Παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς ἰσχναίνειν δεῖ τὸν ἄνθρωπον, μάλιστα μὲν περὶ τὰ μέγιστα ἄρθρα καὶ χαλεπώτατα ἐμβάλλεσθαι, ἥκιστα δὲ περὶ τὰ ἐλάχιστα καὶ ῥηΐδια.

80. Δακτύλων δὲ ἢν ἐκπέσῃ ἄρθρον τι τῶν τῆς χειρὸς, ἤν τε τὸ πρῶτον, ἤν τε τὸ δεύτερον, ἤν τε τὸ τρίτον, ωὑτὸς καὶ ἴσος τρόπος τῆς ἐμβολῆς χαλεπώτερα μέντοι ἀεὶ τὰ μέγιστα τῶν ἄρθρων ἐμβάλλειν. Ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἢ ἄνω, ἢ κάτω, ἢ ἐς τὸ πλάγιον ἑκατέρωθεν, μάλιστα μὲν ἐς τὸ ἄνω, ἥκιστα δὲ ἐς τὰ πλάγια, ἐν τῷ σφόδρα κινέεσθαι. Ἑκατέρωθεν δὲ τῆς χώρης, οὗ ἐκβέβηκεν, ὥσπερ ἄμβη ἐστίν. Ἢν μὲν οὖν ἐς τὸ ἄνω ἐκπέσῃ ἢ ἐς τὸ κάτω διὰ τὸ λειοτέρην εἶναι ταύτην τὴν χώρην, ἢ ἐκ τῶν πλαγίων, καὶ ἅμα μικρῆς ἐούσης τῆς ὑπερβάσιος, ἢν μεταστῇ τὸ ἄρθρον, ῥηΐδιόν ἐστιν ἐμβάλλειν. Τρόπος δὲ τῆς ἐμβολῆς ὅδε περιελίξαι τὸν δάκτυλον ἄκρον ἢ ἐπιδέσματί τινι ἢ ἄλλῳ τρόπῳ τοιούτῳ τινὶ, ὅκως, ὁκόταν κατατείνῃς ἄκρου λαβόμενος, μὴ. ἀπολισθάνῃ ὅταν δὲ περιελίξῃς, τὸν μέν τινα διαλαβέσθαι ἄνωθεν τοῦ καρποῦ τῆς χειρὸς, τὸν δὲ τοῦ κατειλημμένου ἔπειτα κατατείνειν πρὸς ἑωυτὸν ἀμφοτέρους εὖ μάλα, καὶ ἅμα ἀπῶσαι τὸ ἐξεστηκὸς ἄρθρον ἐς τὴν χώρην. Ἢν δὲ ἐς τὰ πλάγια ἐκπέσῃ, τῆς μὲν κατατάσιος ωὑτὸς τρόπος ὅταν δὲ δὴ δοκέῃ σοι ὑπερβεβηκέναι τὴν γραμμὴν, ἅμα χρὴ κατατείναντας ἀπῶσαι ἐς τὴν χώρην εὐθὺς, ἕτερον δέ τινα ἐκ τοῦ ἑτέρου μέρεος τοῦ δακτύλου φυλάσσειν καὶ ἀνωθέειν, ὅκως μὴ πάλιν ἐκεῖθεν ἀπολίσθῃ. Ἐμβάλλουσι δὲ ἐπιεικέως

καὶ αἱ σαῦραι αἱ ἐκ τῶν φοινίκων πλεκόμεναι, ἢν κατατείνῃς ἔνθεν καὶ ἔνθεν τὸν δάκτυλον, λαβόμενος τῇ μὲν ἑτέρῃ τῆς σαύρης, τῇ δὲ ἑτέρῃ τοῦ καρποῦ τῆς χειρός. Ὁκόταν δὲ ἐμβάλῃς, ἐπιδεῖν δεῖ ὀθονίοισιν ὡς τάχιστα, λεπτοτάτοισι, κεκηρωμένοισι κηρωτῇ μήτε λίην μαλακῇ μήτε λίην σκληρῇ, ἀλλὰ μετρίως ἐχούσῃ ἡ μὲν γὰρ σκληρὴ ἀφέστηκεν ἀπὸ τοῦ δακτύλου, ἡ δὲ ἁπαλὴ καὶ ὑγρὴ διατήκεται καὶ ἀπόλλυται, θερμαινομένου τοῦ δακτύλου λύειν δὲ ἄρθρον δακτύλου τριταῖον ἢ τεταρταῖον τὸ δὲ ὅλον, ἢν μὲν φλεγμήνῃ, πυκνότερον λύειν, ἢν δὲ μὴ, ἀραιότερον κατὰ πάντων δὲ τῶν ἄρθρων ταῦτα λέγω. Καθίσταται δὲ τοῦ δακτύλου τὸ ἄρθρον τεσσαρεσκαιδεκαταῖον. Ὁ αὐτὸς δέ ἐστι θεραπείης τρόπος δακτύλων χειρός τε καὶ ποδός.

81. Παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς δεῖ ἰσχναίνειν καὶ λιμαγχονέειν ἄχρι ἑβδόμης καὶ εἰ μὲν φλεγμαίνοι, πυκνότερον λύειν, εἰ δὲ μὴ, ἀραιότερον ἡσυχίην δὲ δεῖ ἔχειν ἀεὶ τὸ πονέον ἄρθρον, καὶ ὡς κάλλιστα ἐσχηματισμένον κέεσθαι.

82. Γόνυ δὲ εὐηθέστερον ἀγκῶνος διὰ τὴν εὐσταλίην καὶ τὴν εὐφυΐην, διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω καὶ ὄπισθεν. Ἐμβολαὶ δὲ, ἐκ

τοῦ ξυγκεκάμφθαι ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν τῇ ἰγνύϊ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφιέναι τὸ σῶμα. Δύναται δὲ καὶ κατατεινόμενον μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν, τὰ ὄπισθεν τὰ δὲ ἔνθα ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. Ἡ διόρθωσις ἅπασι κοινή. Ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν, ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ μινύθει δὲ μηροῦ καὶ κνήμης τοὔμπροσθεν ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω ἢν δὲ ἐς τὸ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω, Ἐκ γενεῆς δὲ καὶ ἐν αὐξήσει κατὰ λόγον τὸν πρόσθεν.

83. Τὰ δὲ κατὰ τὰ σφυρὰ, κατατάσιος ἰσχυρῆς δέεται, ἢ τῇσι χερσὶν, ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεούσης κοινὸν δὲ τοῦτο ἅπασιν.

84. Τὰ δὲ ἐν ποδὶ, ὡς καὶ τὰ ἐν χειρὶ, ὑγιέες.

85. Τὰ δὲ τῆς κνήμης ξυγκοινωνέοντα, καὶ ἐκπεσόντα ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταὐτὰ ἃ καὶ ἐν χειρί.

86. Ὁκόσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιφλασθῆναι, ὁκόταν γένηται οἷα τὰ δεινὰ, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν ῥοιώδη μὲν γὰρ τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. Ἐπεὶ καὶ οἷσιν ἂν μάλιστα κατεηγεῖσιν, ἢ ὑπὸ τρώματος ἢ ἐν κνήμῃ, ἢ ἐν μηρῷ, ἢ νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τούτων, ἢ ἐκ κατακλίσιος ἀμελέος ἐμελάνθη πτέρνη, καὶ τούτοισι τὰ παλιγκοτέοντα ἐκ τῶν τοιούτων. Ἔστιν ὅτε καὶ πρὸς τῷ σφακελισμῷ γίνονται πυρετοὶ ὀξέες, λυγμώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμορροιέων πελιώσιες. Σημήϊα δὲ τῶν παλιγκοτησάντων, ἢν τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα ἤν τε ξὺν σκληρύσματι πελιδνωθῇ, κίνδυνος μελανθῆναι

ἢν δὲ ὑποπέλια ᾖ, ἢ καὶ πέλια μάλα καὶ ἐκκεχυμωμένα, ἢ ὑπόχλωρα καὶ μαλακὰ, ταῦτα ἐπὶ πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. Ἴησις, ἢν μὲν ἀπύρετος ἔῃ, ἐλλέβορον ἢν δὲ μὴ, μή ἀλλὰ ποτὸν ὀξύγλυκυ, εἰ δέοι. Ἐπίδεσις δὲ, ἄρθρων ἐπὶ δὲ πάντα, μᾶλλον τοῖσι φλάσμασιν, ὀθονίοισι πλείοσι καὶ μαλθακωτέροισιν πίεξις ἧσσον προσπεριβάλλειν δὲ τὰ πλεῖστα τῇ πτέρνῃ. Τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς τὴν πτέρνην ἀποπιέζηται. Νάρθηξι δὲ μὴ χρέεσθαι.

87. Οἷσι δ' ἂν ἐκβῇ ὁ ποὺς ἢ αὐτὸς, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μὲν μᾶλλον ἐς τὸ ἔσω. Ἢν δὲ μὴ ἐμπέσῃ, λεπτύνεται ἀνὰ χρόνον τό τε ἰσχίον καὶ ὁ μηρὸς καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. Ἐμβολὴ δὲ ἄλλη, ὥσπερ καρποῦ, κατάτασις δὲ ἰσχυρή. Ἴησις δὲ, νόμος ἄρθρων. Παλιγκοτέει, ἧσσον δὲ καρποῦ, ἢν ἡσυχάσωσιν. Δίαιτα μείων, ἐλινύουσιν. Τὰ δὲ ἐκ γενεῆς ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.

Κείμενα

Hellenica World - Scientific Library