ART

 

.


Θεόκριτος

Κηριοκλέπτης


Τὸν κλέπταν ποτ᾽ Ἔρωτα κακὰ κέντασε μέλισσα
κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
δάκτυλα πάνθ᾽ ὑπένυξεν. Ὁ δ᾽ ἄλγεε, καὶ χέρ᾽ ἐφύση,
καὶ τὰν γᾶν ἐπάταξε, καὶ ἅλατα, ταῖ δ᾽ Ἀφροδίται
[5] δεῖξεν τὰν ὀδύναν, καὶ μέμφετο, ὅττι γε τυτθὸν
θηρίον ἐντὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
Χἀ μάτηρ γελάσασα· "Τὺ δ᾽ οὐκ ἴσσον ἐσσὶ μελίσσαις;
χὠ τυτθὸς μὲν ἐης, τὰ δὲ τραύματα ἁλίκα ποιεῖς.”

Κείμενα

Hellenica World - Scientific Library