ART

 

.


Θεόκριτος

Εις νεκρόν Άδωνιν


Ἄδωνιν ἡ Κυθήρη
ὡς εἶδε νεκρὸν ἤδη,
στυγνὰν ἔχοντα χαίταν
ὠχράν τε τὰν παρειάν,

5 ἄγειν τὸν ὗν πρὸς αὑτὰν
ἔταξε τὼς Ἔρωτας.
Οἱ δ᾽ εὐθέως ποτανοὶ
πᾶσαν δραμόντες ὕλαν,
στυγνὸν τὸν ὗν ἀνεῦρον,

10 δῆσάν τε κἀπέδησαν.
Χὠ μέν, βρόχῳ καθάψας
ἔσυρεν αἰχμάλωτον·
ὁ δ᾽, ἐξόπισθ᾽ ἐλαύνων,
ἔτυπτε τοῖσι τόξοις.

15 Ὁ θὴρ δ᾽ ἔβαινε δειλῶς·
φοβεῖτο γὰρ Κυθήρην.
Τῷ δ᾽ εἶπεν Ἀφροδίτα·
“Πάντων κάκιστε θηρῶν,
σὺ τόνδε μηρὸν ἴψω;

20 Σύ μευ τὸν ἄνδρ᾽ ἔτυψας; ”
Ὁ θὴρ δ᾽ ἔλεξεν ὦδε·
“Ὄμνυσί σοι, Κυθήρη,
αὐτάν σε, καὶ τὸν ἄνδρα,
καὶ ταῦτά μευ τὰ δεσμὰ,

25 καὶ τώσδε τὼς κυναγώς,
τόν ἄνδρα τὸν καλόν σευ
οὐκ ἤθελον πατάξαι·
ἀλλ᾽ ὡς ἄγαλμ᾽ ἐσεῖδον,
καί, μὴ φέρων τὸ καῦμα,
γυμνὸν τὸν εἶχε μηρὸν
ἐμαινόμαν φιλάσαι,

30 καί μευ σίναζε κραντήρ.
Τούτους λαβοῦσα, Κύπρι,
τούτους κόλαζε, τέμνε·—
τί γὰρ φέρω περισσούς;—
ἐρωτικοὺς ὀδόντας·
εἰ δ᾽ οὐχὶ σοι τάδ᾽ ἀρκεῖ,
καὶ ταῦτ᾽ ἐμεῦ τὰ χείλη·
τί γὰρ φιλεῖν ἐτόλμων; ”

35 Τὸν δ᾽ ἠλέησε Κύπρις,
εἶπέν τε τοῖς Ἔρωσιν
τὰ δεσμά οἱ ᾽πιλῦσαι.
Ἐκ τῶδ᾽ ἐπηκολούθει,
καἰς ὕλαν οὐκ ἔβαινεν·

40 καὶ τῷ πυρὶ προσελθὼν
ἔκαιε τὼς ἔρωτας.

Κείμενα

Hellenica World - Scientific Library