ART

 

.




Οἰδίπους ἐπὶ Κολωνῷ
Τραγῳδία
ed. Sir Richard Jebb, Cambridge. 1889

Σοφοκλέους

Οἰδίπους
τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας
χώρους ἀφίγμεθ᾽ ἢ τίνων ἀνδρῶν πόλιν;
τίς τὸν πλανήτην Οἰδίπουν καθ᾽ ἡμέραν
τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;
σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ᾽ ἔτι 5
μεῖον φέροντα, καὶ τόδ᾽ ἐξαρκοῦν ἐμοί·
στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν
μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.
ἀλλ᾽, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, 10
στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα
ὅπου ποτ᾽ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν
ξένοι πρὸς ἀστῶν, ἃν δ᾽ ἀκούσωμεν τελεῖν.
Ἀντιγόνη
πάτερ ταλαίπωρ᾽ Οἰδίπους, πύργοι μέν, οἳ
πόλιν στέγουσιν, ὡς ἀπ᾽ ὀμμάτων, πρόσω· 15
χῶρος δ᾽ ὅδ᾽ ἱερός, ὡς ἀπεικάσαι, βρύων
δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ᾽
εἴσω κατ᾽ αὐτὸν εὐστομοῦσ᾽ ἀηδόνες·
οὗ κῶλα κάμψον τοῦδ᾽ ἐπ᾽ ἀξέστου πέτρου·
μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. 20
Οἰδίπους
κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.
Ἀντιγόνη
χρόνου μὲν οὕνεκ᾽ οὐ μαθεῖν με δεῖ τόδε.
Οἰδίπους
ἔχεις διδάξαι δή μ᾽ ὅποι καθέσταμεν;
Ἀντιγόνη
τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.
Οἰδίπους
πᾶς γάρ τις ηὔδα τοῦτό γ᾽ ἡμὶν ἐμπόρων. 25
Ἀντιγόνη
ἀλλ᾽ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;
Οἰδίπους
ναί, τέκνον, εἴπερ ἐστί γ᾽ ἐξοικήσιμος.
Ἀντιγόνη
ἀλλ᾽ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν
οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.
Οἰδίπους
ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον; 30
Ἀντιγόνη
καὶ δὴ μὲν οὖν παρόντα· χὤ τί σοι λέγειν
εὔκαιρόν ἐστιν, ἔννεφ᾽, ὡς ἀνὴρ ὅδε.
Οἰδίπους
ὦ ξεῖν᾽, ἀκούων τῆσδε τῆς ὑπέρ τ᾽ ἐμοῦ
αὑτῆς θ᾽ ὁρώσης, οὕνεχ᾽ ἡμὶν αἴσιος
σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι-- 35
Ξένος
πρὶν νῦν τὰ πλείον᾽ ἱστορεῖν, ἐκ τῆσδ᾽ ἕδρας
ἔξελθ᾽· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.
Οἰδίπους
τίς δ᾽ ἔσθ᾽ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;
Ξένος
ἄθικτος οὐδ᾽ οἰκητός· αἱ γὰρ ἔμφοβοι
θεαί σφ᾽ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι. 40
Οἰδίπους
τίνων τὸ σεμνὸν ὄνομ᾽ ἂν εὐξαίμην κλύων;
Ξένος
τὰς πάνθ᾽ ὁρώσας Εὐμενίδας ὅ γ᾽ ἐνθάδ᾽ ἂν
εἴποι λεώς νιν· ἄλλα δ᾽ ἀλλαχοῦ καλά.
Οἰδίπους
ἀλλ᾽ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·
ὡς οὐχ ἕδρας γῆς τῆσδ᾽ ἂν ἐξέλθοιμ᾽ ἔτι. 45
Ξένος
τί δ᾽ ἐστὶ τοῦτο;
Οἰδίπους
--ξυμφορᾶς ξύνθημ᾽ ἐμῆς.
Ξένος
ἀλλ᾽ οὐδ᾽ ἐμοί τοι τοὐξανιστάναι πόλεως
δίχ᾽ ἐστὶ θάρσος, πρίν γ᾽ ἂν ἐνδείξω τί δρῶ.
Οἰδίπους
πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ᾽ ἀτιμάσῃς,
τοιόνδ᾽ ἀλήτην, ὧν σε προστρέπω φράσαι. 50
Ξένος
σήμαινε, κοὐκ᾽ ἄτιμος ἔκ γ᾽ ἐμοῦ φανεῖ.
Οἰδίπους
τίς ἔσθ᾽ ὁ χῶρος δῆτ᾽, ἐν ᾧ βεβήκαμεν;
Ξένος
ὅσ᾽ οἶδα κἀγὼ πάντ᾽ ἐπιστήσει κλύων·
χῶρος μὲν ἱερὸς πᾶς ὅδ᾽ ἔστ᾽· ἔχει δέ νιν
σεμνὸς Ποσειδῶν· ἐν δ᾽ ὁ πυρφόρος θεὸς 55
Τιτὰν Προμηθεύς· ὃν δ᾽ ἐπιστείβεις τόπον,
χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,
ἔρεισμ᾽ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι
τόνδ᾽ ἱππότην Κολωνὸν εὔχονται σφίσιν
ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα 60
τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
τοιαῦτά σοι ταῦτ᾽ ἐστίν, ὦ ξέν᾽, οὐ λόγοις
τιμώμεν᾽, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.
Οἰδίπους
ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;
Ξένος
καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ᾽ ἐπώνυμοι. 65
Οἰδίπους
ἄρχει τις αὐτῶν ἢ ᾽πὶ τῷ πλήθει λόγος;
Ξένος
ἐκ τοῦ κατ᾽ ἄστυ βασιλέως τάδ᾽ ἄρχεται.
Οἰδίπους
οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;
Ξένος
Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.
Οἰδίπους
ἆρ᾽ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι; 70
Ξένος
ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;
Οἰδίπους
ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.
Ξένος
καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;
Οἰδίπους
ὅσ᾽ ἂν λέγωμεν πάνθ᾽ ὁρῶντα λέξομεν.
Ξένος
οἶσθ᾽, ὦ ξέν᾽, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ 75
γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,
αὐτοῦ μέν᾽ οὗπερ κἀφάνης, ἕως ἐγὼ
τοῖς ἐνθάδ᾽ αὐτοῦ μὴ κατ᾽ ἄστυ δημόταις
λέξω τάδ᾽ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι
εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν. 80
Οἰδίπους
ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;
Ἀντιγόνη
βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,
ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.
Οἰδίπους
ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας
πρώτων ἐφ᾽ ὑμῶν τῆσδε γῆς ἔκαμψ᾽ ἐγώ, 85
Φοίβῳ τε κἀμοὶ μὴ γένησθ᾽ ἀγνώμονες,
ὅς μοι, τὰ πόλλ᾽ ἐκεῖν᾽ ὅτ᾽ ἐξέχρη κακά,
ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,
ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν
σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, 90
ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,
κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,
ἄτην δὲ τοῖς πέμψασιν, οἵ μ᾽ ἀπήλασαν·
σημεῖα δ᾽ ἥξειν τῶνδέ μοι παρηγγύα,
ἢ σεισμὸν ἢ βροντήν τιν᾽ ἢ Διὸς σέλας, 95
ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν
οὐκ ἔσθ᾽ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν
ἐξήγαγ᾽ εἰς τόδ᾽ ἄλσος· οὐ γὰρ ἄν ποτε
πρώταισιν ὑμῖν ἀντέκυρσ᾽ ὁδοιπορῶν,
νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην 100
βάθρον τόδ᾽ ἀσκέπαρνον. ἀλλά μοι, θεαί,
βίου κατ᾽ ὀμφὰς τὰς Ἀπόλλωνος δότε
πέρασιν ἤδη καὶ καταστροφήν τινα,
εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ
μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν. 105
ἴτ᾽, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,
ἴτ᾽, ὦ μεγίστης Παλλάδος καλούμεναι
πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,
οἰκτίρατ᾽ ἀνδρὸς Οἰδίπου τόδ᾽ ἄθλιον
εἴδωλον· οὐ γὰρ δὴ τόδ᾽ ἀρχαῖον δέμας. 110
Ἀντιγόνη
σίγα· πορεύονται γὰρ οἵδε δή τινες
χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι.
Οἰδίπους
σιγήσομαί τε καὶ σύ μ᾽ ἐξ ὁδοῦ πόδα
κρύψον κατ᾽ ἄλσος, τῶνδ᾽ ἕως ἂν ἐκμάθω
τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν 115
ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.
Χορός
ὅρα. τίς ἄρ᾽ ἦν; ποῦ ναίει;
ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντων
ὁ πάντων ἀκορέστατος; 120
προσδέρκου λεῦσσέ νιν,
προσπεύθου πανταχῇ.
πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδ᾽
ἔγχωρος· προσέβα γὰρ οὐκ 125
ἄν ποτ᾽ ἀστιβὲς ἄλσος ἐς
τᾶνδ᾽ ἀμαιμακετᾶν κορᾶν,
ἃς τρέμομεν λέγειν
καὶ παραμειβόμεσθ᾽ ἀδέρκτως, 130
ἀφώνως, ἀλόγως τὸ τᾶς.
εὐφάμου στόμα φροντίδος
ἱέντες, τὰ δὲ νῦν τιν᾽ ἥκειν
λόγος οὐδὲν ἅζονθ᾽,
ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω 135
δύναμαι τέμενος
γνῶναι ποῦ μοί ποτε ναίει.
Οἰδίπους
ὅδ᾽ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,
τὸ φατιζόμενον.
Χορός
ἰὼ ἰώ, 140
δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.
Οἰδίπους
μή μ᾽, ἱκετεύω, προσίδητ᾽ ἄνομον.
Χορός
Ζεῦ ἀλεξῆτορ, τίς ποθ᾽ ὁ πρέσβυς;
Οἰδίπους
οὐ πάνυ μοίρας εὐδαιμονίσαι
πρώτης, ὦ τῆσδ᾽ ἔφοροι χώρας. 145
δηλῶ δ᾽· οὐ γὰρ ἂν ὧδ᾽ ἀλλοτρίοις
ὄμμασιν εἷρπον
κἀπὶ σμικροῖς μέγας ὥρμουν.
Χορός
ἐή, ἀλαῶν ὀμμάτων
ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων 150
μακραίων γ᾽, ὅσ᾽ ἐπεικάσαι.
ἀλλ᾽ οὐ μὰν ἔν γ᾽ ἐμοὶ
προσθήσει τάσδ᾽ ἀράς.
περᾷς γάρ, περᾷς· ἀλλ᾽ ἵνα τῷδ᾽ ἐν ἀ- 155
φθέγκτῳ μὴ προπέσῃς νάπει
ποιάεντι, κάθυδρος οὗ
κρατὴρ μειλιχίων ποτῶν
ῥεύματι συντρέχει, 160
τόν, ξένε πάμμορ᾽, εὖ φύλαξαι;
μετάσταθ᾽ ἀπόβαθι. πολ-
λὰ κέλευθος ἐρατύει·
κλύεις, ὦ πολύμοχθ᾽ ἀλᾶτα; 165
λόγον εἴ τιν᾽ οἴσεις
πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,
ἵνα πᾶσι νόμος,
φώνει· πρόσθεν δ᾽ ἀπερύκου.
Οἰδίπους
θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ; 170
Ἀντιγόνη
ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν,
εἴκοντας ἃ δεῖ κἀκούοντας.
Οἰδίπους
πρόσθιγέ νύν μου.
Ἀντιγόνη
--ψαύω καὶ δή.
Οἰδίπους
ὦ ξένε, μὴ δῆτ᾽ ἀδικηθῶ σοὶ
πιστεύσας καὶ μεταναστάς. 175
Χορός
οὔ τοι μήποτέ σ᾽ ἐκ τῶνδ᾽ ἑδράνων,
ὦ γέρον, ἄκοντά τις ἄξει.
Οἰδίπους
ἔτ᾽ οὖν;
Χορός
--ἔτι βαῖνε πόρσω.
Οἰδίπους
ἔτι; 180
Χορός
--προβίβαζε, κούρα,
πόρσω· σὺ γὰρ ἀΐεις.
Ἀντιγόνη
< * >
Οἰδίπους
< * >
Ἀντιγόνη
< * >
ἕπεο μάν, ἕπε᾽ ὧδ᾽ ἀμαυρῷ 182
κώλῳ, πάτερ, σ᾽ ἄγω.
Οἰδίπους
< * >
Χορός
τόλμα ξεῖνος ἐπὶ ξένης, 184
ὦ τλάμων, ὅ τι καὶ πόλις 185
τέτροφεν ἄφιλον ἀποστυγεῖν
καὶ τὸ φίλον σέβεσθαι.
Οἰδίπους
ἄγε νυν σύ με, παῖ,
ἵν᾽ ἂν εὐσεβίας ἐπιβαίνοντες
τὸ μὲν εἴποιμεν, τὸ δ᾽ ἀκούσαιμεν, 190
καὶ μὴ χρείᾳ πολεμῶμεν.
Χορός
αὐτοῦ· μηκέτι τοῦδ᾽ αὐτοπέτρου
βήματος ἔξω πόδα κλίνῃς.
Οἰδίπους
οὕτως;
Χορός
--ἅλις, ὡς ἀκούεις.
Οἰδίπους
ἦ ἑσθῶ; 195
Χορός
--λέχριός γ᾽ ἐπ᾽ ἄκρου
λᾶος βραχὺς ὀκλάσας.
Ἀντιγόνη
πάτερ, ἐμὸν τόδ᾽· ἐν ἁσυχαίᾳ
Οἰδίπους
ἰώ μοί μοι.
Ἀντιγόνη
βάσει βάσιν ἅρμοσαι,
γεραὸν ἐς χέρα σῶμα σὸν 200
προκλίνας φιλίαν ἐμάν.
Οἰδίπους
ὤμοι δύσφρονος ἄτας.
Χορός
ὦ τλάμων, ὅτε νῦν χαλᾷς,
αὔδασον, τίς ἔφυς βροτῶν;
τίς ὁ πολύπονος ἄγει; τίν᾽ ἂν 205
σοῦ πατρίδ᾽ ἐκπυθοίμαν;
Οἰδίπους
ὦ ξένοι,
ἀπόπτολις· ἀλλὰ μὴ
Χορός
τί τόδ᾽ ἀπεννέπεις, γέρον;
Οἰδίπους
μὴ μὴ μή μ᾽ ἀνέρῃ τίς εἰμι, 210
μηδ᾽ ἐξετάσῃς πέρα ματεύων.
Χορός
τί τόδ᾽;
Οἰδίπους
αἰνὰ φύσις.
Χορός
--αὔδα.
Οἰδίπους
τέκνον, ὤμοι, τί γεγώνω;
Χορός
τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν. 215
Οἰδίπους
ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;
Ἀντιγόνη
λέγ᾽, ἐπείπερ ἐπ᾽ ἔσχατα βαίνεις.
Οἰδίπους
ἀλλ᾽ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.
Χορός
μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.
Οἰδίπους
Λαΐου ἴστε τιν᾽; 220
Χορός
--ὢ ἰοὺ ἰού.
Οἰδίπους
τό τε Λαβδακιδᾶν γένος;
Χορός
--ὦ Ζεῦ.
Οἰδίπους
ἄθλιον Οἰδιπόδαν;
Χορός
--σὺ γὰρ ὅδ᾽ εἶ;
Οἰδίπους
δέος ἴσχετε μηδὲν ὅσ᾽ αὐδῶ.
Χορός
ἰὼ ὢ ὤ.
Οἰδίπους
δύσμορος.
Χορός
--ὢ ὤ.
Οἰδίπους
θύγατερ, τί ποτ᾽ αὐτίκα κύρσει; 225
Χορός
ἔξω πόρσω βαίνετε χώρας.
Οἰδίπους
ἃ δ᾽ ὑπέσχεο ποῖ καταθήσεις,
Χορός
οὐδενὶ μοιριδία τίσις ἔρχεται
ἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δ᾽ ἀπά- 230
ταις ἑτέραις ἑτέρα παραβαλλομέ-
να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-
χειν. σὺ δὲ τῶνδ᾽ ἑδράνων πάλιν ἔκτοπος
αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,
μή τι πέρα χρέος 235
ἐμᾷ πόλει προσάψῃς.
Ἀντιγόνη
ὦ ξένοι
αἰδόφρονες, ἀλλ᾽ ἐπεὶ
γεραὸν πατέρα τόνδ᾽ ἐμὸν
οὐκ ἀνέτλατ᾽, ἔργων
ἀκόντων ἀΐοντες αὐδάν, 240
ἀλλ᾽ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθ᾽, ἃ
πατρὸς ὑπὲρ τοὐμοῦ μόνου
ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα
ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ᾽ αἵματος 245
ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον
αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ
κείμεθα τλάμονες. ἀλλ᾽ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν·
πρός σ᾽ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι, 250
ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·
οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,
εἰ θεὸς ἄγοι,
ἐκφυγεῖν δύναιτο. 253β
Χορός
ἀλλ᾽ ἴσθι, τέκνον Οἰδίπου, σέ τ᾽ ἐξ ἴσου
οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν· 255
τὰ δ᾽ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
Οἰδίπους
τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς
μάτην ῥεούσης ὠφέλημα γίγνεται,
εἰ τάς γ᾽ Ἀθήνας φασὶ θεοσεβεστάτας 260
εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
κἄμοιγε ποῦ τοῦτ᾽ ἐστίν, οἵτινες βάθρων
ἐκ τῶνδέ μ᾽ ἐξάραντες εἶτ᾽ ἐλαύνετε,
ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε 265
σῶμ᾽ οὐδὲ τἄργα τἄμ᾽· ἐπεὶ τά γ᾽ ἔργα μου
πεπονθότ᾽ ἐστὶ μᾶλλον ἢ δεδρακότα,
εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
ὧν οὕνεκ᾽ ἐκφοβεῖ με· τοῦτ᾽ ἐγὼ καλῶς
ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν, 270
ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ᾽ εἰ φρονῶν
ἔπρασσον, οὐδ᾽ ἂν ὧδ᾽ ἐγιγνόμην κακός;
νῦν δ᾽ οὐδὲν εἰδὼς ἱκόμην ἵν᾽ ἱκόμην,
ὑφ᾽ ὧν δ᾽ ἔπασχον, εἰδότων ἀπωλλύμην.
ἀνθ᾽ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, 275
ὥσπερ με κἀνεστήσαθ᾽, ὧδε σώσατε,
καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ
βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,
βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του 280
μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.
ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,
ἀλλ᾽ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα 285
τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,
ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων
ὄνησιν ἀστοῖς τοῖσδ᾽· ὅταν δ᾽ ὁ κύριος
παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
τότ᾽ εἰσακούων πάντ᾽ ἐπιστήσει· τὰ δὲ 290
μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
Χορός
ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα
πολλή ᾽στ᾽ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς
ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι. 295
Οἰδίπους
καὶ ποῦ ᾽σθ᾽ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;
Χορός
πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,
ὃς κἀμὲ δεῦρ᾽ ἔπεμψεν, οἴχεται στελῶν.
Οἰδίπους
ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν᾽ ἐντροπὴν
ἢ φροντίδ᾽, ἕξειν, αὐτὸν ὥστ᾽ ἐλθεῖν πέλας; 300
Χορός
καὶ κάρθ᾽, ὅταν περ τοὔνομ᾽ αἴσθηται τὸ σόν.
Οἰδίπους
τίς δ᾽ ἔσθ᾽ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;
Χορός
μακρὰ κέλευθος· πολλὰ δ᾽ ἐμπόρων ἔπη
φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,
θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν 305
ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
εὕδει, κλύων σοῦ δεῦρ᾽ ἀφίξεται ταχύς.
Οἰδίπους
ἀλλ᾽ εὐτυχὴς ἵκοιτο τῇ θ᾽ αὑτοῦ πόλει
ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;
Ἀντιγόνη
ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ; 310
Οἰδίπους
τί δ᾽ ἔστι, τέκνον Ἀντιγόνη;
Ἀντιγόνη
--γυναῖχ᾽ ὁρῶ
στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
πώλου βεβῶσαν· κρατὶ δ᾽ ἡλιοστεγὴς
κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
τί φῶ; 315
ἆρ᾽ ἔστιν; ἆρ᾽ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;
καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.
τάλαινα.
οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπ᾽ ὀμμάτων
σαίνει με προσστείχουσα· σημαίνει δ᾽ ὅτι 320
μόνης τόδ᾽ ἐστὶ δῆλον Ἰσμήνης κάρα.
Οἰδίπους
πῶς εἶπας, ὦ παῖ;
Ἀντιγόνη
--παῖδα σήν, ἐμὴν δ᾽ ὁρᾶν
ὅμαιμον· αὐδῇ δ᾽ αὐτίκ᾽ ἔξεστιν μαθεῖν.
Ἰσμήνη
ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
ἥδιστα προσφωνήμαθ᾽, ὡς ὑμᾶς μόλις 325
εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.
Οἰδίπους
ὦ τέκνον, ἥκεις;
Ἰσμήνη
--ὦ πάτερ δύσμοιρ᾽ ὁρᾶν.
Οἰδίπους
τέκνον, πέφηνας;
Ἰσμήνη
--οὐκ ἄνευ μόχθου γέ μοι.
Οἰδίπους
πρόσψαυσον, ὦ παῖ.
Ἰσμήνη
--θιγγάνω δυοῖν ὁμοῦ.
Οἰδίπους
ὦ σπέρμ᾽ ὅμαιμον. 330
Ἰσμήνη
--ὦ δυσάθλιαι τροφαί.
Οἰδίπους
ἦ τῆσδε κἀμοῦ;
Ἰσμήνη
--δυσμόρου τ᾽ ἐμοῦ τρίτης.
Οἰδίπους
τέκνον, τί δ᾽ ἦλθες;
Ἰσμήνη
--σῇ, πάτερ, προμηθίᾳ.
Οἰδίπους
πότερα πόθοισι;
Ἰσμήνη
--καὶ λόγων γ᾽ αὐτάγγελος,
ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.
Οἰδίπους
οἱ δ᾽ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν; 335
Ἰσμήνη
εἴσ᾽ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν.
Οἰδίπους
ὦ πάντ᾽ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις
φύσιν κατεικασθέντε καὶ βίου τροφάς·
ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας
θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι 340
τἄξω βίου τροφεῖα πορσύνουσ᾽ ἀεί.
σφῷν δ᾽, ὦ τέκν᾽, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,
κατ᾽ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,
σφὼ δ᾽ ἀντ᾽ ἐκείνων τἀμὰ δυστήνου κακὰ
ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας 345
τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,
ἀεὶ μεθ᾽ ἡμῶν δύσμορος πλανωμένη
γερονταγωγεῖ, πολλὰ μὲν κατ᾽ ἀγρίαν
ὕλην ἄσιτος νηλίπους τ᾽ ἀλωμένη,
πολλοῖσι δ᾽ ὄμβροις ἡλίου τε καύμασιν 350
μοχθοῦσα τλήμων δεύτερ᾽ ἡγεῖται τὰ τῆς
οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.
σὺ δ᾽, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ
μαντεῖ᾽ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,
ἃ τοῦδ᾽ ἐχρήσθη σώματος, φύλαξ τέ μου 355
πιστὴ κατέστης, γῆς ὅτ᾽ ἐξηλαυνόμην·
νῦν δ᾽ αὖ τίν᾽ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ
φέρουσα; τίς σ᾽ ἐξῆρεν οἴκοθεν στόλος;
ἥκεις γὰρ οὐ κενή γε, τοῦτ᾽ ἐγὼ σαφῶς
ἔξοιδα, μὴ οὐχὶ δεῖμ᾽ ἐμοὶ φέρουσά τι. 360
Ἰσμήνη
ἐγὼ τὰ μὲν παθήμαθ᾽ ἅπαθον, πάτερ,
ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,
παρεῖσ᾽ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι
πονοῦσά τ᾽ ἀλγεῖν καὶ λέγουσ᾽ αὖθις πάλιν.
ἃ δ᾽ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ 365
νῦν ἐστι, ταῦτα σημανοῦσ᾽ ἐλήλυθα.
πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε
θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,
λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,
οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον· 370
νῦν δ᾽ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς
εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,
ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.
χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς
τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων 375
ἀποστερίσκει, κἀξελήλακεν πάτρας.
ὁ δ᾽, ὡς καθ᾽ ἡμᾶς ἔσθ᾽ ὁ πληθύων λόγος,
τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει
κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους
ὡς αὐτίκ᾽ Ἄργος ἢ τὸ Καδμείων πέδον 380
τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.
ταῦτ᾽ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,
ἀλλ᾽ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ
πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.
Οἰδίπους
ἤδη γὰρ ἔσχες ἐλπίδ᾽ ὡς ἐμοῦ θεοὺς 385
ὤραν τιν᾽ ἕξειν, ὥστε σωθῆναί ποτε;
Ἰσμήνη
ἔγωγε τοῖς νὺν γ᾽, ὦ πάτερ, μαντεύμασιν.
Οἰδίπους
ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;
Ἰσμήνη
σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
θανόντ᾽ ἔσεσθαι ζῶντά τ᾽ εὐσοίας χάριν. 390
Οἰδίπους
τίς δ᾽ ἂν τοιοῦδ᾽ ὑπ᾽ ἀνδρὸς εὖ πράξειεν ἄν;
Ἰσμήνη
ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.
Οἰδίπους
ὅτ᾽ οὐκέτ᾽ εἰμί, τηνικαῦτ᾽ ἄρ᾽ εἴμ᾽ ἀνήρ;
Ἰσμήνη
νῦν γὰρ θεοί σ᾽ ὀρθοῦσι, πρόσθε δ᾽ ὤλλυσαν.
Οἰδίπους
γέροντα δ᾽ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. 395
Ἰσμήνη
καὶ μὴν Κρέοντά γ᾽ ἴσθι σοι τούτων χάριν
ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.
Οἰδίπους
ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.
Ἰσμήνη
ὥς σ᾽ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ᾽μβαίνῃς ὅρων. 400
Οἰδίπους
ἡ δ᾽ ὠφέλησις τίς θύρασι κειμένου;
Ἰσμήνη
κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.
Οἰδίπους
κἄνευ θεοῦ τις τοῦτό γ᾽ ἂν γνώμῃ μάθοι.
Ἰσμήνη
τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
χώρας θέλουσι, μηδ᾽ ἵν᾽ ἂν σαυτοῦ κρατοῖς. 405
Οἰδίπους
ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
Ἰσμήνη
ἀλλ᾽ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σ᾽, ὦ πάτερ.
Οἰδίπους
οὐκ ἆρ᾽ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
Ἰσμήνη
ἔσται ποτ᾽ ἆρα τοῦτο Καδμείοις βάρος.
Οἰδίπους
ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς; 410
Ἰσμήνη
τῆς σῆς ὑπ᾽ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
Οἰδίπους
ἃ δ᾽ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;
Ἰσμήνη
ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ᾽ ἑστίας.
Οἰδίπους
καὶ ταῦτ᾽ ἐφ᾽ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
Ἰσμήνη
ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον. 415
Οἰδίπους
παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
Ἰσμήνη
ἄμφω γ᾽ ὁμοίως, κἀξεπίστασθον καλῶς.
Οἰδίπους
κᾆθ᾽ οἱ κάκιστοι τῶνδ᾽ ἀκούσαντες, πάρος
τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;
Ἰσμήνη
ἀλγῶ κλύουσα ταῦτ᾽ ἐγώ, φέρω δ᾽ ὅμως. 420
Οἰδίπους
ἀλλ᾽ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
ἔριν κατασβέσειαν, ἔν τ᾽ ἐμοὶ τέλος
αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·
ὡς οὔτ᾽ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει 425
μείνειεν οὔτ᾽ ἂν οὑξεληλυθὼς πάλιν
ἔλθοι ποτ᾽ αὖθις· οἵ γε τὸν φύσαντ᾽ ἐμὲ
οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον
οὐκ ἔσχον οὐδ᾽ ἤμυναν, ἀλλ᾽ ἀνάστατος
αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς. 430
εἴποις ἂν ὡς θέλοντι τοῦτ᾽ ἐμοὶ τότε
πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.
οὐ δῆτ᾽, ἐπεί τοι τὴν μὲν αὐτίχ᾽ ἡμέραν,
ὁπηνίκ᾽ ἔζει θυμός, ἥδιστον δέ μοι
τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, 435
οὐδεὶς ἔρωτ᾽ ἐς τόνδ᾽ ἐφαίνετ᾽ ὠφελῶν·
χρόνῳ δ᾽, ὅτ᾽ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,
κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι
μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,
τὸ τηνίκ᾽ ἤδη τοῦτο μὲν πόλις βίᾳ 440
ἤλαυνέ μ᾽ ἐκ γῆς χρόνιον, οἱ δ᾽ ἐπωφελεῖν,
οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν
οὐκ ἠθέλησαν, ἀλλ᾽ ἔπους σμικροῦ χάριν
φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
ἐκ ταῖνδε δ᾽, οὔσαιν παρθένοιν, ὅσον φύσις 445
δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου
καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·
τὼ δ᾽ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
ἀλλ᾽ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, 450
οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ
ὄνησις ἥξει· τοῦτ᾽ ἐγῷδα, τῆσδέ τε
μαντεῖ᾽ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ
παλαίφαθ᾽ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.
πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ 455
μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.
ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθ᾽ ὁμοῦ
προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς
ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν
σωτῆρ᾽ ἀρεῖσθε, τοῖς δ᾽ ἐμοῖς ἐχθροῖς πόνους. 460
Χορός
ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
αὐτός τε παῖδές θ᾽ αἵδ᾽· ἐπεὶ δὲ τῆσδε γῆς
σωτῆρα σαυτὸν τῷδ᾽ ἐπεμβάλλεις λόγῳ,
παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
Οἰδίπους
ὦ φίλταθ᾽, ὡς νῦν πᾶν τελοῦντι προξένει. 465
Χορός
θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ᾽ ἃς
τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
Οἰδίπους
τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.
Χορός
πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς
κρήνης ἐνεγκοῦ, δι᾽ ὁσίων χειρῶν θιγών. 470
Οἰδίπους
ὅταν δὲ τοῦτο χεῦμ᾽ ἀκήρατον λάβω;
Χορός
κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
ὧν κρᾶτ᾽ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
Οἰδίπους
θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
Χορός
οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. 475
Οἰδίπους
εἶεν· τὸ δ᾽ ἔνθεν ποῖ τελευτῆσαί με χρή;
Χορός
χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
Οἰδίπους
ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
Χορός
τρισσάς γε πηγάς· τὸν τελευταῖον δ᾽ ὅλον.
Οἰδίπους
τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε. 480
Χορός
ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
Οἰδίπους
ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
Χορός
τρὶς ἐννέ᾽ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
τιθεὶς ἐλαίας τάσδ᾽ ἐπεύχεσθαι λιτάς.
Οἰδίπους
τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ. 485
Χορός
ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
αἰτοῦ σύ τ᾽ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·
ἔπειτ᾽ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι 490
δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·
ἄλλως δὲ δειμαίνοιμ᾽ ἄν, ὦ ξέν᾽, ἀμφὶ σοι.
Οἰδίπους
ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
Ἀντιγόνη
ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
Οἰδίπους
ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν 495
τῷ μὴ δύνασθαι μήδ᾽ ὁρᾶν, δυοῖν κακοῖν·
σφῷν δ᾽ ἁτέρα μολοῦσα πραξάτω τάδε.
ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν
ψυχὴν τάδ᾽ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
ἀλλ᾽ ἐν τάχει τι πράσσετον· μόνον δέ με 500
μὴ λείπετ᾽· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
ἔρημον ἕρπειν οὐδ᾽ ὑφηγητοῦ δίχα.
Ἰσμήνη
ἀλλ᾽ εἶμ᾽ ἐγὼ τελοῦσα· τὸν τόπον δ᾽ ἵνα
χρῆσταί μ᾽ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
Χορός
τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ᾽· ἢν δέ του 505
σπάνιν τιν᾽ ἴσχῃς, ἔστ᾽ ἔποικος ὃς φράσει.
Ἰσμήνη
χωροῖμ᾽ ἂν ἐς τόδ᾽· Ἀντιγόνη, σὺ δ᾽ ἐνθάδε
φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ
οὐδ᾽ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
Χορός
δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν᾽, ἐπεγείρειν· 510
ὅμως δ᾽ ἔραμαι πυθέσθαι
Οἰδίπους
τί τοῦτο;
Χορός
τᾶς δειλαίας ἀπόρου φανείσας
ἀλγηδόνος, ξυνέστας.
Οἰδίπους
μὴ πρὸς ξενίας ἀνοίξῃς 515
τᾶς σᾶς ἃ πέπονθ᾽ ἀναιδῆ.
Χορός
τό τοι πολὺ καὶ μηδαμὰ λῆγον
χρῄζω, ξεῖν᾽, ὀρθὸν ἄκουσμ᾽ ἀκοῦσαι.
Οἰδίπους
ὤμοι.
Χορός
στέρξον, ἱκετεύω.
Οἰδίπους
--φεῦ φεῦ.
Χορός
πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις. 520
Οἰδίπους
ἤνεγκ᾽ οὖν κακότατ᾽, ὦ ξένοι, ἤνεγκ᾽ ἀέκων μέν,
θεὸς ἴστω,
τούτων δ᾽ αὐθαίρετον οὐδέν.
Χορός
ἀλλ᾽ ἐς τί;
Οἰδίπους
κακᾷ μ᾽ εὐνᾷ πόλις οὐδὲν ἴδριν 525
γάμων ἐνέδησεν ἄτᾳ.
Χορός
ἦ ματρόθεν, ὡς ἀκούω,
δυσώνυμα λέκτρ᾽ ἐπλήσω;
Οἰδίπους
ὤμοι θάνατος μὲν τάδ᾽ ἀκούειν,
ὦ ξεῖν᾽· αὗται δὲ δύ᾽ ἐξ ἐμοῦ μὲν 530
Χορός
πῶς φῄς;
Οἰδίπους
παῖδε, δύο δ᾽ ἄτα
Χορός
ὦ Ζεῦ. 532β
Ο
ἰδίπους
ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.
Χορός
σαί τ᾽ εἴσ᾽ ἄρ᾽ ἀπόγονοί τε καὶ
Οἰδίπους
κοιναί γε πατρὸς ἀδελφεαί. 535
Χορός
ἰώ.
Οἰδίπους
--ἰὼ δῆτα μυρίων γ᾽ ἐπιστροφαὶ κακῶν.
Χορός
ἔπαθες
Οἰδίπους
--ἔπαθον ἄλαστ᾽ ἔχειν.
Χορός
ἔρεξας
Οἰδίπους
οὐκ ἔρεξα.
Χορός
τί γάρ;
Οἰδίπους
--ἐδεξάμην
δῶρον, ὃ μήποτ᾽ ἐγὼ ταλακάρδιος 540
ἐπωφέλησας πόλεος ἐξελέσθαι.
Χορός
δύστανε, τί γάρ; ἔθου φόνον
Οἰδίπους
τί τοῦτο; τί δ᾽ ἐθέλεις μαθεῖν;
Χορός
πατρός;
Οἰδίπους
--παπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον,
Χορός
ἔκανες 545
Οἰδίπους
--ἔκανον. ἔχει δέ μοι
Χορός
τί τοῦτο;
Οἰδίπους
πρὸς δίκας τι.
Χορός
τί γάρ;
Οἰδίπους
--ἐγὼ φράσω.
καὶ γὰρ ἄν, οὓς ἐφόνευσ᾽, ἔμ᾽ ἀπώλεσαν·
νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδ᾽ ἦλθον.
Χορός
καὶ μὴν ἄναξ ὅδ᾽ ἡμὶν Αἰγέως γόνος
Θησεὺς κατ᾽ ὀμφὴν σὴν ἐφ᾽ ἁστάλη πάρα. 550
Θησεύς
πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ
τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
ἔγνωκά σ᾽, ὦ παῖ Λαΐου, τανῦν θ᾽ ὁδοῖς
ἐν ταῖσδ᾽ ἀκούων μᾶλλον ἐξεπίσταμαι. 555
σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα
δηλοῦτον ἡμῖν ὄνθ᾽ ὃς εἶ, καί σ᾽ οἰκτίσας
θέλω ᾽περέσθαι, δύσμορ᾽ Οἰδίπους, τίνα
πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τ᾽ ἔχων, 560
αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.
δίδασκε· δεινὴν γάρ τιν᾽ ἂν πρᾶξιν τύχοις
λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,
ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,
ὥσπερ σύ, χὢς εἷς πλεῖστ᾽ ἀνὴρ ἐπὶ ξένης
ἤθλησα κινδυνεύματ᾽ ἐν τὠμῷ κάρᾳ· 565
ὥστε ξένον γ᾽ ἂν οὐδέν᾽ ὄνθ᾽, ὥσπερ σὺ νῦν,
ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ
ἔξοιδ᾽ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον
οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.
Οἰδίπους
Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι. 570
σὺ γάρ μ᾽ ὅς εἰμι κἀφ᾽ ὅτου πατρὸς γεγὼς
καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·
ὥστ᾽ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν
εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.
Θησεύς
τοῦτ᾽ αὐτὸ νῦν δίδασχ᾽, ὅπως ἂν ἐκμάθω. 575
Οἰδίπους
δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας
σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ
κέρδη παρ᾽ αὐτοῦ κρείσσον᾽ ἢ μορφὴ καλή.
Θησεύς
ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
Οἰδίπους
χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που. 580
Θησεύς
ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;
Οἰδίπους
ὅταν θάνω ᾽γὼ καὶ σύ μου ταφεὺς γένῃ
Θησεύς
τὰ λοίσθι᾽ αἰτεῖ τοῦ βίου, τὰ δ᾽ ἐν μέσῳ
ἢ λῆστιν ἴσχεις ἢ δι᾽ οὐδενὸς ποεῖ.
Οἰδίπους
ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. 585
Θησεύς
ἀλλ᾽ ἐν βραχεῖ δὴ τήνδε μ᾽ ἐξαιτεῖ χάριν.
Οἰδίπους
ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.
Θησεύς
πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;--
Οἰδίπους
κεῖνοι κομίζειν κεῖσ᾽ ἄναξ, χρῄζουσί με.
Θησεύς
ἀλλ᾽ εἰ θέλοντά γ᾽ οὐδὲ σοὶ φεύγειν καλόν. 590
Οἰδίπους
ἀλλ᾽ οὐδ᾽, ὅτ᾽ αὐτὸς ἤθελον, παρίεσαν.
Θησεύς
ὦ μῶρε, θυμὸς δ᾽ ἐν κακοῖς οὐ ξύμφορον.
Οἰδίπους
ὅταν μάθῃς μου, νουθέτει, τανῦν δ᾽ ἔα.
Θησεύς
δίδασκ᾽· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
Οἰδίπους
πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά. 595
Θησεύς
ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;
Οἰδίπους
οὐ δῆτ᾽, ἐπεὶ πᾶς τοῦτό γ᾽ Ἑλλήνων θροεῖ.
Θησεύς
τί γὰρ τὸ μεῖζον ἢ κατ᾽ ἄνθρωπον νοσεῖς;
Οἰδίπους
οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην
πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι 600
πάλιν κατελθεῖν μήποθ᾽, ὡς πατροκτόνῳ.
Θησεύς
πῶς δῆτα σ᾽ ἂν πεμψαίαθ᾽, ὥστ᾽ οἰκεῖν δίχα;
Οἰδίπους
τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.
Θησεύς
ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
Οἰδίπους
ὅτι σφ᾽ ἀνάγκη τῇδε πληγῆναι χθονί. 605
Θησεύς
καὶ πῶς γένοιτ᾽ ἂν τἀμὰ κἀκείνων πικρά;
Οἰδίπους
ὦ φίλτατ᾽ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.
τὰ δ᾽ ἄλλα συγχεῖ πάνθ᾽ ὁ παγκρατὴς χρόνος.
φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος, 610
θνῄσκει δὲ πίστις, βλαστάνει δ᾽ ἀπιστία,
καὶ πνεῦμα ταὐτὸν οὔποτ᾽ οὔτ᾽ ἐν ἀνδράσιν
φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.
τοῖς μὲν γὰρ ἤδη, τοῖς δ᾽ ἐν ὑστέρῳ χρόνῳ
τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα. 615
καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ
καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος
χρόνος τεκνοῦται νύκτας ἡμέρας τ᾽ ἰών,
ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα
δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου· 620
ἵν᾽ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς
ψυχρός ποτ᾽ αὐτῶν θερμὸν αἷμα πίεται,
εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.
ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ᾽ ἔπη,
ἔα μ᾽ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον 625
πιστὸν φυλάσσων, κοὔποτ᾽ Οἰδίπουν ἐρεῖς
ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων
τῶν ἐνθάδ᾽, εἴπερ μὴ θεοὶ ψεύσουσί με.
Χορός
ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ᾽ ἔπη
γῇ τῇδ᾽ ὅδ᾽ ἁνὴρ ὡς τελῶν ἐφαίνετο. 630
Θησεύς
τίς δῆτ᾽ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
τοιοῦδ᾽, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος
κοινή παρ᾽ ἡμῖν αἰέν ἐστιν ἑστία;
ἔπειτα δ᾽ ἱκέτης δαιμόνων ἀφιγμένος
γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει. 635
ἁγὼ σεβισθεὶς οὔποτ᾽ ἐκβαλῶ χάριν
τὴν τοῦδε, χώρᾳ δ᾽ ἔμπολιν κατοικιῶ.
εἰ δ᾽ ἐνθάδ᾽ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν
τάξω φυλάσσειν, εἴτ᾽ ἐμοῦ στείχειν μέτα,
τόδ᾽ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι 640
κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.
Οἰδίπους
ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.
Θησεύς
τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;
Οἰδίπους
εἴ μοι θέμις γ᾽ ἦν· ἀλλ᾽ ὁ χῶρός ἐσθ᾽ ὅδε,
Θησεύς
ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι. 645
Οἰδίπους
ἐν ᾧ κρατήσω τῶν ἔμ᾽ ἐκβεβληκότων.
Θησεύς
μέγ᾽ ἂν λέγοις δώρημα τῆς συνουσίας.
Οἰδίπους
εἰ σοί γ᾽ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.
Θησεύς
θάρσει τὸ τοῦδέ γ᾽ ἀνδρός· οὔ σε μὴ προδῶ.
Οἰδίπους
οὔτοι σ᾽ ὑφ᾽ ὅρκου γ᾽ ὡς κακὸν πιστώσομαι. 650
Θησεύς
οὔκουν πέρα γ᾽ ἂν οὐδὲν ἢ λόγῳ φέροις.
Οἰδίπους
πῶς οὖν ποήσεις;
Θησεύς
--τοῦ μάλιστ᾽ ὄκνος σ᾽ ἔχει;
Οἰδίπους
ἥξουσιν ἄνδρες
Θησεύς
--ἀλλὰ τοῖσδ᾽ ἔσται μέλον.
Οἰδίπους
ὅρα με λείπων
Θησεύς
--μὴ δίδασχ᾽ ἃ χρή με δρᾶν.
Οἰδίπους
ὀκνοῦντ᾽ ἀνάγκη. 655
Θησεύς
--τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.
Οἰδίπους
οὐκ οἶσθ᾽ ἀπειλὰς
Θησεύς
--οἶδ᾽ ἐγώ σε μή τινα
ἐνθένδ᾽ ἀπάξοντ᾽ ἄνδρα πρὸς βίαν ἐμοῦ.
πολλαὶ δ᾽ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
θυμῷ κατηπείλησαν, ἀλλ᾽ ὁ νοῦς ὅταν
αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα. 660
κείνοις δ᾽ ἴσως κεἰ δείν᾽ ἐπερρώσθη λέγειν
τῆς σῆς ἀγωγῆς, οἶδ᾽ ἐγώ, φανήσεται
μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.
θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ
γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε· 665
ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ᾽ ὅτι
τοὐμὸν φυλάξει σ᾽ ὄνομα μὴ πάσχειν κακῶς.
Χορός
εὐίππου, ξένε, τᾶσδε χώρας
ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
τὸν ἀργῆτα Κολωνόν, ἔνθ᾽ 670
ἁ λίγεια μινύρεται
θαμίζουσα μάλιστ᾽ ἀηδὼν
χλωραῖς ὑπὸ βάσσαις,
τὸν οἰνωπὸν ἔχουσα κισσὸν
καὶ τὰν ἄβατον θεοῦ 675
φυλλάδα μυριόκαρπον ἀνήλιον
ἀνήνεμόν τε πάντων
χειμώνων· ἵν᾽ ὁ βακχιώτας
ἀεὶ Διόνυσος ἐμβατεύει
θεαῖς ἀμφιπολῶν τιθήναις. 680
θάλλει δ᾽ οὐρανίας ὑπ᾽ ἄχνας
ὁ καλλίβοτρυς κατ᾽ ἦμαρ ἀεὶ
νάρκισσος, μεγάλαιν θεαῖν
ἀρχαῖον στεφάνωμ᾽, ὅ τε
χρυσαυγὴς κρόκος· οὐδ᾽ ἄϋπνοι 685
κρῆναι μινύθουσιν
Κηφισοῦ νομάδες ῥεέθρων,
ἀλλ᾽ αἰὲν ἐπ᾽ ἤματι
ὠκυτόκος πεδίων ἐπινίσσεται
ἀκηράτῳ σὺν ὄμβρῳ 690
στερνούχου χθονός· οὐδὲ Μουσᾶν
χοροί νιν ἀπεστύγησαν οὐδ᾽ ἁ
χρυσάνιος Ἀφροδίτα.
ἔστιν δ᾽ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω 695
οὐδ᾽ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν
φύτευμ᾽ ἀχείρωτον αὐτόποιον,
ἐγχέων φόβημα δαΐων,
ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ, 700
γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·
τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳ
συνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος
λεύσσει νιν μορίου Διὸς 705
χἀ γλαυκῶπις Ἀθάνα.
ἄλλον δ᾽ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον
δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον, 710
εὔιππον, εὔπωλον, εὐθάλασσον.
ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς
τόδ᾽ εἷσας αὔχημ᾽, ἄναξ Ποσειδάν,
ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν 715
πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.
ἁ δ᾽ εὐήρετμος ἔκπαγλ᾽ ἁλία χερσὶ παραπτομένα πλάτα
θρῴσκει, τῶν ἑκατομπόδων
Νηρῄδων ἀκόλουθος.
Ἀντιγόνη
ὦ πλεῖστ᾽ ἐπαίνοις εὐλογούμενον πέδον, 720
νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
Οἰδίπους
τί δ᾽ ἔστιν, ὦ παῖ, καινόν;
Ἀντιγόνη
--ἆσσον ἔρχεται
Κρέων ὅδ᾽ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.
Οἰδίπους
ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
φαίνοιτ᾽ ἂν ἤδη τέρμα τῆς σωτηρίας. 725
Χορός
θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,
τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
Κρέων
ἄνδρες χθονὸς τῆσδ᾽ εὐγενεῖς οἰκήτορες,
ὁρῶ τιν᾽ ὑμᾶς ὀμμάτων εἰληφότας
φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου, 730
ὃν μήτ᾽ ὀκνεῖτε μήτ᾽ ἀφῆτ᾽ ἔπος κακόν.
ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ
γέρων μέν εἰμι, πρὸς πόλιν δ᾽ ἐπίσταμαι
σθένουσαν ἥκων, εἴ τιν᾽ Ἑλλάδος, μέγα.
ἀλλ᾽ ἄνδρα τόνδε τηλικόσδ᾽ ἀπεστάλην 735
πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,
οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλ᾽ ἀνδρῶν ὑπὸ
πάντων κελευσθείς, οὕνεχ᾽ ἧκέ μοι γένει
τὰ τοῦδε πενθεῖν πήματ᾽ εἰς πλεῖστον πόλεως.
ἀλλ᾽ ὦ ταλαίπωρ᾽ Οἰδίπους, κλύων ἐμοῦ 740
ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς
καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ᾽ ἐγώ,
ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν
κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,
ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον, 745
ἀεὶ δ᾽ ἀλήτην κἀπὶ προσπόλου μιᾶς
βιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλας
οὐκ ἄν ποτ᾽ ἐς τοσοῦτον αἰκίας πεσεῖν
ἔδοξ᾽, ὅσον πέπτωκεν ἥδε δύσμορος,
ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα 750
πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων
ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.
ἆρ᾽ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,
ὠνείδισ᾽ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;
ἀλλ᾽ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν 755
πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ
κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν
τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως
εἰπών· ἐπαξία γάρ· ἡ δ᾽ οἴκοι πλέον
δίκῃ σέβοιτ᾽ ἄν, οὖσα σὴ πάλαι τροφός. 760
Οἰδίπους
ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων
λόγου δικαίου μηχάνημα ποικίλον,
τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις
ἑλεῖν ἐν οἷς μάλιστ᾽ ἂν ἀλγοίην ἁλούς;
πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς 765
νοσοῦνθ᾽, ὅτ᾽ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,
οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν·
ἀλλ᾽ ἡνίκ᾽ ἤδη μεστὸς ἦ θυμούμενος
καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,
τότ᾽ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι 770
τὸ συγγενὲς τοῦτ᾽ οὐδαμῶς τότ᾽ ἦν φίλον·
νῦν τ᾽ αὖθις ἡνίκ᾽ εἰσορᾷς πόλιν τέ μοι
ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,
πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.
καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν; 775
ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν
μηδὲν διδοίη μηδ᾽ ἐπαρκέσαι θέλοι,
πλήρη δ᾽ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε
δωροῖθ᾽, ὅτ᾽ οὐδὲν ἡ χάρις χάριν φέροι·
ἆρ᾽ ἂν ματαίου τῆσδ᾽ ἂν ἡδονῆς τύχοις; 780
τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,
λόγῳ μὲν ἐσθλά. τοῖσι δ᾽ ἔργοισιν κακά.
φράσω δὲ καὶ τοῖσδ᾽, ὥς σε δηλώσω κακόν.
ἥκεις ἔμ᾽ ἄξων, οὐχ᾽ ἵν᾽ ἐς δόμους ἄγῃς,
ἀλλ᾽ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι 785
κακῶν ἄνατος τῆσδ᾽ ἀπαλλαχθῇ χθονός.
οὐκ ἔστι σοι ταῦτ᾽, ἀλλά σοι τάδ᾽ ἔστ᾽, ἐκεῖ
χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·
ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον. 790
ἆρ᾽ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;
πολλῷ γ᾽, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,
Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.
τὸ σὸν δ᾽ ἀφῖκται δεῦρ᾽ ὑπόβλητον στόμα,
πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν 795
κάκ᾽ ἂν λάβοις τὰ πλείον᾽ ἢ σωτήρια.
ἡμᾶς δ᾽ ἔα ζῆν ἐνθάδ᾽· οὐ γὰρ ἂν κακῶς
οὐδ᾽ ὧδ᾽ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
Κρέων
πότερα νομίζεις δυστυχεῖν ἔμ᾽ ἐς τὰ σά, 800
ἤ σ᾽ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐς τῷ νῦν λόγῳ;
Οἰδίπους
ἐμοὶ μέν ἐσθ᾽ ἥδιστον, εἰ σὺ μήτ᾽ ἐμὲ
πείθειν οἷός τ᾽ εἶ μήτε τούσδε τοὺς πέλας.
Κρέων
ὦ δύσμορ᾽, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ
φρένας ποτ᾽ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει; 805
Οἰδίπους
γλώσσῃ σὺ δεινός· ἄνδρα δ᾽ οὐδέν᾽ οἶδ᾽ ἐγὼ
δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.
Κρέων
χωρὶς τό τ᾽ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.
Οἰδίπους
ὡς δὴ σὺ βραχέα, ταῦτα δ᾽ ἐν καιρῷ λέγεις.
Κρέων
οὐ δῆθ᾽ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα. 810
Οἰδίπους
ἄπελθ᾽, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
φύλασσ᾽ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.
Κρέων
μαρτύρομαι τούσδ᾽, οὐ σέ· πρὸς δὲ τοὺς φίλους
οἷ᾽ ἀνταμείβει ῥήματ᾽, ἤν σ᾽ ἕλω ποτέ
Οἰδίπους
τίς δ᾽ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ; 815
Κρέων
ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.
Οἰδίπους
ποίῳ σὺν ἔργῳ τοῦτ᾽ ἀπειλήσας ἔχεις;
Κρέων
παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
ξυναρπάσας ἔπεμψα, τὴν δ᾽ ἄξω τάχα.
Ο
ἰδίπους
οἴμοι.
Κρέων
--τάχ᾽ ἕξεις μᾶλλον οἰμώζειν τάδε. 820
Οἰδίπους
τὴν παῖδ᾽ ἔχεις μου;
Κρέων
--τήνδε τ᾽ οὐ μακροῦ χρόνου.
Οἰδίπους
ἰὼ ξένοι, τί δράσετ᾽; ἦ προδώσετε,
κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
Χορός
χώρει, ξέν᾽, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν
δίκαια πράσσεις οὔθ᾽ ἃ πρόσθεν εἴργασαι. 825
Κρέων
ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.
Ἀντιγόνη
οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
θεῶν ἄρηξιν ἢ βροτῶν;
Χορός
--τί δρᾷς, ξένε;
Κρέων
οὐχ ἅψομαι τοῦδ᾽ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. 830
Οἰδίπους
ὦ γῆς ἄνακτες.
Χορός
--ὦ ξέν᾽, οὐ δίκαια δρᾷς.
Κρέων
δίκαια.
Χορός
πῶς δίκαια;
Κρέων
--τοὺς ἐμοὺς ἄγω.
Οἰδίπους
ἰὼ πόλις.
Χορός
τί δρᾷς, ὦ ξέν᾽; οὐκ ἀφήσεις; τάχ᾽ εἰς βάσανον εἶ χερῶν. 835
Κρέων
εἴργου.
Χορός
--σοῦ μὲν οὔ, τάδε γε μωμένου.
Κρέων
πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.
Οἰδίπους
οὐκ ἠγόρευον ταῦτ᾽ ἐγώ;
Χορός
--μέθες χεροῖν
τὴν παῖδα θᾶσσον.
Κρέων
--μὴ ᾽πίτασσ᾽ ἃ μὴ κρατεῖς.
Χορός
χαλᾶν λέγω σοι. 840
Κρέων
--σοὶ δ᾽ ἔγωγ᾽ ὁδοιπορεῖν.
Χορός
πρόβαθ᾽ ὧδε, βᾶτε βᾶτ᾽, ἔντοποι·
πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθ᾽ ὧδέ μοι.
Ἀντιγόνη
ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.
Οἰδίπους
ποῦ, τέκνον, εἴ μοι; 845
Ἀντιγόνη
--πρὸς βίαν πορεύομαι.
Οἰδίπους
ὄρεξον, ὦ παῖ, χεῖρας.
Ἀντιγόνη
--ἀλλ᾽ οὐδὲν σθένω.
Κρέων
οὐκ ἄξεθ᾽ ὑμεῖς;
Οἰδίπους
--ὦ τάλας ἐγώ, τάλας.
Κρέων
οὔκουν ποτ᾽ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
ὁδοιπορήσῃς· ἀλλ᾽ ἐπεὶ νικᾶν θέλεις
πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφ᾽ ὧν ἐγὼ 850
ταχθεὶς τάδ᾽ ἔρδω, καὶ τύραννος ὢν ὅμως,
νίκα. χρόνῳ γάρ, οἶδ᾽ ἐγώ, γνώσει τάδε,
ὁθούνεκ᾽ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ
δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
ὀργῇ χάριν δούς, ἥ σ᾽ ἀεὶ λυμαίνεται. 855
Χορός
ἐπίσχες αὐτοῦ, ξεῖνε.
Κρέων
--μὴ ψαύειν λέγω.
Χορός
οὔτοι σ᾽ ἀφήσω, τῶνδέ γ᾽ ἐστερημένος.
Κρέων
καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
Χορός
ἀλλ᾽ ἐς τί τρέψει; 860
Κρέων
--τόνδ᾽ ἀπάξομαι λαβών.
Χορός
δεινὸν λέγοις ἄν.
Κρέων
--τοῦτο νῦν πεπράξεται.
Χορός
ἢν μή σ᾽ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
Οἰδίπους
ὦ φθέγμ᾽ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;
Κρέων
αὐδῶ σιωπᾶν.
Οἰδίπους
--μὴ γὰρ αἵδε δαίμονες
θεῖέν μ᾽ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι, 865
ὅς μ᾽, ὦ κάκιστε, ψιλὸν ὄμμ᾽ ἀποσπάσας
πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
τοιγὰρ σέ τ᾽ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον
τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε. 870
Κρέων
ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
Οἰδίπους
ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσ᾽ ὅτι
ἔργοις πεπονθὼς ῥήμασίν σ᾽ ἀμύνομαι.
Κρέων
οὔτοι καθέξω θυμόν, ἀλλ᾽ ἄξω βίᾳ
κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς. 875
Οἰδίπους
ἰὼ τάλας.
Χορός
ὅσον λῆμ᾽ ἔχων ἀφίκου, ξέν᾽, εἰ τάδε δοκεῖς τελεῖν.
Κρέων
δοκῶ.
Χορός
--τάνδ᾽ ἄρ᾽ οὐκέτι νεμῶ πόλιν.
Κρέων
τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν. 880
Οἰδίπους
ἀκούεθ᾽ οἷα φθέγγεται;
Χορός
--τά γ᾽ οὐ τελεῖ.
[ἴστω μέγας Ζεύς.]
Κρέων
--Ζεύς γ᾽ ἂν εἰδείη, σὺ δ᾽ οὔ.
Χορός
ἆρ᾽ οὐχ ὕβρις τάδ᾽;
Κρέων
--ὕβρις, ἀλλ᾽ ἀνεκτέα.
Χορός
ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
μόλετε σὺν τάχει, μόλετ᾽, ἐπεὶ πέραν περῶσ᾽ οἵδε δή. 885
Οἰδίπους
τίς ποθ᾽ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
βουθυτοῦντά μ᾽ ἀμφὶ βωμὸν ἔσχετ᾽ ἐναλίῳ θεῷ
τοῦδ᾽ ἐπιστάτῃ Κολωνοῦ; λέξαθ᾽, ὡς εἰδῶ τὸ πᾶν,
οὗ χάριν δεῦρ᾽ ᾖξα θᾶσσον ἢ καθ᾽ ἡδονὴν ποδός. 890
ὦ φίλτατ᾽, ἔγνων γὰρ τὸ προσφώνημά σου,
πέπονθα δεινὰ τοῦδ᾽ ὑπ᾽ ἀνδρὸς ἀρτίως.
Θησεύς
τὰ ποῖα ταῦτα, τίς δ᾽ ὁ πημήνας; λέγε.
Οἰδίπους
Κρέων ὅδ᾽, ὃν δέδορκας, οἴχεται τέκνων
ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα. 895
Θησεύς
πῶς εἶπας;
Οἰδίπους
--οἷά περ πέπονθ᾽ ἀκήκοας.
Θησεύς
οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
πρὸς τούσδε βωμούς, πάντ᾽ ἀναγκάσει λεὼν
ἄνιππον ἱππότην τε θυμάτων ἄπο
σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι 900
μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
ὡς μὴ παρέλθωσ᾽ αἱ κόραι, γέλως δ᾽ ἐγὼ
ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
ἴθ᾽, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δ᾽ ἐγώ,
εἰ μὲν δι᾽ ὀργῆς ἧκον, ἧς ὅδ᾽ ἄξιος, 905
ἄτρωτον οὐ μεθῆκ᾽ ἂν ἐξ ἐμῆς χερός.
νῦν δ᾽ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ᾽ ἔχων,
τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
οὐ γάρ ποτ᾽ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων· 910
ἐπεὶ δέδρακας οὔτ᾽ ἐμοῦ καταξίως
οὔθ᾽ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·
ὅστις δίκαι᾽ ἀσκοῦσαν εἰσελθὼν πόλιν
κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ᾽ ἀφεὶς
τὰ τῆσδε τῆς γῆς κύρι᾽, ὧδ᾽ ἐπεισπεσὼν 915
ἄγεις θ᾽ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,
καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ
ἔδοξας εἶναι κἄμ᾽ ἴσον τῷ μηδενί.
καίτοι σε Θῆβαί γ᾽ οὐκ ἐπαίδευσαν κακόν·
οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, 920
οὐδ᾽ ἄν σ᾽ ἐπαινέσειαν, εἰ πυθοίατο
συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
οὔκουν ἔγωγ᾽ ἂν σῆς ἐπεμβαίνων χθονός,
οὐδ᾽ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, 925
ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
οὔθ᾽ εἷλκον οὔτ᾽ ἂν ἦγον, ἀλλ᾽ ἠπιστάμην
ξένον παρ᾽ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
σὺ δ᾽ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
τὴν αὐτὸς αὑτοῦ, καί σ᾽ ὁ πληθύων χρόνος 930
γέρονθ᾽ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
τὰς παῖδας ὡς τάχιστα δεῦρ᾽ ἄγειν τινά,
εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι 935
τῷ νῷ θ᾽ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
Χορός
ὁρᾷς ἵν᾽ ἥκεις, ὦ ξέν᾽; ὡς ἀφ᾽ ὧν μὲν εἰ
φαίνει δίκαιος, δρῶν δ᾽ ἐφευρίσκει κακά.
Κρέων
ἐγὼ οὔτ᾽ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,
ὦ τέκνον Αἰγέως, οὔτ᾽ ἄβουλον, ὡς σὺ φῄς, 940
τοὔργον τόδ᾽ ἐξέπραξα, γιγνώσκων δ᾽ ὅτι
οὐδείς ποτ᾽ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
ζῆλος ξυναίμων, ὥστ᾽ ἐμοῦ τρέφειν βίᾳ.
ᾔδη δ᾽ ὁθούνεκ᾽ ἄνδρα καὶ πατροκτόνον
κἄναγνον οὐ δεξοίατ᾽, οὐδ᾽ ὅτῳ γάμοι 945
ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
ἐγὼ ξυνῄδη χθόνιον ὄνθ᾽, ὃς οὐκ ἐᾷ
τοιούσδ᾽ ἀλήτας τῇδ᾽ ὁμοῦ ναίειν πόλει·
ᾧ πίστιν ἴσχων τήνδ᾽ ἐχειρούμην ἄγραν. 950
καὶ ταῦτ᾽ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
αὐτῷ τ᾽ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·
ἀνθ᾽ ὧν πεπονθὼς ἠξίουν τάδ᾽ ἀντιδρᾶν.
θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν
θανεῖν· θανόντων δ᾽ οὐδὲν ἄλγος ἅπτεται. 955
πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ
ἐρημία με, κεἰ δίκαι᾽, ὅμως λέγω,
σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,
καὶ τηλικόσδ᾽ ὤν, ἀντιδρᾶν πειράσομαι.
Οἰδίπους
ὦ λῆμ᾽ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς, 960
πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,
τάχ᾽ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. 965
ἐπεὶ καθ᾽ αὑτόν γ᾽ οὐκ ἂν ἐξεύροις ἐμοὶ
ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθ᾽ ὅτου
τάδ᾽ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ᾽ ἡμάρτανον.
ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
χρησμοῖσιν ἱκνεῖθ᾽ ὥστε πρὸς παίδων θανεῖν, 970
πῶς ἂν δικαίως τοῦτ᾽ ὀνειδίζοις ἐμοί,
ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
οὐ μητρὸς εἶχον, ἀλλ᾽ ἀγέννητος τότ᾽ ἦ;
εἰ δ᾽ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ᾽φάνην,
ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,
μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ᾽ ἔδρων, 975
πῶς ἂν τό γ᾽ ἆκον πρᾶγμ᾽ ἂν εἰκότως ψέγοις;
μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους
οὔσης ὁμαίμου σῆς μ᾽ ἀναγκάζων λέγειν,
οἵους ἐρῶ τάχ᾽· οὐ γὰρ οὖν σιγήσομαι,
σοῦ γ᾽ εἰς τόδ᾽ ἐξελθόντος ἀνόσιον στόμα. 980
ἔτικτε γάρ μ᾽ ἔτικτεν, ὤμοι μοι κακῶν,
οὐκ εἰδότ᾽ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,
αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
ἀλλ᾽ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ᾽ ἐμὲ
κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν 985
ἄκων ἔγημα φθέγγομαί τ᾽ ἄκων τάδε.
ἀλλ᾽ οὐ γὰρ οὔτ᾽ ἐν τοῖσδ᾽ ἁλώσομαι κακὸς
γάμοισιν οὔθ᾽ οὓς αἰὲν ἐμφορεῖς σύ μοι
φόνους πατρῴους ἐξονειδίζων πικρῶς. 990
ἓν γάρ μ᾽ ἄμειψαι μοῦνον ὧν σ᾽ ἀνιστορῶ.
εἴ τις σὲ τὸν δίκαιον αὐτίκ᾽ ἐνθάδε
κτείνοι παραστάς, πότερα πυνθάνοι᾽ ἂν εἰ
πατήρ σ᾽ ὁ καίνων ἢ τίνοι᾽ ἂν εὐθέως;
δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον 995
τίνοι᾽ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.
τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,
θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς
ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
σὺ δ᾽, εἶ γὰρ οὐ δίκαιος, ἀλλ᾽ ἅπαν καλὸν 1000
λέγειν νομίζων ῥητὸν ἄρρητόν τ᾽ ἔπος,
τοιαῦτ᾽ ὀνειδίζεις με τῶνδ᾽ ἐναντίον.
καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·
κᾆθ᾽ ὧδ᾽ ἐπαινῶν πολλὰ τοῦδ᾽ ἐκλανθάνει, 1005
ὁθούνεκ᾽ εἴ τις γῆ θεοὺς ἐπίσταται
τιμαῖς σεβίζειν, ἥδε τοῦθ᾽ ὑπερφέρει·
ἀφ᾽ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ᾽ ἐμὲ
αὐτόν τ᾽ ἐχειροῦ τὰς κόρας τ᾽ οἴχει λαβών.
ἀνθ᾽ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ 1010
καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θ᾽, ἵν᾽ ἐκμάθῃς
οἵων ὑπ᾽ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
Χορός
ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ
αὐτοῦ πανώλεις, ἄξιαι δ᾽ ἀμυναθεῖν. 1015
Θησεύς
ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
σπεύδουσιν, ἡμεῖς δ᾽ οἱ παθόντες ἕσταμεν.
Κρέων
τί δῆτ᾽ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;
Θησεύς
ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
χωρεῖν, ἵν᾽, εἰ μὲν ἐν τόποισι τοῖσδ᾽ ἔχεις 1020
τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί·
εἰ δ᾽ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.
ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε
χώρας φυγόντες τῆσδ᾽ ἐπεύξωνται θεοῖς.
ἀλλ᾽ ἐξυφηγοῦ· γνῶθι δ᾽ ὡς ἔχων ἔχει 1025
καί σ᾽ εἷλε θηρῶνθ᾽ ἡ τύχη· τὰ γὰρ δόλῳ
τῷ μὴ δικαίῳ κτήματ᾽ οὐχὶ σῴζεται.
κοὐκ ἄλλον ἕξεις εἰς τάδ᾽· ὡς ἔξοιδά σε
οὐ ψιλὸν οὐδ᾽ ἄσκευον ἐς τοσήνδ᾽ ὕβριν
ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν, 1030
ἀλλ᾽ ἔσθ᾽ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.
ἃ δεῖ μ᾽ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν
ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.
νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι
δοκεῖ λελέχθαι χὤτε ταῦτ᾽ ἐμηχανῶ; 1035
Κρέων
οὐδὲν σὺ μεμπτὸν ἐνθάδ᾽ ὢν ἐρεῖς ἐμοί·
οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ᾽ ἃ χρὴ ποεῖν.
Θησεύς
χωρῶν ἀπείλει νῦν· σὺ δ᾽ ἡμίν, Οἰδίπους,
ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
ἢν μὴ θάνω ᾽γὼ πρόσθεν, οὐχὶ παύσομαι 1040
πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.
Οἰδίπους
ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν
καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.
εἴην ὅθι δαΐων
ἀνδρῶν τάχ᾽ ἐπιστροφαὶ 1045
τὸν χαλκοβόαν Ἄρη
μείξουσιν, ἢ πρὸς Πυθίαις
ἢ λαμπάσιν ἀκταῖς,
οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη 1050
θνατοῖσιν, ὧν καὶ χρυσέα
κλῂς ἐπὶ γλώσσᾳ βέβακε
προσπόλων Εὐμολπιδᾶν·
ἔνθ᾽ οἶμαι τὸν ἐγρεμάχαν
Θησέα καὶ τὰς διστόλους 1055
ἀδμῆτας ἀδελφὰς
αὐτάρκει τάχ᾽ ἐμμίξειν βοᾷ
τούσδ᾽ ἀνὰ χώρους·
Χορός
ἤ που τὸν ἐφεσπέρου
πέτρας νιφάδος πελῶσ᾽ 1060
Οἰάτιδος εἰς νόμον,
πώλοισιν ἢ ῥιμφαρμάτοις
φεύγοντες ἁμίλλαις.
ἁλώσεται· δεινὸς ὁ προσχώρων Ἄρης, 1065
δεινὰ δὲ Θησειδᾶν ἀκμά.
πᾶς γὰρ ἀστράπτει χαλινός,
πᾶσα δ᾽ ὁρμᾶται καθεῖσ᾽
ἀμπυκτήρια στομίων
ἄμβασις, οἳ τὰν ἱππίαν 1070
τιμῶσιν Ἀθάναν
καὶ τὸν πόντιον γαιάοχον
῾Ρέας φίλον υἱόν.
ἔρδουσ᾽ ἢ μέλλουσιν; ὡς
προμνᾶταί τί μοι 1075
γνώμα τάχ᾽ ἀντάσειν
τᾶν δεινὰ τλασᾶν, δεινὰ δ᾽ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη.
τελεῖ τελεῖ Ζεύς τι κατ᾽ ἆμαρ
μάντις εἴμ᾽ ἐσθλῶν ἀγώνων.
εἴθ᾽ ἀελλαία ταχύρρωστος πελειὰς
αἰθερίας νεφέλας κύρσαιμ᾽ ἄνωθ᾽ ἀγώνων 1080
αἰωρήσασα τοὐμὸν ὄμμα.
ἰὼ θεῶν πάνταρχε, παντ- 1085
όπτα Ζεῦ, πόροις
γᾶς τᾶσδε δαμούχοις
σθένει ᾽πινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον,
σεμνά τε παῖς Παλλὰς Ἀθάνα. 1090
καὶ τὸν ἀγρευτὰν Ἀπόλλω
καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν
ὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰς
μολεῖν γᾷ τᾷδε καὶ πολίταις.
ὦ ξεῖν᾽ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς 1095
ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ
τάσδ᾽ ἆσσον αὖθις ὧδε προσπολουμένας.
Οἰδίπους
ποῦ ποῦ; τί φής; πῶς εἶπας;
Ἀντιγόνη
--ὦ πάτερ πάτερ,
τίς ἂν θεῶν σοι τόνδ᾽ ἄριστον ἄνδρ᾽ ἰδεῖν 1100
δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;
Οἰδίπους
ὦ τέκνον, ἦ πάρεστον;
Ἀντιγόνη
--αἵδε γὰρ χέρες
Θησέως ἔσωσαν φιλτάτων τ᾽ ὀπαόνων.
Οἰδίπους
προσέλθετ᾽ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ
ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε. 1105
Ἀντιγόνη
αἰτεῖς ἃ τεύξει· σὺν πόθῳ γὰρ ἡ χάρις.
Οἰδίπους
ποῦ δῆτα, ποῦ ᾽στόν;
Ἀντιγόνη
--αἵδ᾽ ὁμοῦ πελάζομεν.
Οἰδίπους
ὦ φίλτατ᾽ ἔρνη.
Ἀντιγόνη
--τῷ τεκόντι πᾶν φίλον.
Οἰδίπους
ὦ σκῆπτρα φωτός.
Ἀντιγόνη
--δυσμόρου γε δύσμορα.
Οἰδίπους
ἔχω τὰ φίλτατ᾽, οὐδ᾽ ἔτ᾽ ἂν πανάθλιος 1110
θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.
ἐρείσατ᾽, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον
ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον
τοῦ πρόσθ᾽ ἐρήμου τοῦδε δυστήνου πλάνου.
καί μοι τὰ πραχθέντ᾽ εἴπαθ᾽ ὡς βράχιστ᾽, ἐπεὶ 1115
ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.
Ἀντιγόνη
ὅδ᾽ ἔσθ᾽ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,
οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδ᾽ ἔσται βραχύ.
Οἰδίπους
ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς
τέκν᾽ εἰ φανέντ᾽ ἄελπτα μηκύνω λόγον. 1120
ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι
τέρψιν παρ᾽ ἄλλου μηδενὸς πεφασμένην·
σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.
καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
αὐτῷ τε καὶ γῇ τῇδ᾽, ἐπεὶ τό γ᾽ εὐσεβὲς 1125
μόνοις παρ᾽ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ
καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.
εἰδὼς δ᾽ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·
ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·
καί μοι χέρ᾽, ὦναξ, δεξιὰν ὄρεξον, ὡς 1130
ψαύσω φιλήσω τ᾽, εἰ θέμις, τὸ σὸν κάρα.
καίτοι τί φωνῶ; πῶς σ᾽ ἂν ἄθλιος γεγὼς
θιγεῖν θελήσαιμ᾽ ἀνδρός, ᾧ τίς οὐκ ἔνι
κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
οὐδ᾽ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν 1135
μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.
σὺ δ᾽ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου
μέλου δικαίως, ὥσπερ ἐς τόδ᾽ ἡμέρας.
Θησεύς
οὔτ᾽ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,
τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω, 1140
οὔτ᾽ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδ᾽ ἔπη.
βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.
οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν
λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.
δείκνυμι δ᾽· ὧν γὰρ ὤμοσ᾽ οὐκ ἐψευσάμην 1145
οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμ᾽ ἄγων
ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.
χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην
κομπεῖν, ἅ γ᾽ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;
λόγος δ᾽ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ 1150
στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ
σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·
πρᾶγος δ᾽ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.
Οἰδίπους
τί δ᾽ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με
ὡς μὴ εἰδότ᾽ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει. 1155
Θησεύς
φασίν τιν᾽ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν
οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως
βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ᾽ ᾧ
θύων ἔκυρον, ἡνίχ᾽ ὡρμώμην ἐγώ.
Οἰδίπους
ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι· 1160
Θησεύς
οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,
βραχύν τιν᾽ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.
Οἰδίπους
ποῖόν τιν᾽; οὐ γὰρ ἥδ᾽ ἕδρα σμικροῦ λόγου.
σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον
αἰτεῖν ἀπελθεῖν τ᾽ ἀσφαλῶς τῆς δεῦρ᾽ ὁδοῦ. 1165
τίς δῆτ᾽ ἂν εἴη τήνδ᾽ ὁ προσθακῶν ἕδραν;
Θησεύς
ὅρα κατ᾽ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς
ἔσθ᾽, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.
Οἰδίπους
ὦ φίλτατε, σχὲς οὗπερ εἶ.
Θησεύς
--τί δ᾽ ἔστι σοι;
Οἰδίπους
μή μου δεηθῇς. 1170
Θησεύς
--πράγματος ποίου; λέγε.
Οἰδίπους
ἔξοιδ᾽ ἀκούων τῶνδ᾽ ὅς ἐσθ᾽ ὁ προστάτης.
Θησεύς
καὶ τίς ποτ᾽ ἐστὶν ὅν γ᾽ ἐγὼ ψέξαιμί τι;
Οἰδίπους
παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
ἄλγιστ᾽ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.
Θησεύς
τί δ᾽; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ 1175
χρῄζεις; τί σοι τοῦτ᾽ ἐστὶ λυπηρὸν κλύειν;
Οἰδίπους
ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ᾽ ἥκει πατρί·
καὶ μή μ᾽ ἀνάγκῃ προσβάλῃς τάδ᾽ εἰκαθεῖν.
Θησεύς
ἀλλ᾽ εἰ τὸ θάκημ᾽ ἐξαναγκάζει, σκόπει
μή σοι πρόνοι᾽ ᾖ τοῦ θεοῦ φυλακτέα. 1180
Ἀντιγόνη
πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.
τὸν ἄνδρ᾽ ἔασον τόνδε τῇ θ᾽ αὑτοῦ φρενὶ
χάριν παρασχεῖν τῷ θεῷ θ᾽ ἃ βούλεται,
καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν. 1185
οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει
γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.
λόγων δ᾽ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς
ηὑρημέν᾽ ἔργα τῷ λόγῳ μηνύεται.
ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε 1190
τὰ τῶν κακίστων δυσσεβέστατ᾽, ὦ πάτερ,
θέμις σέ γ᾽ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.
ἀλλ᾽ ἔασον· εἰσὶ χἀτέροις γοναὶ κακαὶ
καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι
φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν. 1195
σὺ δ᾽ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει
πατρῷα καὶ μητρῷα πήμαθ᾽ ἅπαθες·
κἂν κεῖνα λεύσσῃς, οἶδ᾽ ἐγώ, γνώσει κακοῦ
θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.
ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα, 1200
τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.
ἀλλ᾽ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν
δίκαια προσχρῄζουσιν, οὐδ᾽ αὐτὸν μὲν εὖ
πάσχειν, παθόντα δ᾽ οὐκ ἐπίστασθαι τίνειν.
Οἰδίπους
τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με 1205
λέγοντες· ἔστω δ᾽ οὖν ὅπως ὑμῖν φίλον.
μόνον, ξέν᾽, εἴπερ κεῖνος ὧδ᾽ ἐλεύσεται,
μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.
Θησεύς
ἅπαξ τὰ τοιαῦτ᾽, οὐχὶ δὶς χρῄζω κλύειν,
ὦ πρέσβυ. κομπεῖν δ᾽ οὐχὶ βούλομαι· σὺ δ᾽ ὢν
σῶς ἴσθ᾽, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν. 1210
Χορός
ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶς
ζώειν, σκαιοσύναν φυλάσσων
ἐν ἐμοὶ κατάδηλος ἔσται.
ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ 1215
λύπας ἐγγυτέρω, τὰ τέρποντα δ᾽ οὐκ ἂν ἴδοις ὅπου,
ὅταν τις ἐς πλέον πέσῃ
τοῦ δέοντος· ὁ δ᾽ ἐπίκουρος ἰσοτέλεστος, 1220
Ἄϊδος ὅτε μοῖρ᾽ ἀνυμέναιος
ἄλυρος ἄχορος ἀναπέφηνε,
θάνατος ἐς τελευτάν.
μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον· τὸ δ᾽, ἐπεὶ φανῇ, 1225
βῆναι κεῖθεν ὅθεν περ ἥκει,
πολὺ δεύτερον, ὡς τάχιστα.
ὡς εὖτ᾽ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον, 1230
τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι;
φθόνος, στάσεις, ἔρις, μάχαι
καὶ φόνοι· τό τε κατάμεμπτον ἐπιλέλογχε 1235
πύματον ἀκρατὲς ἀπροσόμιλον
γῆρας ἄφιλον, ἵνα πρόπαντα
κακὰ κακῶν ξυνοικεῖ.
ἐν ᾧ τλάμων ὅδ᾽, οὐκ ἐγὼ μόνος,
πάντοθεν βόρειος ὥς τις 1240
ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται,
ὣς καὶ τόνδε κατ᾽ ἄκρας
δειναὶ κυματοαγεῖς
ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,
αἱ μὲν ἀπ᾽ ἀελίου δυσμᾶν, 1245
αἱ δ᾽ ἀνατέλλοντος·
αἱ δ᾽ ἀνὰ μέσσαν ἀκτῖν᾽,
αἱ δ᾽ ἐννυχιᾶν ἀπὸ ῾Ριπᾶν.
Ἀντιγόνη
καὶ μὴν ὅδ᾽ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος
ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, δι᾽ ὄμματος 1250
ἀστακτὶ λείβων δάκρυον ὧδ᾽ ὁδοιπορεῖ.
Οἰδίπους
τίς οὗτος;
--ὅνπερ καὶ πάλαι κατείχομεν
γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.
Πολυνείκης
οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ
πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδ᾽ ὁρῶν 1255
πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς
σὺν σφῷν ἐφηύρηκ᾽ ἐνθάδ᾽ ἐκβεβλημένον
ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς
γέρων γέροντι συγκατῴκηκεν πίνος
πλευρὰν μαραίνων, κρατὶ δ᾽ ὀμματοστερεῖ 1260
κόμη δι᾽ αὔρας ἀκτένιστος ᾄσσεται·
ἀδελφὰ δ᾽, ὡς ἔοικε, τούτοισιν φορεῖ
τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
ἁγὼ πανώλης ὄψ᾽ ἄγαν ἐκμανθάνω·
καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς 1265
ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ᾽ξ ἄλλων πύθῃ.
ἀλλ᾽ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων
Αἰδὼς ἐπ᾽ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,
παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων
ἄκη μέν ἐστι, προσφορὰ δ᾽ οὐκ ἔστ᾽ ἔτι. 1270
τί σιγᾷς;
φώνησον, ὦ πάτερ, τι· μή μ᾽ ἀποστραφῇς.
οὐδ᾽ ἀνταμείβει μ᾽ οὐδέν, ἀλλ᾽ ἀτιμάσας
πέμψεις ἄναυδος, οὐδ᾽ ἃ μηνίεις φράσας;
ὦ σπέρματ᾽ ἀνδρὸς τοῦδ᾽, ἐμαὶ δ᾽ ὁμαίμονες, 1275
πειράσατ᾽ ἀλλ᾽ ὑμεῖς γε κινῆσαι πατρὸς
τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,
ὡς μή μ᾽ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,
οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.
Ἀντιγόνη
λέγ᾽, ὦ ταλαίπωρ᾽, αὐτὸς ὧν χρείᾳ πάρει· 1280
τὰ πολλὰ γάρ τοι ῥήματ᾽ ἢ τέρψαντά τι,
ἢ δυσχεράναντ᾽ ἢ κατοικτίσαντά πως,
παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.
Πολυνείκης
ἀλλ᾽ ἐξερῶ· καλῶς γὰρ ἐξηγεῖ σύ μοι·
πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος 1285
ἀρωγόν, ἔνθεν μ᾽ ὧδ᾽ ἀνέστησεν μολεῖν
ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ
λέξαι τ᾽ ἀκοῦσαί τ᾽ ἀσφαλεῖ σὺν ἐξόδῳ.
καὶ ταῦτ᾽ ἀφ᾽ ὑμῶν, ὧ ξένοι, βουλήσομαι
καὶ ταῖνδ᾽ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί. 1290
ἃ δ᾽ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.
γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,
τοῖς σοῖς πανάρχοις οὕνεκ᾽ ἐνθακεῖν θρόνοις
γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.
ἀνθ᾽ ὧν μ᾽ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος, 1295
γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ
οὔτ᾽ εἰς ἔλεγχον χειρὸς οὐδ᾽ ἔργου μολών,
πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν
τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.
ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω. 1300
ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,
λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας
ἔστησ᾽ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας
πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,
ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον 1305
ξὺν τοῖσδ᾽ ἀγείρας ἢ θάνοιμι πανδίκως
ἢ τοὺς τάδ᾽ ἐκπράξαντας ἐκβάλοιμι γῆς.
εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;
σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων
αὐτός τ᾽ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν, 1310
οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε
λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν·
οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν
δόρει κρατύνων, πρῶτα δ᾽ οἰωνῶν ὁδοῖς·
ὁ δεύτερος δ᾽ Αἰτωλὸς Οἰνέως τόκος 1315
Τυδεύς. τρίτος δ᾽ Ἐτέοκλος, Ἀργεῖος γεγώς·
τέταρτον Ἱππομέδοντ᾽ ἀπέστειλεν πατὴρ
Ταλαός· ὁ πέμπτος δ᾽ εὔχεται κατασκαφῇ
Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·
ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται, 1320
ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ
μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·
ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ
πότμου φυτευθείς, σός γέ τοι καλούμενος,
ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν. 1325
οἵ σ᾽ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,
ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι
μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ
τῷδ᾽ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,
ὅς μ᾽ ἐξέωσε κἀπεσύλησεν πάτρας. 1330
εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,
οἷς ἂν σὺ προσθῇ, τοῖσδ᾽ ἔφασκ᾽ εἶναι κράτος.
πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων
αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ
πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ. 1335
ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε
κἀγώ, τὸν αὐτὸν δαίμον᾽ ἐξειληχότες.
ὁ δ᾽ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,
κοινῇ καθ᾽ ἡμῶν ἐγγελῶν ἁβρύνεται·
ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί, 1340
βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.
ὥστ᾽ ἐν δόμοισι τοῖσι σοῖς στήσω σ᾽ ἄγων.
στήσω δ᾽ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.
καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι
κομπεῖν, ἄνευ σοῦ δ᾽ οὐδὲ σωθῆναι σθένω. 1345
Χορός
τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκ᾽, Οἰδίπους
εἰπὼν ὁποῖα ξύμφορ᾽ ἔκπεμψαι πάλιν.
Οἰδίπους
ἀλλ᾽ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός
μὴ ᾽τύγχαν᾽ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ
Θησεύς, δικαιῶν ὥστ᾽ ἐμοῦ κλύειν λόγους, 1350
οὔ τἄν ποτ᾽ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·
νῦν δ᾽ ἀξιωθεὶς εἶσι κἀκούσας γ᾽ ἐμοῦ
τοιαῦθ᾽ ἃ τὸν τοῦδ᾽ οὔ ποτ᾽ εὐφρανεῖ βίον·
ὅς γ᾽, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,
ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει, 1355
τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδ᾽ ἀπήλασας
κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,
ἃς νῦν δακρύεις εἰσορῶν, ὅτ᾽ ἐν πόνῳ
ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.
οὐ κλαυστὰ δ᾽ ἐστίν, ἀλλ᾽ ἐμοὶ μὲν οἰστέα 1360
τάδ᾽, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·
σὺ γάρ με μόχθῳ τῷδ᾽ ἔθηκας ἔντροφον,
σύ μ᾽ ἐξέωσας, ἐκ σέθεν δ᾽ ἀλώμενος
ἄλλους ἐπαιτῶ τὸν καθ᾽ ἡμέραν βίον.
εἰ δ᾽ ἐξέφυσα τάσδε μὴ ᾽μαυτῷ τροφοὺς 1365
τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·
νῦν δ᾽ αἵδε μ᾽ ἐκσῴζουσιν, αἵδ᾽ ἐμαὶ τροφοί,
αἵδ᾽ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·
ὑμεῖς δ᾽ ἀπ᾽ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.
τοιγάρ σ᾽ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω 1370
ὡς αὐτίκ᾽, εἴπερ οἵδε κινοῦνται λόχοι
πρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθ᾽ ὅπως πόλιν
κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι
πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.
τοιάσδ᾽ ἀρὰς σφῷν πρόσθε τ᾽ ἐξανῆκ᾽ ἐγὼ 1375
νῦν τ᾽ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,
ἵν᾽ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν
καὶ μὴ ᾽ξατιμάζητον, εἰ τυφλοῦ πατρὸς
τοιώδ᾽ ἐφύτην· αἵδε γὰρ τάδ᾽ οὐκ ἔδρων.
τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους 1380
κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος
Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.
σὺ δ᾽ ἔρρ᾽ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,
κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,
ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου 1385
δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε
τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ
θανεῖν κτανεῖν θ᾽ ὑφ᾽ οὗπερ ἐξελήλασαι.
τοιαῦτ᾽ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου
στυγνὸν πατρῷον ἔρεβος, ὥς σ᾽ ἀποικίσῃ, 1390
καλῶ δὲ τάσδε δαίμονας, καλῶ δ᾽ Ἄρη
τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
καὶ ταῦτ᾽ ἀκούσας στεῖχε, κἀξάγγελλ᾽ ἰὼν
καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θ᾽ ἅμα
πιστοῖσι συμμάχοισιν, οὕνεκ᾽ Οἰδίπους 1395
τοιαῦτ᾽ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
Χορός
Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
ξυνήδομαί σοι, νῦν τ᾽ ἴθ᾽ ὡς τάχος πάλιν.
Πολυνείκης
οἴμοι κελεύθου τῆς τ᾽ ἐμῆς δυσπραξίας,
οἴμοι δ᾽ ἑταίρων· οἷον ἆρ᾽ ὁδοῦ τέλος 1400
Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,
τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι
ἔξεσθ᾽ ἑταίρων, οὐδ᾽ ἀποστρέψαι πάλιν,
ἀλλ᾽ ὄντ᾽ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
ὦ τοῦδ᾽ ὅμαιμοι παῖδες, ἀλλ᾽ ὑμεῖς, ἐπεὶ 1405
τὰ σκληρὰ πατρὸς κλύετε ταῦτ᾽ ἀρωμένου,
μή τοί με πρὸς θεῶν σφώ γ᾽, ἐὰν αἱ τοῦδ᾽ ἀραὶ
πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους
νόστος γένηται, μή μ᾽ ἀτιμάσητέ γε,
ἀλλ᾽ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν. 1410
καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον
τοῦδ᾽, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
ἔτ᾽ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.
Ἀντιγόνη
Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
Πολυνείκης
ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε. 1415
Ἀντιγόνη
στρέψαι στράτευμ᾽ ἐς Ἄργος ὡς τάχιστά γε,
καὶ μὴ σέ τ᾽ αὐτὸν καὶ πόλιν διεργάσῃ.
Πολυνείκης
ἀλλ᾽ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν
στράτευμ᾽ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;
Ἀντιγόνη
τί δ᾽ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι 1420
πάτραν κατασκάψαντι κέρδος ἔρχεται;
Πολυνείκης
αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ᾽ ἐμὲ
οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.
Ἀντιγόνη
ὁρᾷς τὰ τοῦδ᾽ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
μαντεύμαθ᾽, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ; 1425
Πολυνείκης
χρῄζει γάρ· ἡμῖν δ᾽ οὐχὶ συγχωρητέα.
Ἀντιγόνη
οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων
τὰ τοῦδ᾽ ἕπεσθαι τἀνδρός, οἷ᾽ ἐθέσπισεν;
Πολυνείκης
οὐκ ἀγγελοῦμεν φλαῦρ᾽· ἐπεὶ στρατηλάτου
χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν. 1430
Ἀντιγόνη
οὕτως ἄρ᾽, ὦ παῖ, ταῦτά σοι δεδογμένα;
Πολυνείκης
καὶ μή μ᾽ ἐπίσχῃς γ᾽· ἀλλ᾽ ἐμοὶ μὲν ἥδ᾽ ὁδὸς
ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ᾽ ἐρινύων·
σφῷν δ᾽ εὖ διδοίη Ζεύς, τάδ᾽ εἰ θανόντι μοι 1435
τελεῖτ᾽, ἐπεὶ οὔ μοι ζῶντί γ᾽ αὖθις ἕξετον.
μέθεσθε δ᾽ ἤδη χαίρετόν τ᾽· οὐ γάρ μ᾽ ἔτι
βλέποντ᾽ ἐσόψεσθ᾽ αὖθις.
Ἀντιγόνη
--ὦ τάλαιν᾽ ἐγώ.
Πολυνείκης
μή τοί μ᾽ ὀδύρου.
Ἀντιγόνη
--καὶ τίς ἄν σ᾽ ὁρμώμενον
εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι; 1440
Πολυνείκης
εἰ χρή, θανοῦμαι.
Ἀντιγόνη
--μὴ σύ γ᾽, ἀλλ᾽ ἐμοὶ πιθοῦ.
Πολυνείκης
μὴ πεῖθ᾽ ἃ μὴ δεῖ.
Ἀντιγόνη
--δυστάλαινά τἄρ᾽ ἐγώ,
εἴ σου στερηθῶ.
Πολυνείκης
--ταῦτα δ᾽ ἐν τῷ δαίμονι
καὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δ᾽ οὖν ἐγὼ
θεοῖς ἀρῶμαι μή ποτ᾽ ἀντῆσαι κακῶν· 1445
ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.
Χορός
νέα τάδε νεόθεν ἦλθέ μοι
κακὰ βαρύποτμὰ παρ᾽ ἀλαοῦ ξένου,
εἴ τι μοῖρα μὴ κιγχάνει. 1450
μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
ὁρᾷ ὁρᾷ ταῦτ᾽ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,
τὰ δὲ παρ᾽ ἦμαρ αὖθις αὔξων ἄνω. 1455
ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.
Οἰδίπους
ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
τὸν πάντ᾽ ἄριστον δεῦρο Θησέα πόροι;

ντιγόνη
πάτερ, τί δ᾽ ἐστὶ τἀξίωμ᾽ ἐφ᾽ ᾧ καλεῖς;
Οἰδίπους
Διὸς πτερωτὸς ἥδε μ᾽ αὐτίκ᾽ ἄξεται 1460
βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθ᾽ ὡς τάχος.
Χορός
μέγας, ἴδε, μάλ᾽ ὅδ᾽ ἐρείπεται
κτύπος ἄφατος διόβολος· ἐς δ᾽ ἄκραν
δεῖμ᾽ ὑπῆλθε κρατὸς φόβαν. 1465
ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.
τί μὰν ἀφήσει τέλος; δέδοικα δ᾽· οὐ γὰρ ἅλιον
ἀφορμᾷ ποτ᾽, οὐκ ἄνευ ξυμφορᾶς. 1470
ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.
Οἰδίπους
ὦ παῖδες, ἥκει τῷδ᾽ ἐπ᾽ ἀνδρὶ θέσφατος
βίου τελευτὴ κοὐκέτ᾽ ἔστ᾽ ἀποστροφή.
Ἀντιγόνη
πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;
Οἰδίπους
καλῶς κάτοιδ᾽· ἀλλ᾽ ὡς τάχιστά μοι μολὼν 1475
ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
Χορός
ἔα ἔα, ἰδοὺ μάλ᾽ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.
ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ 1480
ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.
ἐναισίου δὲ σοῦ τύχοιμι, μηδ᾽ ἄλαστον ἄνδρ᾽ ἰδὼν
ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ.
Οἰδίπους
ἆρ᾽ ἐγγὺς ἁνήρ; ἆρ᾽ ἔτ᾽ ἐμψύχου, τέκνα, 1486
κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;
Ἀντιγόνη
τί δ᾽ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;
Οἰδίπους
ἀνθ᾽ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην. 1490
Χορός
ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθ᾽, εἴτ᾽ ἄκρα,
περὶ γύαλ᾽ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνεις
βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.
ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖ
δικαίαν χάριν παρασχεῖν παθών.
[σπεῦσον] ἄϊσσ᾽, ὦναξ.
Θησεύς
τίς αὖ παρ᾽ ὑμῶν κοινὸς ἠχεῖται κτύπος, 1500
σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία
χάλαζ᾽ ἐπιρράξασα; πάντα γὰρ θεοῦ
τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
Οἰδίπους
ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν 1505
τύχην τις ἐσθλὴν τῆσδ᾽ ἔθηκε τῆς ὁδοῦ.
Θησεύς
τί δ᾽ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;
Οἰδίπους
ῥοπὴ βίου μοι· καί σ᾽ ἅπερ ξυνῄνεσα
θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.
Θησεύς
τῷ δ᾽ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ; 1510
Οἰδίπους
αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,
ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων.
Θησεύς
πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;
Οἰδίπους
αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε
στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη. 1515
Θησεύς
πείθεις με· πολλὰ γάρ σε θεσπίζονθ᾽ ὁρῶ
κοὐ ψευδόφημα· χὤ τι χρὴ ποιεῖν λέγε.
Οἰδίπους
ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοι
γήρως ἄλυπα τῇδε κείσεται πόλει.
χῶρον μὲν αὐτὸς αὐτίκ᾽ ἐξηγήσομαι, 1520
ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.
τοῦτον δὲ φράζε μή ποτ᾽ ἀνθρώπων τινί,
μήθ᾽ οὗ κέκευθε μήτ᾽ ἐν οἷς κεῖται τόποις·
ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε
δορός τ᾽ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ. 1525
ἃ δ᾽ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ,
αὐτὸς μαθήσει, κεῖσ᾽ ὅταν μόλῃς μόνος·
ὡς οὔτ᾽ ἂν ἀστῶν τῶνδ᾽ ἂν ἐξείποιμί τῳ
οὔτ᾽ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως.
ἀλλ᾽ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος 1530
τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ
σήμαιν᾽, ὁ δ᾽ αἰεὶ τὠπιόντι δεικνύτω.
χοὔτως ἀδῇον τήνδ᾽ ἐνοικήσεις πόλιν
σπαρτῶν ἀπ᾽ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,
κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν. 1535
θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ᾽ εἰσορῶσ᾽, ὅταν
τὰ θεῖ᾽ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·
ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.
τὰ μὲν τοιαῦτ᾽ οὖν εἰδότ᾽ ἐκδιδάσκομεν.
χῶρον δ᾽, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν, 1540
στείχωμεν ἤδη μηδ᾽ ἔτ᾽ ἐντρεπώμεθα.
ὦ παῖδες, ὧδ᾽ ἕπεσθ᾽· ἐγὼ γὰρ ἡγεμὼν
σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.
χωρεῖτε καὶ μὴ ψαύετ᾽, ἀλλ᾽ ἐᾶτέ με
αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα 1545
μοῖρ᾽ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.
τῇδ᾽ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μ᾽ ἄγει
Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.
ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ᾽ ἦσθ᾽ ἐμόν,
νῦν δ᾽ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας. 1550
ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον
κρύψων παρ᾽ Ἅιδην. ἀλλά, φίλτατε ξένων,
αὐτός τε χώρα θ᾽ ἥδε πρόσπολοί τε σοὶ
εὐδαίμονες γένοισθε, κἀπ᾽ εὐπραξίᾳ
μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί. 1555
Χορός
εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν
καὶ σὲ λιταῖς σεβίζειν,
ἐννυχίων ἄναξ,
Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαι 1560
ἄπονα μήτ᾽ ἐπὶ βαρυαχεῖ
ξένον ἐξανύσαι
μόρῳ τὰν παγκευθῆ κάτω
νεκρῶν πλάκα καὶ Στύγιον δόμον.
πολλῶν γὰρ ἂν καὶ μάταν 1565
πημάτων ἱκνουμένων
πάλιν σφε δαίμων δίκαιος αὔξοι.
Χορός
ὦ χθόνιαι θεαὶ σῶμά τ᾽ ἀνικάτου
θηρός, ὃν ἐν πύλαισι
ταῖσι πολυξένοις 1570
εὐνᾶσθαι κνυζεῖσθαί τ᾽ ἐξ ἄντρων
ἀδάματον φύλακα παρ᾽ Ἁίδᾳ
λόγος αἰὲν ἔχει·
τόν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου,
κατεύχομαι ἐν καθαρῷ βῆναι 1575
ὁρμωμένῳ νερτέρας
τῷ ξένῳ νεκρῶν πλάκας·
σέ τοι κικλήσκω τὸν αἰένυπνον.
Ἄγγελος
ἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂν
τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα· 1580
ἃ δ᾽ ἦν τὰ πραχθέντ᾽, οὔθ᾽ ὁ μῦθος ἐν βραχεῖ
φράσαι πάρεστιν οὔτε τἄργ᾽ ὅσ᾽ ἦν ἐκεῖ.
Χορός
ὄλωλε γὰρ δύστηνος;
Ἄγγελος
--ὡς λελοιπότα
κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο.
Χορός
πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ; 1585
Ἄγγελος
ταῦτ᾽ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.
ὡς μὲν γὰρ ἐνθένδ᾽ εἷρπε, καὶ σύ που παρὼν
ἔξοισθ᾽, ὑφηγητῆρος οὐδενὸς φίλων,
ἀλλ᾽ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος.
ἐπεὶ δ᾽ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν 1590
χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,
ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,
κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως
Περίθου τε κεῖται πίστ᾽ ἀεὶ ξυνθήματα.
ἀφ᾽ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου 1595
κοίλης τ᾽ ἀχέρδου κἀπὸ λαΐνου τάφου,
καθέζετ᾽· εἶτ᾽ ἔλυσε δυσπινεῖς στολάς.
κἄπειτ᾽ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν
ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν·
τὼ δ᾽ εὐχλόου Δήμητρος εἰς προσόψιον 1600
πάγον μολοῦσαι τάσδ᾽ ἐπιστολὰς πατρὶ
ταχεῖ ᾽πόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νιν
ἐσθῆτί τ᾽ ἐξήσκησαν ᾗ νομίζεται.
ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν
κοὐκ ἦν ἔτ᾽ οὐδὲν ἀργὸν ὧν ἐφίετο, 1605
κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι
ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα
πατρὸς πεσοῦσαι ᾽κλαιον οὐδ᾽ ἀνίεσαν
στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
ὁ δ᾽ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, 1610
πτύξας ἐπ᾽ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα,
οὐκ ἔστ᾽ ἔθ᾽ ὑμῖν τῇδ᾽ ἐν ἡμέρᾳ πατήρ.
ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι
τὴν δυσπόνητον ἕξετ᾽ ἀμφ᾽ ἐμοὶ τροφήν·
σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλ᾽ ἓν γὰρ μόνον 1615
τὰ πάντα λύει ταῦτ᾽ ἔπος μοχθήματα.
τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον
ἢ τοῦδε τἀνδρὸς ἔσχεθ᾽, οὗ τητώμεναι
τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.
Ἄγγελος
τοιαῦτ᾽ ἐπ᾽ ἀλλήλοισιν ἀμφικείμενοι 1620
λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος
γόων ἀφίκοντ᾽ οὐδ᾽ ἔτ᾽ ὠρώρει βοή,
ἦν μὲν σιωπή· φθέγμα δ᾽ ἐξαίφνης τινὸς
θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας, 1625
καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·
ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν
χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.
ὁ δ᾽ ὡς ἐπῄσθετ᾽ ἐκ θεοῦ καλούμενος,
αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα. 1630
κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα,
δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,
ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον
μήποτε προδώσειν τάσδ᾽ ἑκών, τελεῖν δ᾽ ὅσ᾽ ἂν
μέλλῃς φρονῶν εὖ ξυμφέροντ᾽ αὐτοῖς ἀεί. 1635
ὁ δ᾽, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα
κατῄνεσεν τάδ᾽ ὅρκιος δράσειν ξένῳ.
ὅπως δὲ ταῦτ᾽ ἔδρασεν, εὐθὺς Οἰδίπους
ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·
ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ 1640
χωρεῖν τόπων ἐκ τῶνδε, μηδ᾽ ἃ μὴ θέμις
λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,
ἀλλ᾽ ἕρπεθ᾽ ὡς τάχιστα· πλὴν ὁ κύριος
Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.
τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν 1645
ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις
στένοντες ὡμαρτοῦμεν. ὡς δ᾽ ἀπήλθομεν,
χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν
τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ᾽ ἔτι,
ἄνακτα δ᾽ αὐτὸν ὀμμάτων ἐπίσκιον 1650
χεῖρ᾽ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος
φόβου φανέντος οὐδ᾽ ἀνασχετοῦ βλέπειν.
ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ
ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθ᾽ ἅμα
καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ. 1655
μόρῳ δ᾽ ὁποίῳ κεῖνος ὤλετ᾽, οὐδ᾽ ἂν εἷς
θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.
οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ
κεραυνὸς ἐξέπραξεν οὔτε ποντία
θύελλα κινηθεῖσα τῷ τότ᾽ ἐν χρόνῳ, 1660
ἀλλ᾽ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων
εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον.
ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις
ἀλγεινὸς ἐξεπέμπετ᾽, ἀλλ᾽ εἴ τις βροτῶν
θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν, 1665
οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.
Χορός
ποῦ δ᾽ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;
Ἄγγελος
αἵδ᾽ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες
φθόγγοι σφε σημαίνουσι δεῦρ᾽ ὁρμωμένας.
Ἀντιγόνη
αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ 1670
οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
ᾧτινι τὸν πολὺν
ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
ἐν πυμάτῳ δ᾽ ἀλόγιστα παροίσομεν 1675
ἰδόντε καὶ παθόντε.
Χορός
τί δ᾽ ἔστιν;
Ἀντιγόνη
ἔστιν μὲν εἰκάσαι, φίλοι.
Χορός
βέβηκεν;
Ἀντιγόνη
--ὡς μάλιστ᾽ ἂν ἐν πόθῳ λάβοις.
τί γάρ, ὅτῳ μήτ᾽ Ἄρης
μήτε πόντος ἀντέκυρσεν, 1680
ἄσκοποι δὲ πλάκες ἔμαρψαν
ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.
τάλαινα· νῶν δ᾽ ὀλεθρία
νὺξ ἐπ᾽ ὄμμασιν βέβακε.
πῶς γὰρ ἤ τιν᾽ ἀπίαν 1685
γᾶν ἢ πόντιον κλύδων᾽ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;
Ἰσμήνη
οὐ κάτοιδα. κατά με φόνιος
Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ
τάλαιναν, ὡς ἔμοιγ᾽ ὁ μέλλων βίος οὐ βιωτός. 1690
Χορός
ὦ διδύμα τέκνων ἀρίστα,
τὸ φέρον ἐκ θεοῦ φέρειν,
μηδὲν ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτ᾽ ἔβητον. 1695
Ἀντιγόνη
πόθος τοὶ καὶ κακῶν ἄρ᾽ ἦν τις.
καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον, 1700
ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
ὦ πάτερ, ὦ φίλος,
ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος·
οὐδέ γ᾽ ἔνερθ᾽ ἀφίλητος ἐμοί ποτε
καὶ τᾷδε μὴ κυρήσῃς. 1705
Χορός
ἔπραξεν;
Ἀντιγόνη
--ἔπραξεν οἷον ἤθελεν.
Χορός
τὸ ποῖον;
Ἀντιγόνη
--ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
ἔθανε· κοίταν δ᾽ ἔχει
νέρθεν εὐσκίαστον αἰέν,
οὐδὲ πένθος ἔλιπ᾽ ἄκλαυτον.
ἀνὰ γὰρ ὄμμα σε τόδ᾽, ὦ πάτερ, ἐμὸν
στένει δακρῦον, οὐδ᾽ ἔχω 1710
πῶς με χρὴ τὸ σὸν τάλαιναν
ἀφανίσαι τοσόνδ᾽ ἄχος.
ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλ᾽
ἔρημος ἔθανες ὧδέ μοι.
Ἰσμήνη
ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδ᾽ 1715
< * >
ἐπαμμένει σέ τ᾽, ὦ φίλα, τὰς πατρὸς ὧδ᾽ ἐρήμας; 1719
Χορός
ἀλλ᾽ ἐπεὶ ὀλβίως γ᾽ ἔλυσεν 1720
τὸ τέλος, ὦ φίλαι, βίου,
λήγετε τοῦδ᾽ ἄχους· κακῶν γὰρ δυσάλωτος οὐδείς.
Ἀντιγόνη
πάλιν, φίλα, συθῶμεν.
Ἰσμήνη
--ὡς τί ῥέξομεν;
Ἀντιγόνη
ἵμερος ἔχει με.
Ἰσμήνη
--τίς;
Ἀντιγόνη
τὰν χθόνιον ἑστίαν ἰδεῖν 1725
Ἰσμήνη
τίνος;
Ἀντιγόνη
--πατρός, τάλαιν᾽ ἐγώ.
Ἰσμήνη
θέμις δὲ πῶς τάδ᾽ ἐστί; μῶν
οὐχ ὁρᾷς; 1730
Ἀντιγόνη
--τί τόδε ἐπέπληξας;
Ἰσμήνη
καὶ τόδ᾽, ὡς
Ἀντιγόνη
--τί τόδε μάλ᾽ αὖθις;
Ἰσμήνη
ἄταφος ἔπιτνε δίχα τε παντός.
Ἀντιγόνη
ἄγε με, καὶ τότ᾽ ἐπενάριξον.
Ἰσμήνη
αἰαῖ, δυστάλαινα, ποῦ δῆτ᾽
αὖθις ὧδ᾽ ἔρημος ἄπορος 1735
αἰῶνα τλάμον᾽ ἕξω;
Χορός
φίλαι, τρέσητε μηδέν.

ντιγόνη
--ἀλλὰ ποῖ φύγω;
Χορός
καὶ πάρος ἀπέφυγε
Ἀντιγόνη
--τί;
Χορός
τὰ σφῷν τὸ μὴ πίτνειν κακῶς. 1740
Ἀντιγόνη
φρονῶ.
Χορός
--τί δῆθ᾽ ὅπερ νοεῖς;
Ἀντιγόνη
ὅπως μολούμεθ᾽ ἐς δόμους
οὐκ ἔχω.
Χορός
--μηδέ γε μάτευε.
Ἀντιγόνη
μόγος ἔχει.
Χορός
--καὶ πάρος ἐπεῖχε.
Ἀντιγόνη
τοτὲ μὲν ἄπορα, τοτὲ δ᾽ ὕπερθεν. 1745
Χ
ορός
μέγ᾽ ἄρα πέλαγος ἐλάχετόν τι.
Ἀντιγόνη
ναὶ ναί.
Χορός
--ξύμφημι καὐτός.
Ἀντιγόνη
αἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ;
ἐλπίδων γὰρ ἐς τίν᾽ ἔτι με
δαίμων τανῦν γ᾽ ἐλαύνει; 1750
Θησεύς
παύετε θρήνων, παῖδες· ἐν οἷς γὰρ
χάρις ἡ χθονία ξύν᾽ ἀπόκειται,
πενθεῖν οὐ χρή· νέμεσις γάρ.
Ἀντιγόνη
ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι. 1755
Θησεύς
τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;
Ἀντιγόνη
τύμβον θέλομεν προσιδεῖν αὐταὶ
πατρὸς ἡμετέρου.
Θησεύς
--ἀλλ᾽ οὐ θεμιτόν.
Ἀντιγόνη
πῶς εἶπας, ἄναξ, κοίραν᾽ Ἀθηνῶν;
Θησεύς
ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος 1765
μήτε πελάζειν ἐς τούσδε τόπους
μήτ᾽ ἐπιφωνεῖν μηδένα θνητῶν
θήκην ἱεράν, ἣν κεῖνος ἔχει.
καὶ ταῦτά μ᾽ ἔφη πράσσοντα καλῶς
χώραν ἕξειν αἰὲν ἄλυπον.
ταῦτ᾽ οὖν ἔκλυεν δαίμων ἡμῶν
χὠ πάντ᾽ ἀΐων Διὸς Ὅρκος.
Ἀντιγόνη
ἀλλ᾽ εἰ τάδ᾽ ἔχει κατὰ νοῦν κείνῳ,
ταῦτ᾽ ἂν ἀπαρκοῖ· Θήβας δ᾽ ἡμᾶς
τὰς ὠγυγίους πέμψον, ἐάν πως 1770
διακωλύσωμεν ἰόντα φόνον
τοῖσιν ὁμαίμοις.
Θησεύς
δράσω καὶ τάδε καὶ πάνθ᾽ ὁπόσ᾽ ἂν
μέλλω πράσσειν πρόσφορά θ᾽ ὑμῖν
καὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει, 1775
πρὸς χάριν· οὐ δεῖ μ᾽ ἀποκάμνειν.
Χορός
ἀλλ᾽ ἀποπαύετε μηδ᾽ ἐπὶ πλείω
θρῆνον ἐγείρετε·
πάντως γὰρ ἔχει τάδε κῦρος.
 

Κείμενα

Hellenica World - Scientific Library