ART

 

.



Αἴας
Τραγῳδία

Σοφοκλέους
Ἀθήνα
ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
πεῖράν τιν᾽ ἐχθρῶν ἁρπάσαι θηρώμενον·
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
πάλαι κυνηγετοῦντα καὶ μετρούμενον 5
ἴχνη τὰ κείνου νεοχάραχθ᾽, ὅπως ἴδῃς
εἴτ᾽ ἔνδον εἴτ᾽ οὐκ ἔνδον. εὖ δέ σ᾽ ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους. 10
καί σ᾽ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
ἔτ᾽ ἔργον ἐστίν, ἐννέπειν δ᾽ ὅτου χάριν
σπουδὴν ἔθου τήνδ᾽, ὡς παρ᾽ εἰδυίας μάθῃς.
Ὀδυσσεύς
ὦ φθέγμ᾽ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως, 15
φώνημ᾽ ἀκούω καὶ ξυναρπάζω φρενὶ
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
καὶ νῦν ἐπέγνως εὖ μ᾽ ἐπ᾽ ἀνδρὶ δυσμενεῖ
βάσιν κυκλοῦντ᾽, Αἴαντι τῷ σακεσφόρῳ·
κεῖνον γάρ, οὐδέν᾽ ἄλλον, ἰχνεύω πάλαι. 20
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ᾽ ἀλώμεθα·
κἀγὼ ᾽θελοντὴς τῷδ᾽ ὑπεζύγην πόνῳ.
ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν 25
λείας ἁπάσας καὶ κατηναρισμένας
ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
τήνδ᾽ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
πηδῶντα πεδία σὺν νεοῤῥάντῳ ξίφει 30
φράζει τε κἀδήλωσεν· εὐθέως δ᾽ ἐγὼ
κατ᾽ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
τὰ δ᾽ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
καιρὸν δ᾽ ἐφήκεις· πάντα γὰρ τά τ᾽ οὖν πάρος
τά τ᾽ εἰσέπειτα σῇ κυβερνῶμαι χερί. 35
Ἀθήνα
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
Ὀδυσσεύς
ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
Ἀθήνα
ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
Ὀδυσσεύς
καὶ πρὸς τί δυσλόγιστον ὧδ᾽ ᾖξεν χέρα;        40
Ἀθήνα
χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
Ὀδυσσεύς
τί δῆτα ποίμναις τήνδ᾽ ἐπεμπίπτει βάσιν;
Ἀθήνα
δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
Ὀδυσσεύς
ἦ καὶ τὸ βούλευμ᾽ ὡς ἐπ᾽ Ἀργείοις τόδ᾽ ἦν;
Ἀθήνα
κἂν ἐξεπράξατ᾽, εἰ κατημέλησ᾽ ἐγώ.        45
Ὀδυσσεύς
ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
Ἀθήνα
νύκτωρ ἐφ᾽ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
Ὀδυσσεύς
ἦ καὶ παρέστη κἀπὶ τέρμ᾽ ἀφίκετο;
Ἀθήνα
καὶ δὴ ᾽πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Ὀδυσσεύς
καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;        50
Ἀθήνα
ἐγώ σφ᾽ ἀπείργω, δυσφόρους ἐπ᾽ ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
λείας ἄδαστα βουκόλων φρουρήματα·
ἔνθ᾽ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον 55
κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ᾽ ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ᾽ ἄλλοτ᾽ ἄλλον ἐμπίτνων στρατηλατῶν.
ἐγὼ δὲ φοιτῶντ᾽ ἄνδρα μανιάσιν νόσοις
ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά. 60
κἄπειτ᾽ ἐπειδὴ τοῦδ᾽ ἐλώφησεν πόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,
καὶ νῦν κατ᾽ οἴκους συνδέτους αἰκίζεται. 65
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ᾽· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν. 70
οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.
Ὀδυσσεύς
τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ᾽ ἔξω κάλει.
Ἀθήνα
οὐ σῖγ᾽ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;        75
Ὀδυσσεύς
μὴ πρὸς θεῶν, ἀλλ᾽ ἔνδον ἀρκείτω μένων.
Ἀθήνα
τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ᾽ ἦν;
Ὀδυσσεύς
ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
Ἀθήνα
οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
Ὀδυσσεύς
ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.        80
Ἀθήνα
μεμηνότ᾽ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
Ὀδυσσεύς
φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
Ἀθήνα
ἀλλ᾽ οὐδὲ νῦν σε μὴ παρόντ᾽ ἴδῃ πέλας.
Ὀδυσσεύς
πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
Ἀθήνα
ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.        85
Ὀδυσσεύς
γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
Ἀθήνα
σίγα νυν ἑστὼς καὶ μέν᾽ ὡς κυρεῖς ἔχων.
Ὀδυσσεύς
μένοιμ᾽ ἄν· ἤθελον δ᾽ ἂν ἐκτὸς ὢν τυχεῖν.
Ἀθήνα
ὦ οὕτος,Αἴας, δεύτερόν σε προσκαλῶ.
τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου; 90
Αἴας
ὦ χαῖρ᾽ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
Ἀθήνα
καλῶς ἔλεξας· ἀλλ᾽ ἐκεῖνό μοι φράσον,
ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ; 95
Αἴας κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Ἀθήνα
ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
Αἴας
ὥστ᾽ οὔποτ᾽ Αἴανθ᾽ οἵδ᾽ ἀτιμάσουσ᾽ ἔτι.
Ἀθήνα
τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ᾽ ἐγώ.
Αἴας
θανόντες ἤδη τἄμ᾽ ἀφαιρείσθων ὅπλα.        100
Ἀθήνα
εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
Αἴας
ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ᾽ ὅπου;
Ἀθήνα
ἔγωγ᾽· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
Αἴας
ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω        105
θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Ἀθήνα
πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
Αἴας
πρὶν ἂν δεθεὶς πρὸς κίον᾽ ἑρκείου στέγης.
Ἀθήνα
τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Αἴας
μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.        110
Ἀθήνα
μὴ δῆτα τὸν δύστηνον ὧδέ γ᾽ αἰκίσῃ.
Αἴας
χαίρειν, Ἀθάνα, τἄλλ᾽ ἐγώ σ᾽ ἐφίεμαι·
κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
Ἀθήνα
σὺ δ᾽ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς. 115
Αἴας
χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτ᾽ ἐφίεμαι,
τοιάνδ᾽ ἀεί μοι σύμμαχον παρεστάναι.
Ἀθήνα
ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια; 120
Ὀδυσσεύς
ἐγὼ μὲν οὐδέν᾽ οἶδ᾽· ἐποικτίρω δέ νιν
δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
ὁθούνεκ᾽ ἄτῃ συγκατέζευκται κακῇ,
οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν·
ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν 125
εἴδωλ᾽ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
Ἀθήνα
τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
μηδέν ποτ᾽ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
μηδ᾽ ὄγκον ἄρῃ μηδέν᾽, εἴ τινος πλέον
ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. 130
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
Χορός
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, 135
σὲ μὲν εὖ πράσσοντ᾽ ἐπιχαίρω·
σὲ δ᾽ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
πτηνῆς ὡς ὄμμα πελείας. 140
ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
μεγάλοι θόρυβοι κατέχουσ᾽ ἡμᾶς
ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
λειμῶν᾽ ἐπιβάντ᾽ ὀλέσαι Δαναῶν
βοτὰ καὶ λείαν, 145
ἥπερ δορίληπτος ἔτ᾽ ἦν λοιπή,
κτείνοντ᾽ αἴθωνι σιδήρῳ.
τοιούσδε λόγους ψιθύρους πλάσσων
εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν 150
εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
τοῦ λέξαντος χαίρει μᾶλλον
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
οὐκ ἂν ἁμάρτοις· κατὰ δ᾽ ἄν τις ἐμοῦ 155
τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
πρὸς γὰρ τὸν ἔχονθ᾽ ὁ φθόνος ἕρπει.
καίτοι σμικροὶ μεγάλων χωρὶς
σφαλερὸν πύργου ῥῦμα πέλονται·
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ᾽ ἂν 160
καὶ μέγας ὀρθοῖθ᾽ ὑπὸ μικροτέρων.
ἀλλ᾽ οὐ δυνατὸν τοὺς ἀνοήτους
τούτων γνώμας προδιδάσκειν.
ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ᾽ 165
ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
ἀλλ᾽ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ᾽ ἀπέδραν,
παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι·
μέγαν αἰγυπιὸν δ᾽ ὑποδείσαντες
τάχ᾽ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, 170
σιγῇ πτήξειαν ἄφωνοι.
ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις--
ὦ μεγάλα φάτις, ὦ
μᾶτερ αἰσχύνας ἐμᾶς--
ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας, 175
ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
ἤ ῥα κλυτῶν ἐνάρων
ψευσθεῖσ᾽, ἀδώροις, εἴτ᾽ ἐλαφαβολίας;
ἢ χαλκοθώραξ μή τιν᾽ Ἐνυάλιος
μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις 180
μαχαναῖς ἐτίσατο λώβαν;
οὔ ποτε γὰρ φρενόθεν γ᾽ ἐπ᾽ ἀριστερά,
παῖ Τελαμῶνος, ἔβας
τόσσον, ἐν ποίμναις πίτνων· 185
ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ᾽ ἀπερύκοι
καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
εἰ δ᾽ ὑποβαλλόμενοι
κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς, 190
μὴ μή, ἄναξ, ἔθ᾽ ὧδ᾽ ἐφάλοις κλισίαις
ὄμμ᾽ ἔχων κακὰν φάτιν ἄρῃ.
ἀλλ᾽ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι
στηρίζει ποτὲ τᾷδ᾽ ἀγωνίῳ σχολᾷ
ἄταν οὐρανίαν φλέγων. 195
ἐχθρῶν δ᾽ ὕβρις ὧδ᾽ ἀτάρβητα
ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
πάντων καγχαζόντων
γλώσσαις βαρυάλγητα·
ἐμοὶ δ᾽ ἄχος ἕστακεν. 200
Τέκμησσα
ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
γενεᾶς χθονίων ἀπ᾽ Ἐρεχθειδῶν,
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς        205
Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας.
Χορός
τί δ᾽ ἐνήλλακται τῆς ἡμερίας
νὺξ ἥδε βάρος; 210
παῖ τοῦ Φρυγίου Τελεύταντος,
λέγ᾽, ἐπεὶ σὲ λέχος δουριάλωτον
στέρξας ἀνέχει θούριος Αἴας·
ὥστ᾽ οὐκ ἂν ἄϊδρις ὑπείποις.
Τέκμησσα
πῶς δῆτα λέγω λόγον ἄῤῥητον;        215
θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
νύκτερος Αἴας ἀπελωβήθη.
τοιαῦτ᾽ ἂν ἴδοις σκηνῆς ἔνδον
χειροδάϊκτα σφάγι᾽ αἱμοβαφῆ,
κείνου χρηστήρια τἀνδρός. 220
Χορός
οἵαν ἐδήλωσας ἀνέρος αἴθονος
ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, 225
τὰν ὁ μέγας μῦθος ἀέξει.
οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ
θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς
κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας. 230
Τέκμησσα
ὤμοι· κεῖθεν κεῖθεν ἄρ᾽ ἡμῖν
δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
ὧν τὴν μὲν ἔσω σφάζ᾽ ἐπὶ γαίας, 235
τὰ δὲ πλευροκοπῶν δίχ᾽ ἀνεῤῥήγνυ.
δύο δ᾽ ἀργίποδας κριοὺς ἀνελὼν
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
ῥιπτεῖ θερίσας, τὸν δ᾽ ὀρθὸν ἄνω
κίονι δήσας 240
μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
παίει λιγυρᾷ μάστιγι διπλῇ,
κακὰ δεννάζων ῥήμαθ᾽, ἃ δαίμων
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
Χορός
ὥρα τιν᾽ ἤδη τοι κρᾶτα καλύμμασι        245
κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι
ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
ποντοπόρῳ ναῒ μεθεῖναι. 250
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
καθ᾽ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ᾽ ἄπλατος ἴσχει. 255
Τέκμησσα
οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
ᾄξας ὀξὺς νότος ὣς λήγει,
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, 260
μηδενὸς ἄλλου παραπράξαντος,
μεγάλας ὀδύνας ὑποτείνει.
Χορός
ἀλλ᾽ εἰ πέπαυται, κάρτ᾽ ἂν εὐτυχεῖν δοκῶ·
φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τέκμησσα
πότερα δ᾽ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,        265
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορός
τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
Τέκμησσα
ἡμεῖς ἄρ᾽ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορός
πῶς τοῦτ᾽ ἔλεξας; οὐ κάτοιδ᾽ ὅπως λέγεις.        270
Τέκμησσα
ἁνὴρ ἐκεῖνος, ἡνίκ᾽ ἦν ἐν τῇ νόσῳ,
αὐτὸς μὲν ἥδεθ᾽ οἷσιν εἴχετ᾽ ἐν κακοῖς,
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
νῦν δ᾽ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ 275
ἡμεῖς θ᾽ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
ἆρ᾽ ἔστι ταῦτα δὶς τόσ᾽ ἐξ ἁπλῶν κακά;
Χορός
ξύμφημι δή σοι καὶ δέδοικα μὴ ᾽κ θεοῦ
πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται; 280
Τέκμησσα
ὡς ὧδ᾽ ἐχόντων τῶνδ᾽ ἐπίστασθαί σε χρή.
Χορός
τίς γάρ ποτ᾽ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
Τέκμησσα
ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ᾽ ἕσπεροι 285
λαμπτῆρες οὐκέτ᾽ ᾖθον, ἄμφηκες λαβὼν
ἐμαίετ᾽ ἔγχος ἐξόδους ἕρπειν κενάς.
κἀγὼ ᾽πιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς, Αἴας;
τί τήνδ᾽ ἄκλητος οὔθ᾽ ὑπ᾽ ἀγγέλων
κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων 290
σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
ὁ δ᾽ εἶπε πρός με βαί᾽, ἀεὶ δ᾽ ὑμνούμενα·
γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
κἀγὼ μαθοῦσ᾽ ἔληξ᾽, ὁ δ᾽ ἐσσύθη μόνος.
καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας· 295
ἔσω δ᾽ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
ταύρους, κύνας βοτῆρας, εὔερόν τ᾽ ἄγραν.
καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ᾽ ἄνω τρέπων
ἔσφαζε κἀῤῥάχιζε, τοὺς δὲ δεσμίους
ᾐκίζεθ᾽ ὥστε φῶτας ἐν ποίμναις πίτνων. 300
τέλος δ᾽ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
τοὺς δ᾽ ἀμφ᾽ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
ὅσην κατ᾽ αὐτῶν ὕβριν ἐκτίσαιτ᾽ ἰών·
κἄπειτ᾽ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν, 305
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
παίσας κάρα ᾽θώϋξεν· ἐν δ᾽ ἐρειπίοις
νεκρῶν ἐρειφθεὶς ἕζετ᾽ ἀρνείου φόνου,
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. 310
καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
ἔπειτ᾽ ἐμοὶ τὰ δείν᾽ ἐπηπείλησ᾽ ἔπη,
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
κἀνήρετ᾽ ἐν τῷ πράγματος κυροῖ ποτέ.
κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον 315
ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
ὁ δ᾽ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
ἃς οὔποτ᾽ αὐτοῦ πρόσθεν εἰσήκουσ᾽ ἐγώ·
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
τοιούσδ᾽ ἀεί ποτ᾽ ἀνδρὸς ἐξηγεῖτ᾽ ἔχειν· 320
ἀλλ᾽ ἀψόφητος ὀξέων κωκυμάτων
ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
νῦν δ᾽ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς
σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών· 325
καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
ἀλλ᾽, ὦ φίλοι, τούτων γὰρ οὕνεκ᾽ ἐστάλην,
ἀρήξατ᾽ εἰσελθόντες, εἰ δύνασθέ τι·
φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις. 330
Χορός
Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις
ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Αἴας
ἰώ μοί μοι.
Τέκμησσα
τάχ᾽, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν; 335
Αἴας
ἰώ μοί μοι.
Χορός
ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
Αἴας
ἰὼ παῖ παῖ.
Τέκμησσα
ὤμοι τάλαιν᾽· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.        340
τί ποτε μενοινᾷ; ποῦ ποτ᾽ εἶ; τάλαιν᾽ ἐγώ.
Αἴας
Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
λεηλατήσει χρόνον, ἐγὼ δ᾽ ἀπόλλυμαι;
Χορός
ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλ᾽ ἀνοίγετε.
τάχ᾽ ἄν τιν᾽ αἰδῶ κἀπ᾽ ἐμοὶ βλέψας λάβοι. 345
Τέκμησσα
ἰδού, διοίγω· προσβλέπειν δ᾽ ἔξεστί σοι
τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
Αἴας
ἰὼ
φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
μόνοι ἔτ᾽ ἐμμένοντες ὀρθῷ νόμῳ, 350
ἴδεσθέ μ᾽ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
ἀμφίδρομον κυκλεῖται.
Χορός
οἴμ᾽ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει. 355
Αἴας
ἰὼ
γένος ναΐας ἀρωγὸν τέχνας,
ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ᾽· 360
ἀλλά με συνδάϊξον.
Χορός
εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
Αἴας
ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, 365
ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
Τέκμησσα
μή, δέσποτ᾽ Αἴας, λίσσομαί σ᾽, αὔδα τάδε.
Αἴας
οὐκ ἐκτός; οὐκ ἄψοῤῥον ἐκνεμεῖ πόδα;
αἰαῖ αἰαῖ. 370
Χορός
ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αἴας
ὦ δύσμορος, ὃς χερὶ μὲν
μεθῆκα τοὺς ἀλάστορας, ἐν δ᾽ ἑλίκεσσι
βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις 375
ἐρεμνὸν αἷμ᾽ ἔδευσα.
Χορός
τί δῆτ᾽ ἂν ἀλγοίης ἐπ᾽ ἐξειργασμένοις;
οὐ γὰρ γένοιτ᾽ ἂν ταῦθ᾽ ὅπως οὐχ ὧδ᾽ ἔχειν.
Αἴας
ἰὼ πάνθ᾽ ὁρῶν ἁπάντων τ᾽ ἀεὶ
κακῶν ὄργανον, τέκνον Λαρτίου, 380
κακοπινέστατόν τ᾽ ἄλημα στρατοῦ,
ἦ που πολὺν γέλωθ᾽ ὑφ᾽ ἡδονῆς ἄγεις.
Χορός
ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Αἴας
ἴδοιμι μήν νιν, καίπερ ὧδ᾽ ἀτώμενος.
ἰώ μοί μοι. 385
Χορός
μηδὲν μέγ᾽ εἴπῃς· οὐχ ὁρᾷς ἵν᾽ εἶ κακοῦ;
Αἴας
ὦ Ζεῦ, προγόνων προπάτωρ,
πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
τούς τε δισσάρχας ὀλέσσας βασιλῆς 390
τέλος θάνοιμι καὐτός;
Τέκμησσα
ὅταν κατεύχῃ ταῦθ᾽, ὁμοῦ κἀμοὶ θανεῖν
εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
Αἴας
ἰὼ
σκότος, ἐμὸν φάος, 395
ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
ἕλεσθ᾽ ἕλεσθέ μ᾽ οἰκήτορα,
ἕλεσθέ μ᾽· οὔτε γὰρ θεῶν γένος οὔθ᾽ ἁμερίων
ἔτ᾽ ἄξιος βλέπειν τιν᾽ εἰς ὄνασιν ἀνθρώπων. 400
ἀλλά μ᾽ ἁ Διὸς
ἀλκίμα θεὸς
ὀλέθρι᾽ αἰκίζει.
ποῖ τις οὖν φύγῃ;
ποῖ μολὼν μενῶ;
εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ᾽ 405
ὁμοῦ πέλας, μώραις δ᾽ ἄγραις προσκείμεθα,
πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
χειρὶ φονεύοι.
Τέκμησσα
ὦ δυστάλαινα, τοιάδ᾽ ἄνδρα χρήσιμον        410
φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ᾽ ἄν.
Αἴας
ἰὼ
πόροι ἁλίῤῥοθοι
πάραλά τ᾽ ἄντρα καὶ νέμος ἐπάκτιον,
πολὺν πολύν με δαρόν τε δὴ
κατείχετ᾽ ἀμφὶ Τροίαν χρόνον· ἀλλ᾽ οὐκέτι μ᾽, οὐκ 415
ἔτ᾽ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
ὦ Σκαμάνδριοι
γείτονες ῥοαί,
εὔφρονες Ἀργείοις, 420
οὐκέτ᾽ ἄνδρα μὴ
τόνδ᾽ ἴδητ᾽, ἔπος
ἐξερῶ μέγ᾽, οἷον οὔτινα
Τροία στρατοῦ δέρχθη χθονὸς μολόντ᾽ ἀπὸ 425
Ἑλλανίδος· τανῦν δ᾽ ἄτιμος
ὧδε πρόκειμαι.
Χορός
οὔτοι σ᾽ ἀπείργειν οὐδ᾽ ὅπως ἐῶ λέγειν
ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
Αἴας
αἰαῖ· τίς ἄν ποτ᾽ ᾤεθ᾽ ὧδ᾽ ἐπώνυμον        430
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
ὅτου πατὴρ μὲν τῆσδ᾽ ἀπ᾽ Ἰδαίας χθονὸς
τὰ πρῶτα καλλιστεῖ᾽ ἀριστεύσας στρατοῦ 435
πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
ἐγὼ δ᾽ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
οὐδ᾽ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
ἄτιμος Ἀργείοισιν ὧδ᾽ ἀπόλλυμαι. 440
καίτοι τοσοῦτόν γ᾽ ἐξεπίστασθαι δοκῶ·
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
οὐκ ἄν τις αὔτ᾽ ἔμαρψεν ἄλλος ἀντ᾽ ἐμοῦ.
νῦν δ᾽ αὔτ᾽ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας 445
ἔπραξαν, ἀνδρὸς τοῦδ᾽ ἀπώσαντες κράτη.
κεἰ μὴ τόδ᾽ ὄμμα καὶ φρένες διάστροφοι
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
δίκην κατ᾽ ἄλλου φωτὸς ὧδ᾽ ἐψήφισαν.
νῦν δ᾽ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ 450
ἤδη μ᾽ ἐπ᾽ αὐτοῖς χεῖρ᾽ ἐπεντύνοντ᾽ ἐμὴν
ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
ὥστ᾽ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
κεῖνοι δ᾽ ἐπεγγελῶσιν ἐκπεφευγότες,
ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν 455
βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
ἐχθαίρομαι, μισεῖ δέ μ᾽ Ἑλλήνων στρατός,
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας 460
μόνους τ᾽ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
Τελαμῶνι; πῶς με τλήσεταί ποτ᾽ εἰσιδεῖν
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν; 465
οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτ᾽ ἰὼν
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
ἀλλ᾽ ὧδέ γ᾽ Ἀτρείδας ἂν εὐφράναιμί που.
οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα 470
τοιάδ᾽ ἀφ᾽ ἧς γέροντι δηλώσω πατρὶ
μή τοι φύσιν γ᾽ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
τί γὰρ παρ᾽ ἦμαρ ἡμέρα τέρπειν ἔχει 475
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
ἀλλ᾽ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
τὸν εὐγενῆ χρή. πάντ᾽ ἀκήκοας λόγον. 480
Χορός
οὐδεὶς ἐρεῖ ποθ᾽ ὡς ὑπόβλητον λόγον,
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός·
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
Τέκμησσα
ὦ δέσποτ᾽ Αἴας, τῆς ἀναγκαίας τύχης        485
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
ἐγὼ δ᾽ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
νῦν δ᾽ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ᾽ ἔδοξέ που
καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ 490
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
καί σ᾽ ἀντιάζω πρός τ᾽ ἐφεστίου Διὸς
εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
μή μ᾽ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
τῶν σῶν ὑπ᾽ ἐχθρῶν, χειρίαν ἐφείς τινι. 495
ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ᾽ ἡμέρᾳ
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ 500
λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν
Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
οἵας λατρείας ἀνθ᾽ ὅσου ζήλου τρέφει.
τοιαῦτ᾽ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ,
σοὶ δ᾽ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει. 505
ἀλλ᾽ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
οἴκτιρε δ᾽, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας 510
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
ὑπ᾽ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
κείνῳ τε κἀμοὶ τοῦθ᾽, ὅταν θάνῃς, νεμεῖς.
ἐμοὶ γὰρ οὐκέτ᾽ ἔστιν εἰς ὅ τι βλέπω
πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ᾽ ᾔστωσας δόρει, 515
καὶ μητέρ᾽ ἄλλη μοῖρα τὸν φύσαντά τε
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
τίς δῆτ᾽ ἐμοὶ γένοιτ᾽ ἂν ἀντὶ σοῦ πατρίς;
τίς πλοῦτος; ἐν σοὶ πᾶσ᾽ ἔγωγε σῴζομαι.
ἀλλ᾽ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν 520
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ᾽ ἀεί·
ὅτου δ᾽ ἀποῤῥεῖ μνῆστις εὖ πεπονθότος,
οὐκ ἂν γένοιτ᾽ ἔθ᾽ οὗτος εὐγενὴς ἀνήρ.
Χορός
Αἴας, ἔχειν σ᾽ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ        525
θέλοιμ᾽ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ᾽ ἔπη.
Αἴας
καὶ κάρτ᾽ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
ἀλλ᾽ ὦ φίλ᾽ Αἴας, πάντ᾽ ἔγωγε πείσομαι.
Αἴας
κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.        530
Τέκμησσα
καὶ μὴν φόβοισί γ᾽ αὐτὸν ἐξελυσάμην.
Αἴας
ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
Τέκμησσα
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αἴας
πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Τέκμησσα
ἀλλ᾽ οὖν ἐγὼ ᾽φύλαξα τοῦτό γ᾽ ἀρκέσαι.        535
Αἴας
ἐπῄνεσ᾽ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τέκμησσα
τί δῆτ᾽ ἂν ὡς ἐκ τῶνδ᾽ ἂν ὠφελοῖμί σε;
Αἴας
δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ᾽ ἰδεῖν.
Τέκμησσα
καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
Αἴας
τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;        540
Τέκμησσα
ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
ἄγ᾽ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
Αἴας
ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
Τέκμησσα
καὶ δὴ κομίζει προσπόλων ὅδ᾽ ἐγγύθεν.
Αἴας
αἶρ᾽ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ        545
νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
εἴπερ δικαίως ἔστ᾽ ἐμὸς τὰ πατρόθεν.
ἀλλ᾽ αὐτίκ᾽ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, 550
τὰ δ᾽ ἄλλ᾽ ὅμοιος· καὶ γένοι᾽ ἂν οὐ κακός.
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
ὁθούνεκ᾽ οὐδὲν τῶνδ᾽ ἐπαισθάνει κακῶν·
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
[τὸ μὴ φρονεῖν γὰρ κάρτ᾽ ἀνώδυνον κακόν] 555
ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
ὅταν δ᾽ ἵκῃ πρὸς τοῦτο, δεῖ σ᾽ ὅπως πατρὸς
δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ᾽τράφης.
τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
οὔτοι σ᾽ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ 560
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ᾽ ἐμοῦ.
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
λείψω τροφῆ τ᾽ ἄοκνον ἔμπα, κεἰ τανῦν
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
ἀλλ᾽, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, 565
ὑμῖν τε κοινὴν τήνδ᾽ ἐπισκήπτω χάριν,
κείνῳ τ᾽ ἐμὴν ἀγγείλατ᾽ ἐντολήν, ὅπως
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμῶνι δείξει μητρί τ᾽, Ἐριβοίᾳ λέγω,
ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί, 570
[μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ],
καὶ τἀμὰ τεύχη μήτ᾽ ἀγωνάρχαι τινὲς
θήσουσ᾽ Ἀχαιοῖς μήθ᾽ ὁ λυμεὼν ἐμός.
ἀλλ᾽ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
Εὐρύσακες, ἴσχε διὰ πολυῤῥάφου στρέφων 575
πόρπακος, ἑπτάβοιον ἄῤῥηκτον σάκος·
τὰ δ᾽ ἄλλα τεύχη κοίν᾽ ἐμοὶ τεθάψεται.
ἀλλ᾽ ὡς τάχος τὸν παῖδα τόνδ᾽ ἤδη δέχου
καὶ δῶμα πάκτου, μηδ᾽ ἐπισκήνους γόους
δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή. 580
πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
Χορός
δέδοικ᾽ ἀκούων τήνδε τὴν προθυμίαν·
οὐ γάρ μ᾽ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
ὦ δέσποτ᾽ Αἴας, τί ποτε δρασείεις φρενί;        585
Αἴας
μὴ κρῖνε, μὴ ᾽ξέταζε· σωφρονεῖν καλόν.
Τέκμησσα
οἴμ᾽ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Αἴας
ἄγαν γε λυπεῖς· οὐ κάτοισθ᾽ ἐγὼ θεοῖς
ὡς οὐδὲν ἀρκεῖν εἴμ᾽ ὀφειλέτης ἔτι; 590
Τέκμησσα
εὔφημα φώνει.
Αἴας
--τοῖς ἀκούουσιν λέγε.
Τέκμησσα
σὺ δ᾽ οὐχὶ πείσει;
Αἴας
--πόλλ᾽ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
ταρβῶ γάρ, ὦναξ.
Αἴας
--οὐ ξυνέρξεθ᾽ ὡς τάχος;
Τέκμησσα
πρὸς θεῶν, μαλάσσου.
Αἴας
--μῶρά μοι δοκεῖς φρονεῖν,
εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς. 595
Χορός
ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που
ναίεις ἁλίπλακτος, εὐδαίμων,
πᾶσιν περίφαντος ἀεί·
ἐγὼ δ᾽ ὁ τλάμων παλαιὸς ἀφ᾽ οὗ χρόνος 600
Ἰδαῖα μίμνων λειμώνι᾽ ἔπαυλα μηνῶν
ἀνήριθμος αἰὲν εὐνῶμαι
χρόνῳ τρυχόμενος, 605
κακὰν ἐλπίδ᾽ ἔχων
ἔτι μέ ποτ᾽ ἀνύσειν
τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
καί μοι δυσθεράπευτος Αἴας
ξύνεστιν ἔφεδρος, ὤμοι μοι, 610
θείᾳ μανίᾳ ξύναυλος·
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
κρατοῦντ᾽ ἐν Ἄρει· νῦν δ᾽ αὖ φρενὸς οἰοβώτας
φίλοις μέγα πένθος ηὕρηται. 615
τὰ πρὶν δ᾽ ἔργα χεροῖν
μεγίστας ἀρετᾶς
ἄφιλα παρ᾽ ἀφίλοις 620
ἔπεσ᾽ ἔπεσε μελέοις Ἀτρείδαις.
ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα 625
φρενομόρως ἀκούσῃ,
αἴλινον αἴλινον
οὐδ᾽ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
ἥσει δύσμορος, ἀλλ᾽ ὀξυτόνους μὲν ᾠδὰς 630
θρηνήσει, χερόπλακτοι δ᾽
ἐν στέρνοισι πεσοῦνται
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
κρείσσων παρ᾽ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν, 635
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
πολυπόνων Ἀχαιῶν,
οὐκέτι συντρόφοις
ὀργαῖς ἔμπεδος, ἀλλ᾽ ἐκτὸς ὁμιλεῖ. 640
ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
παιδὸς δύσφορον ἄταν,
ἃν οὔπω τις ἔθρεψεν
δίων Αἰακιδᾶν ἄτερθε τοῦδε. 645
Αἴας
ἅπανθ᾽ ὁ μακρὸς κἀναρίθμητος χρόνος
φύει τ᾽ ἄδηλα καὶ φανέντα κρύπτεται·
κοὐκ ἔστ᾽ ἄελπτον οὐδέν, ἀλλ᾽ ἁλίσκεται
χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
κἀγὼ γάρ, ὃς τὰ δείν᾽ ἐκαρτέρουν τότε, 650
βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
χήραν παρ᾽ ἐχθροῖς παῖδά τ᾽ ὀρφανὸν λιπεῖν.
ἀλλ᾽ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
λειμῶνας, ὡς ἂν λύμαθ᾽ ἁγνίσας ἐμὰ 655
μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
μολών τε χῶρον ἔνθ᾽ ἂν ἀστιβῆ κίχω,
κρύψω τόδ᾽ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
ἀλλ᾽ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω. 660
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ᾽ ἐδεξάμην
παρ᾽ Ἕκτορος δώρημα δυσμενεστάτου,
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
ἀλλ᾽ ἔστ᾽ ἀληθὴς ἡ βροτῶν παροιμία,
ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. 665
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
εἴκειν, μαθησόμεσθα δ᾽ Ἀτρείδας σέβειν.
ἄρχοντές εἰσιν, ὥσθ᾽ ὑπεικτέον. τί μήν;
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
ἕτοιμ᾽ ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς 670
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
δεινῶν τ᾽ ἄημα πνευμάτων ἐκοίμισε
στένοντα πόντον· ἐν δ᾽ ὁ παγκρατὴς ὕπνος 675
λύει πεδήσας, οὐδ᾽ ἀεὶ λαβὼν ἔχει.
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
ἔγωγ᾽· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
ὅ τ᾽ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ᾽ ἐχθαρτέος,
ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον 680
τοσαῦθ᾽ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
βροτῶν ἄπιστός ἐσθ᾽ ἑταιρείας λιμήν.
ἀλλ᾽ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, 685
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
ὑμεῖς δ᾽, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
τιμᾶτε, Τεύκρῳ τ᾽, ἢν μόλῃ, σημήνατε
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ᾽ ὑμῖν ἅμα.
ἐγὼ γὰρ εἶμ᾽ ἐκεῖσ᾽ ὅποι πορευτέον· 690
ὑμεῖς δ᾽ ἃ φράζω δρᾶτε, καὶ τάχ᾽ ἄν μ᾽ ἴσως
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
Χορός
ἔφριξ᾽ ἔρωτι, περιχαρὴς δ᾽ ἀνεπτόμαν.
ἰὼ ἰὼ Πὰν Πάν,
ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου 695
πετραίας ἀπὸ δειράδος φάνηθ᾽, ὦ
θεῶν χοροποί᾽ ἄναξ, ὅπως μοι
Νύσια Κνώσι᾽ ὀρχήματ᾽ αὐτοδαῆ ξυνὼν ἰάψῃς· 700
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
Ἰκαρίων δ᾽ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
ὁ Δάλιος εὔγνωστος 705
ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
ἔλυσεν αἰνὸν ἄχος ἀπ᾽ ὀμμάτων Ἄρης.
ἰὼ ἰώ, νῦν αὖ,
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
θοᾶν ὠκυάλων νεῶν, ὅτ᾽ Αἴας 710
λαθίπονος πάλιν, θεῶν δ᾽ αὖ
πάνθυτα θέσμι᾽ ἐξήνυσ᾽ εὐνομίᾳ σέβων μεγίστᾳ.
πάνθ᾽ ὁ μέγας χρόνος μαραίνει,
κοὐδὲν ἀναύδατον φατίσαιμ᾽ ἄν, εὖτέ γ᾽ ἐξ ἀέλπτων 715
Αἴας μετανεγνώσθη
θυμοῦ τ᾽ Ἀτρείδαις μεγάλων τε νεικέων.
Ἄγγελος
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ 720
κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
μαθόντες ἀμφέστησαν, εἶτ᾽ ὀνείδεσιν
ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ᾽ ὃς οὔ, 725
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν·
ὥστ᾽ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. 730
λήγει δ᾽ ἔρις δραμοῦσα τοῦ προσωτάτω
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
ἀλλ᾽ ἡμὶν Αἴας ποῦ ᾽στιν, ὡς φράσω τάδε;
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορός
οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας        735
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἄγγελος
ἰοὺ ἰού·
βραδεῖαν ἡμᾶς ἆρ᾽ ὁ τήνδε τὴν ὁδὸν
πέμπων ἔπεμψεν ἢ ᾽φάνην ἐγὼ βραδύς.
Χορός
τί δ᾽ ἐστὶ χρείας τῆσδ᾽ ὑπεσπανισμένον;        740
Ἄγγελος
τὸν ἄνδρ᾽ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
μὴ ᾽ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορός
ἀλλ᾽ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ἄγγελος
ταῦτ᾽ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,        745
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορός
ποῖον; τί δ᾽ εἰδὼς τοῦδε πράγματος πάρει;
Ἄγγελος
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα, 750
εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ
εἶρξαι κατ᾽ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
Αἴανθ᾽ ὑπὸ σκηναῖσι μηδ᾽ ἀφέντ᾽ ἐᾶν,
εἰ ζῶντ᾽ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ. 755
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
ἔφασχ᾽ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν 760
βλαστὼν ἔπειτα μὴ κατ᾽ ἄνθρωπον φρονῇ.
κεῖνος δ᾽ ἀπ᾽ οἴκων εὐθὺς ἐξορμώμενος
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει
βούλου κρατεῖν μέν, σὺν θεῷ δ᾽ ἀεὶ κρατεῖν. 765
ὁ δ᾽ ὑψικόμπως κἀφρόνως ἠμείψατο·
πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
κράτος κατακτήσαιτ᾽· ἐγὼ δὲ καὶ δίχα
κείνων πέποιθα τοῦτ᾽ ἐπισπάσειν κλέος.
τοσόνδ᾽ ἐκόμπει μῦθον. εἶτα δεύτερον 770
δίας Ἀθάνας, ἡνίκ᾽ ὀτρύνουσά νιν
ηὐδᾶτ᾽ ἐπ᾽ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
τότ᾽ ἀντιφωνεῖ δεινὸν ἄῤῥητόν τ᾽ ἔπος·
ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
ἵστω, καθ᾽ ἡμᾶς δ᾽ οὔποτ᾽ ἐκρήξει μάχη. 775
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
ἐκτήσατ᾽ ὀργήν, οὐ κατ᾽ ἄνθρωπον φρονῶν.
ἀλλ᾽ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ᾽ ἂν
γενοίμεθ᾽ αὐτοῦ σὺν θεῷ σωτήριοι.
τοσαῦθ᾽ ὁ μάντις εἶφ᾽· ὁ δ᾽ εὐθὺς ἐξ ἕδρας 780
πέμπει με σοὶ φέροντα τάσδ᾽ ἐπιστολὰς
Τεῦκρος φυλάσσειν. εἰ δ᾽ ἀπεστερήμεθα,
οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
Χορός
ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
ὅρα μολοῦσα τόνδ᾽ ὁποῖ᾽ ἔπη θροεῖ· 785
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τέκμησσα
τί μ᾽ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Χορός
τοῦδ᾽ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ᾽ ἐγώ. 790
Τέκμησσα
οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Ἄγγελος
οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ᾽ ὅτι,
θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
Τέκμησσα
καὶ μὴν θυραῖος, ὥστε μ᾽ ὠδίνειν τί φής.
Ἄγγελος
ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται        795
σκηνῆς ὕπαυλον μηδ᾽ ἀφιέναι μόνον.
Τέκμησσα
ποῦ δ᾽ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
Ἄγγελος
πάρεστ᾽ ἐκεῖνος ἄρτι· τήνδε δ᾽ ἔξοδον
ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τέκμησσα
οἴμοι τάλαινα, τοῦ ποτ᾽ ἀνθρώπων μαθών;        800
Ἄγγελος
τοῦ Θεστορείου μάντεως, καθ᾽ ἡμέραν
τὴν νῦν, ὅτ᾽ αὐτῷ θάνατον ἢ βίον φέρει.
Τέκμησσα
οἲ ᾽γώ, φίλοι, πρόστητ᾽ ἀναγκαίας τύχης,
καὶ σπεύσαθ᾽, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
οἱ δ᾽ ἑσπέρους ἀγκῶνας, οἱ δ᾽ ἀντηλίους 805
ζητεῖτ᾽ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον·
ἀλλ᾽ εἶμι κἀγὼ κεῖσ᾽ ὅποιπερ ἂν σθένω. 810
χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
σῴζειν θέλοντας ἄνδρα γ᾽ ὃς σπεύδῃ θανεῖν.
Χορός
χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ᾽ ἕψεται,
Αἴας
ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος        815
γένοιτ᾽ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή·
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
μάλιστα μισηθέντος ἐχθίστου θ᾽ ὁρᾶν·
πέπηγε δ᾽ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
σιδηροβρῶτι θηγάνῃ νεηκονής· 820
ἔπηξα δ᾽ αὐτὸν εὖ περιστείλας ἐγώ,
εὐνούστατον τῷδ᾽ ἀνδρὶ διὰ τάχους θανεῖν.
οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
αἰτήσομαι δέ σ᾽ οὐ μακρὸν γέρας λαχεῖν. 825
πέμψον τιν᾽ ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
πεπτῶτα τῷδε περὶ νεοῤῥάντῳ ξίφει,
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ᾽ ἕλωρ. 830
τοσαῦτά σ᾽, ὦ Ζεῦ, προστρέπω, καλῶ δ᾽ ἅμα
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
πλευρὰν διαῤῥήξαντα τῷδε φασγάνῳ.
καλῶ δ᾽ ἀρωγοὺς τὰς ἀεί τε παρθένους 835
ἀεί θ᾽ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ᾽ ἐμὲ 840
[αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.]
ἴτ᾽, ὦ ταχεῖαι ποίνιμοί τ᾽ Ἐρινύες,
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ·
σὺ δ᾽, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν 845
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ᾽ ἐμὸν
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
ἦ που τάλαινα, τήνδ᾽ ὅταν κλύῃ φάτιν, 850
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
ἀλλ᾽ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
ἀλλ᾽ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
ὦ Θάνατε Θάνατε, νῦν μ᾽ ἐπίσκεψαι μολών.
καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών. 855
σὲ δ᾽, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
πανύστατον δὴ κοὔποτ᾽ αὖθις ὕστερον.
ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον 860
κλειναί τ᾽ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
κρῆναί τε ποταμοί θ᾽ οἵδε, καὶ τὰ Τρωϊκὰ
πεδία προσαυδῶ, χαίρετ᾽, ὦ τροφῆς ἐμοί·
τοῦθ᾽ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
τὰ δ᾽ ἄλλ᾽ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι. 865
Ἡμιχόριον Α
πόνος πόνῳ πόνον φέρει.
πᾷ πᾷ
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
ἰδού. 870
δοῦπον αὖ κλύω τινά.
Ἡμιχόριον Β
ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Ἡμιχόριον Α
τί οὖν δή;
Ἡμιχόριον Β
πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν
Ἡμιχόριον Α
ἔχεις οὖν;        875
Ἡμιχόριον Β
πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
Ἡμιχόριον Α
ἀλλ᾽ οὐδὲ μὲν δὴ τὴν ἀφ᾽ ἡλίου βολῶν
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
Χορός
τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας, 880
ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν 883
Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον 884
εἴ ποθι πλαζόμενον λεύσσων 885
ἀπύοι; σχέτλια γὰρ
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
ἀλλ᾽ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου. 890
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
Τέκμησσα
ἰὼ τλήμων.
Χορός
τὴν δουρίληπτον΄ρον νύμφην ὁρῶ
Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην. 895
Τέκμησσα
ᾤχωκ᾽, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
Χορός
τί δ᾽ ἔστιν;
Τέκμησσα
Αἴας ὅδ᾽ ἡμῖν ἀρτίως νεοσφαγὴς
κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
Χορός
ὤμοι ἐμῶν νόστων·        900
ὤμοι, κατέπεφνες, ἄναξ,
τόνδε συνναύταν, τάλας
ὦ ταλαίφρων γύναι·
Τέκμησσα
ὡς ὧδε τοῦδ᾽ ἔχοντος αἰάζειν πάρα.        905
Χορός
τίνος ποτ᾽ ἆρ᾽ ἔπραξε χειρὶ δύσμορος;
Τέκμησσα
αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ
πηκτὸν τόδ᾽ ἔγχος περιπετὲς κατηγορεῖ. 910
Χορός
ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρ᾽ αἱμάχθης, ἄφαρκτος φίλων·
ἐγὼ δ᾽ ὁ πάντα κωφός, ὁ πάντ᾽ ἄϊδρις, κατημέλησα. πᾷ πᾷ
κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;
Τέκμησσα
οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ        915
φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
φυσῶντ᾽ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
πληγῆς μελανθὲν αἷμ᾽ ἀπ᾽ οἰκείας σφαγῆς. 920
οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
ποῦ Τεῦκρος; ὡς ἀκμαῖ᾽ ἄν, εἰ βαίη, μόλοι,
πεπτῶτ᾽ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
ὦ δύσμορ᾽ Αἴας, οἷος ὢν οἵως ἔχεις,
ὡς καὶ παρ᾽ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. 925
Χορός
ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
στερεόφρων ἄρ᾽ ἐξανύσσειν κακὰν
μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι 930
πάννυχα καὶ φαέθοντ᾽ ἀνεστέναζες
ὠμόφρων ἐχθοδόπ᾽ Ἀτρείδαις
οὐλίῳ σὺν πάθει.
μέγας ἄρ᾽ ἦν ἐκεῖνος ἄρχων χρόνος
πημάτων, ἦμος ἀριστόχειρ 935
............ὅπλων ἔκειτ᾽ ἀγὼν πέρι.
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
Τέκμησσα
ἰώ μοί μοι.
Χορός
οὐδέν σ᾽ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,        940
τοιοῦδ᾽ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
σοὶ μὲν δοκεῖν ταῦτ᾽ ἔστ᾽, ἐμοὶ δ᾽ ἄγαν φρονεῖν.
Χορός
ξυναυδῶ.
Τέκμησσα
οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί. 945
Χορός
ὤμοι, ἀναλγήτων
δισσῶν ἐθρόησας ἄναυδ᾽
ἔργ᾽ Ἀτρειδᾶν τῷδ᾽ ἄχει.
ἀλλ᾽ ἀπείργοι θεός.
Τέκμησσα
οὐκ ἂν τάδ᾽ ἔστη τῇδε μὴ θεῶν μέτα.        950
Χορός
ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τέκμησσα
τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
Παλλὰς φυτεύει πῆμ᾽ Ὀδυσσέως χάριν.
Χορός
ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,        955
γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν πολὺν γέλωτα, φεῦ φεῦ,
ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι. 960
Τέκμησσα
οἱ δ᾽ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
τοῖς τοῦδ᾽· ἴσως τοι, κεἰ βλέποντα μὴ ᾽πόθουν,
θανόντ᾽ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ. 965
ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
ἐκτήσαθ᾽ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
τί δῆτα τοῦδ᾽ ἐπεγγελῷεν ἂν κάτα;
θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ. 970
πρὸς ταῦτ᾽ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
Αἴας
γὰρ αὐτοῖς οὐκέτ᾽ ἐστίν, ἀλλ᾽ ἐμοὶ
λιπὼν ἀνίας καὶ γόους διοίχεται.
Τεύκρος
ἰώ μοί μοι.
Χορός
σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν        975
βοῶντος ἄτης τῆσδ᾽ ἐπίσκοπον μέλος.
Τεύκρος
ὦ φίλτατ᾽ Αἴας, ὦ ξύναιμον ὄμμ᾽ ἐμοί,
ἆρ᾽ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;
Χορός
ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ᾽ ἐπίστασο.
Τεύκρος
ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.        980
Χορός
ὡς ὧδ᾽ ἐχόντων
Τεύκρος
--ὦ τάλας ἐγώ, τάλας.
Χορός
πάρα στενάζειν.
Τεύκρος
--ὦ περισπερχὲς πάθος.
Χορός
ἄγαν γε, Τεῦκρε.
Τεύκρος
--φεῦ τάλας· τί γὰρ τέκνον
τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Χορός
μόνος παρὰ σκηναῖσιν.        985
Τεύκρος
--οὐχ ὅσον τάχος
δῆτ᾽ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
ἴθ᾽, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι
φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
Χορός
καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν        990
ἐφίεθ᾽ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
Τεύκρος
ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
ὁδός θ᾽ ὁδῶν πασῶν ἀνιάσασα δὴ
μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην. 995
ὦ φίλτατ᾽ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
μόρον διώκων κἀξιχνοσκοπούμενος.
ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
διῆλθ᾽ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν 1000
ὑπεστέναζον, νῦν δ᾽ ὁρῶν ἀπόλλυμαι.
οἴμοι.
ἴθ᾽, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
ὅσας ἀνίας μοι κατασπείρας φθίνεις. 1005
ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
τοῖς σοῖς ἀρήξαντ᾽ ἐν πόνοισι μηδαμοῦ;
ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θ᾽ ἅμα,
δέξαιτ᾽ ἂν εὐπρόσωπος ἵλεώς τ᾽ ἴσως
χωροῦντ᾽ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα 1010
μηδ᾽ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
σέ, φίλτατ᾽ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ 1015
κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
τοιαῦτ᾽ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
τέλος δ᾽ ἀπωστὸς γῆς ἀποῤῥιφθήσομαι,
δοῦλος λόγοισιν ἀντ᾽ ἐλευθέρου φανείς. 1020
τοιαῦτα μὲν κατ᾽ οἶκον· ἐν Τροίᾳ δέ μοι
πολλοὶ μὲν ἐχθροί, παῦρα δ᾽ ὠφελήσιμα.
καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
οἴμοι, τί δράσω; πῶς σ᾽ ἀποσπάσω πικροῦ·
τοῦδ᾽ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφ᾽ οὗ 1025
φονέως ἄρ᾽ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ
ἔμελλέ σ᾽ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
Ἕκτωρ μέν, ᾧ δὴ τοῦδ᾽ ἐδωρήθη πάρα,
ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων 1030
ἐκνάπτετ᾽ αἰέν, ἔστ᾽ ἀπέψυξεν βίον·
οὗτος δ᾽ ἐκείνου τήνδε δωρεὰν ἔχων
πρὸς τοῦδ᾽ ὄλωλε θανασίμῳ πεσήματι.
ἆρ᾽ οὐκ Ἐρινὺς τοῦτ᾽ ἐχάλκευσεν ξίφος
κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος; 1035
ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ᾽ ἀεὶ
φάσκοιμ᾽ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
ὅτῳ δὲ μὴ τάδ᾽ ἐστὶν ἐν γνώμῃ φίλα,
κεῖνός τ᾽ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
Χορός
μὴ τεῖνε μακράν, ἀλλ᾽ ὅπως κρύψεις τάφῳ        1040
φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.
βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ᾽ ἂν κακοῖς
γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτ᾽ ἀνήρ.
Τεύκρος
τίς δ᾽ ἐστὶν ὅντιν᾽ ἄνδρα προσλεύσσεις στρατοῦ;
Χορός
Μενέλαος
, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν. 1045
Τεύκρος
ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
Μενέλαος
οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
μὴ συγκομίζειν, ἀλλ᾽ ἐᾶν ὅπως ἔχει.
Τεύκρος
τίνος χάριν τοσόνδ᾽ ἀνήλωσας λόγον;
Μενέλαος
δοκοῦντ᾽ ἐμοί, δοκοῦντα δ᾽ ὃς κραίνει στρατοῦ.        1050
Τεύκρος
οὔκουν ἂν εἴποις ἥντιν᾽ αἰτίαν προθείς;
Μενέλαος
ὁθούνεκ᾽ αὐτὸν ἐλπίσαντες οἴκοθεν
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·
ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον 1055
νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει·
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
ἡμεῖς μὲν ἂν τήνδ᾽ ἣν ὅδ᾽ εἴληχεν τύχην
θανόντες ἂν προυκείμεθ᾽ αἰσχίστῳ μόρῳ,
οὗτος δ᾽ ἂν ἔζη. νῦν δ᾽ ἐνήλλαξεν θεὸς 1060
τὴν τοῦδ᾽ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
ὧν εἵνεκ᾽ αὐτὸν οὔτις ἔστ᾽ ἀνὴρ σθένων
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
ἀλλ᾽ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
ὄρνισι φορβὴ παραλίοις γενήσεται. 1065
πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
εἰ γὰρ βλέποντος μὴ ᾽δυνήθημεν κρατεῖν,
πάντως θανόντος γ᾽ ἄρξομεν, κἂν μὴ θέλῃς,
χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθ᾽ ὅπου
λόγων γ᾽ ἀκοῦσαι ζῶν ποτ᾽ ἠθέλησ᾽ ἐμῶν. 1070
καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
οὐ γάρ ποτ᾽ οὔτ᾽ ἂν ἐν πόλει νόμοι καλῶς
φέροιντ᾽ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
οὔτ᾽ ἂν στρατός γε σωφρόνως ἄρχοιτ᾽ ἔτι, 1075
μηδὲν φόβου πρόβλημα μηδ᾽ αἰδοῦς ἔχων.
ἀλλ᾽ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.
δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θ᾽ ὁμοῦ,
σωτηρίαν ἔχοντα τόνδ᾽ ἐπίστασο· 1080
ὅπου δ᾽ ὑβρίζειν δρᾶν θ᾽ ἃ βούλεται παρῇ,
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
ἀλλ᾽ ἑστάτω μοι καὶ δέος τι καίριον,
καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα 1085
οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.
ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν
αἴθων ὑβριστής, νῦν δ᾽ ἐγὼ μέγ᾽ αὖ φρονῶ.
καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς. 1090
Χορός
Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
εἶτ᾽ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
Τεύκρος
οὐκ ἄν ποτ᾽, ἄνδρες, ἄνδρα θαυμάσαιμ᾽ ἔτι,
ὃς μηδὲν ὢν γοναῖσιν εἶθ᾽ ἁμαρτάνει,
ὅθ᾽ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι 1095
τοιαῦθ᾽ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη·
ἄγ᾽ εἴπ᾽ ἀπ᾽ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν
τόνδ᾽ ἄνδρ᾽ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν 1100
ἔξεστ᾽ ἀνάσσειν ὧν ὅδ᾽ ἤγαγ᾽ οἴκοθεν;
Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·
οὐδ᾽ ἔσθ᾽ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
ὕπαρχος ἄλλων δεῦρ᾽ ἔπλευσας, οὐχ ὅλων 1105
στρατηγός, ὥστ᾽ Αἴαντος ἡγεῖσθαί ποτε.
ἀλλ᾽ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν᾽ ἔπη
κόλαζ᾽ ἐκείνους· τόνδε δ᾽, εἴτε μὴ σὺ φὴς
εἴθ᾽ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα. 1110
οὐ γάρ τι τῆς σῆς εἵνεκ᾽ ἐστρατεύσατο
γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
ἀλλ᾽ εἵνεχ᾽ ὅρκων οἷσιν ἦν ἐνώμοτος,
σοῦ δ᾽ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν 1115
καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου
οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
Χορός
οὐδ᾽ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·
τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ᾽ ᾖ, δάκνει.
Μενέλαος
ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.        1120
Τεύκρος
οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
Μενέλαος
μέγ᾽ ἄν τι κομπάσειας, ἀσπίδ᾽ εἰ λάβοις.
Τεύκρος
κἂν ψιλὸς ἀρκέσαιμι σοί γ᾽ ὡπλισμένῳ.
Μενέλαος
ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
Τεύκρος
ξὺν τῷ δικαίῳ γὰρ μέγ᾽ ἔξεστιν φρονεῖν.        1125
Μενέλαος
δίκαια γὰρ τόνδ᾽ εὐτυχεῖν κτείναντά με;
Τεύκρος
κτείναντα; δεινόν γ᾽ εἶπας, εἰ καὶ ζῇς θανών.
Μενέλαος
θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ᾽ οἴχομαι.
Τεύκρος
μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
Μενέλαος
ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;        1130
Τεύκρος
εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
Μενέλαος
τούς γ᾽ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.
Τεύκρος
ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;
Μενέλαος
μισοῦντ᾽ ἐμίσει· καὶ σὺ τοῦτ᾽ ἠπίστασο.
Τεύκρος
κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.        1135
Μενέλαος
ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ᾽ ἐσφάλη.
Τεύκρος
πόλλ᾽ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
Μενέλαος
τοῦτ᾽ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
Τεύκρος
οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
Μενέλαος
ἕν σοι φράσω· τόνδ᾽ ἐστὶν οὐχὶ θαπτέον.        1140
Τεύκρος
ἀλλ᾽ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
Μενέλαος
ἤδη ποτ᾽ εἶδον ἄνδρ᾽ ἐγὼ γλώσσῃ θρασὺν
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
ᾧ φθέγμ᾽ ἂν οὐκ ἂν ηὗρες, ἡνίκ᾽ ἐν κακῷ
χειμῶνος εἴχετ᾽, ἀλλ᾽ ὑφ᾽ εἵματος κρυφεὶς 1145
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
σμικροῦ νέφους τάχ᾽ ἄν τις ἐκπνεύσας μέγας
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
Τεύκρος
ἐγὼ δέ γ᾽ ἄνδρ᾽ ὄπωπα μωρίας πλέων,        1150
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
κᾆτ᾽ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
ὀργήν θ᾽ ὅμοιος εἶπε τοιοῦτον λόγον·
ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος. 1155
τοιαῦτ᾽ ἄνολβον ἄνδρ᾽ ἐνουθέτει παρών.
ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
οὐδείς ποτ᾽ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;
Μενέλαος
ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις
λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα. 1160
Τεύκρος
ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν
ἀνδρὸς ματαίου φλαῦρ᾽ ἔπη μυθουμένου.
Χορός
ἔσται μεγάλης ἔριδός τις ἀγών.
ἀλλ᾽ ὡς δύνασαι, Τεῦκρε, ταχύνας
σπεῦσον κοίλην κάπετόν τιν᾽ ἰδεῖν 1165
τῷδ᾽, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
τάφον εὐρώεντα καθέξει.
Τεύκρος
καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
τάφον περιστελοῦντε δυστήνου νεκροῦ. 1170
ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας
ἱκέτης ἔφαψαι πατρός, ὅς σ᾽ ἐγείνατο.
θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ 1175
βίᾳ σ᾽ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
αὔτως ὅπωσπερ τόνδ᾽ ἐγὼ τέμνω πλόκον.
ἔχ᾽ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε 1180
κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.
ὑμεῖς τε μὴ γυναῖκες ἀντ᾽ ἀνδρῶν πέλας
παρέστατ᾽, ἀλλ᾽ ἀρήγετ᾽, ἔστ᾽ ἐγὼ μολὼν
τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ.
Χορός
τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,        1185
τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων
μόχθων ἄταν ἐπάγων
ἄν τὰν εὐρώδεα Τρωΐαν, 1190
δύστανον ὄνειδος Ἑλλάνων;
ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλων 1195
Ἕλλασιν κοινὸν Ἄρη.
ἰὼ πόνοι πρόγονοι πόνων·
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
ἐκεῖνος οὔτε στεφάνων
οὔτε βαθεῖαν κυλίκων 1200
νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
οὔτε γλυκὺν αὐλῶν ὄτοβον,
δύσμορος, οὔτ᾽ ἐννυχίαν
τέρψιν ἰαύειν.
ἐρώτων δ᾽ ἐρώτων ἀπέπαυσεν, ὤμοι. 1205
κεῖμαι δ᾽, ἀμέριμνος οὕτως,
ἀεὶ πυκιναῖς δρόσοις
τεγγόμενος κόμας,
λυγρᾶς μνήματα Τροίας. 1210
καὶ πρὶν μὲν αἰὲν νυχίου
δείματος ἦν μοι προβολὰ
καὶ βελέων θούριος Αἴας·
νῦν δ᾽ οὗτος ἀνεῖται στυγερῷ
δαίμονι· τίς μοι, τίς ἔτ᾽ οὖν 1215
τέρψις ἐπέσται;
γενοίμαν ἵν᾽ ὑλᾶεν ἔπεστι πόντου
πρόβλημ᾽ ἁλίκλυστον, ἄκραν
ὑπὸ πλάκα Σουνίου, 1220
τὰς ἱερὰς ὅπως
προσείποιμεν Ἀθάνας.
Τεύκρος
καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
Ἀγαμέμνον᾽ ἡμῖν δεῦρο τόνδ᾽ ὁρμώμενον·
δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα. 1225
Ἀγαμέμνων
σὲ δὴ τὰ δεινὰ ῥήματ᾽ ἀγγέλλουσί μοι
τλῆναι καθ᾽ ἡμῶν ὧδ᾽ ἀνοιμωκτὶ χανεῖν;
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,
ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
ὑψήλ᾽ ἐκόμπεις κἀπ᾽ ἄκρων ὡδοιπόρεις, 1230
ὅτ᾽ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω
ἀλλ᾽ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.
ταῦτ᾽ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά; 1235
ποίου κέκραγας ἀνδρὸς ὧδ᾽ ὑπέρφρονα;
ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
οὐκ ἆρ᾽ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε, 1240
εἰ πανταχοῦ φανούμεθ᾽ ἐκ Τεύκρου κακοί,
κοὐκ ἀρκέσει ποθ᾽ ὑμὶν οὐδ᾽ ἡσσημένοις
εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
ἀλλ᾽ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
ἢ σὺν δόλῳ κεντήσεθ᾽ οἱ λελειμμένοι. 1245
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
κατάστασις γένοιτ᾽ ἂν οὐδενὸς νόμου,
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
ἀλλ᾽ εἰρκτέον τάδ᾽ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς 1250
οὐδ᾽ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
ἀλλ᾽ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
καὶ σοὶ προσέρπον τοῦτ᾽ ἐγὼ τὸ φάρμακον 1255
ὁρῶ τάχ᾽, εἰ μὴ νοῦν κατακτήσει τινά·
ὃς ἀνδρὸς οὐκέτ᾽ ὄντος, ἀλλ᾽ ἤδη σκιᾶς,
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
ἄλλον τιν᾽ ἄξεις ἄνδρα δεῦρ᾽ ἐλεύθερον, 1260
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
σοῦ γὰρ λέγοντος οὐκέτ᾽ ἂν μάθοιμ᾽ ἐγώ·
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
Χορός
εἴθ᾽ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι. 1265
Τεύκρος
φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
χάρις διαῤῥεῖ καὶ προδοῦσ᾽ ἁλίσκεται,
εἰ σοῦ γ᾽ ὅδ᾽ ἁνὴρ οὐδ᾽ ἐπὶ σμικρῶν λόγων,
Αἴας, ἔτ᾽ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει. 1270
ἀλλ᾽ οἴχεται δὴ πάντα ταῦτ᾽ ἐῤῥιμμένα.
ὦ πολλὰ λέξας ἄρτι κἀνόητ᾽ ἔπη,
οὐ μνημονεύεις οὐκέτ᾽ οὐδέν, ἡνίκα
ἑρκέων ποθ᾽ ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς 1275
ἐῤῥύσατ᾽ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
τίς ταῦτ᾽ ἀπεῖρξεν; οὐχ ὅδ᾽ ἦν ὁ δρῶν τάδε, 1280
ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
ἆρ᾽ ὑμὶν οὗτος ταῦτ᾽ ἔδρασεν ἔνδικα;
χὤτ᾽ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
λαχών τε κἀκέλευστος ἦλθ᾽ ἐναντίος,
οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς, 1285
ὑγρᾶς ἀρούρας βῶλον, ἀλλ᾽ ὃς εὐλόφου
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
ὅδ᾽ ἦν ὁ πράσσων ταῦτα, σὺν δ᾽ ἐγὼ παρών,
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
Τεύκρος
δύστηνε, ποῖ βλέπων ποτ᾽ αὐτὰ καὶ θροεῖς;        1290
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
Ἀτρέα δ᾽, ὃς αὖ σ᾽ ἔσπειρε δυσσεβέστατον,
προθέντ᾽ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ᾽ ᾗ 1295
λαβὼν ἐπακτὸν ἄνδρ᾽ ὁ φιτύσας πατὴρ
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
τοιοῦτος ὢν τοιῷδ᾽ ὀνειδίζεις σποράν;
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
ὅστις στρατοῦ τὰ πρῶτ᾽ ἀριστεύσας ἐμὴν 1300
ἴσχει ξύνευνον μητέρ᾽, ἣ φύσει μὲν ἦν
βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν
δώρημα κείνῳ ᾽δωκεν Ἀλκμήνης γόνος.
ἆρ᾽ ὧδ᾽ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, 1305
οὓς νῦν σὺ τοιοῖσδ᾽ ἐν πόνοισι κειμένους
ὠθεῖς ἀθάπτους, οὐδ᾽ ἐπαισχύνει λέγων;
εὖ νυν τόδ᾽ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
ἐπεὶ καλόν μοι τοῦδ᾽ ὑπερπονουμένῳ 1310
θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
γυναικός, ἢ τοῦ σοῦ γ᾽ ὁμαίμονος λέγω;
πρὸς ταῦθ᾽ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
καὶ δειλὸς εἶναι μᾶλλον ἢ ᾽ν ἐμοὶ θρασύς. 1315
Χορός
ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθ᾽ ἐληλυθώς,
εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
Ὀδυσσεύς
τί δ᾽ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
βοὴν Ἀτρειδῶν τῷδ᾽ ἐπ᾽ ἀλκίμῳ νεκρῷ.
Ἀγαμέμνων
οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,        1320
ἄναξ Ὀδυσσεῦ, τοῦδ᾽ ὑπ᾽ ἀνδρὸς ἀρτίως;
Ὀδυσσεύς
ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
Ἀγαμέμνων
ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.
Ὀδυσσεύς
τί γάρ σ᾽ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;        1325
Ἀγαμέμνων
οὔ φησ᾽ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
Ὀδυσσεύς
ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
Ἀγαμέμνων
εἴπ᾽· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ        1330
φίλον σ᾽ ἐγὼ μέγιστον Ἀργείων νέμω.
Ὀδυσσεύς
ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν
μὴ τλῇς ἄθαπτον ὧδ᾽ ἀναλγήτως βαλεῖν·
μηδ᾽ ἡ βία σε μηδαμῶς νικησάτω
τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν. 1335
κἀμοὶ γὰρ ἦν ποθ᾽ οὗτος ἔχθιστος στρατοῦ,
ἐξ οὗ ᾽κράτησα τῶν Ἀχιλλείων ὅπλων,
ἀλλ᾽ αὐτὸν ἔμπας ὄντ᾽ ἐγὼ τοιόνδ᾽ ἐμοὶ
οὐκ ἀντατιμάσαιμ᾽ ἄν, ὥστε μὴ λέγειν
ἕν᾽ ἄνδρ᾽ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι 1340
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
ὥστ᾽ οὐκ ἂν ἐνδίκως γ᾽ ἀτιμάζοιτό σοι·
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
φθείροις ἄν. ἄνδρα δ᾽ οὐ δίκαιον, εἰ θάνοι,
βλάπτειν τὸν ἐσθλόν, οὐδ᾽ ἐὰν μισῶν κυρῇς. 1345
Ἀγαμέμνων
σὺ ταῦτ᾽, Ὀδυσσεῦ, τοῦδ᾽ ὑπερμαχεῖς ἐμοί;
Ὀδυσσεύς
ἔγωγ᾽· ἐμίσουν δ᾽, ἡνίκ᾽ ἦν μισεῖν καλόν.
Ἀγαμέμνων
οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
Ὀδυσσεύς
μὴ χαῖρ᾽, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
Ἀγαμέμνων
τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.        1350
Ὀδυσσεύς
ἀλλ᾽ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Ἀγαμέμνων
κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
Ὀδυσσεύς
παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
Ἀγαμέμνων
μέμνησ᾽ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Ὀδυσσεύς
ὅδ᾽ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ᾽ ἦν.        1355
Ἀγαμέμνων
τί ποτε ποήσεις; ἐχθρὸν ὧδ᾽ αἰδεῖ νέκυν;
Ὀδυσσεύς
νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
Ἀγαμέμνων
τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
Ὀδυσσεύς
ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
Ἀγαμέμνων
τοιούσδ᾽ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;        1360
Ὀδυσσεύς
σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Ἀγαμέμνων
ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
Ὀδυσσεύς
ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
Ἀγαμέμνων
ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
Ὀδυσσεύς
ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδ᾽ ἵξομαι.        1365
Ἀγαμέμνων
ἦ πάνθ᾽ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
Ὀδυσσεύς
τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ᾽μαυτῷ πονεῖν;
Ἀγαμέμνων
σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
Ὀδυσσεύς
ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ᾽ ἔσει.
Ἀγαμέμνων
ἀλλ᾽ εὖ γε μέντοι τοῦτ᾽ ἐπίστασ᾽ ὡς ἐγὼ        1370
σοὶ μὲν νέμοιμ᾽ ἂν τῆσδε καὶ μείζω χάριν,
οὗτος δὲ κἀκεῖ κἀνθάδ᾽ ὢν ἔμοιγ᾽ ὁμῶς
ἔχθιστος ἔσται· σοὶ δὲ δρᾶν ἔξεσθ᾽ ἃ χρῇς.
Χορός
ὅστις σ᾽, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ᾽ ἀνήρ. 1375
Ὀδυσσεύς
καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ᾽ ἀγγέλλομαι,
ὅσον τότ᾽ ἐχθρὸς ἦ, τοσόνδ᾽ εἶναι φίλος.
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς. 1380
Τεύκρος
ἄριστ᾽ Ὀδυσσεῦ, πάντ᾽ ἔχω σ᾽ ἐπαινέσαι
λόγοισι, καί μ᾽ ἔψευσας ἐλπίδος πολύ.
τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
μόνος παρέστης χερσίν, οὐδ᾽ ἔτλης παρὼν
θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, 1385
ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
αὐτός τε χὠ ξύναιμος ἠθελησάτην
λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
τοιγάρ σφ᾽ Ὀλύμπου τοῦδ᾽ ὁ πρεσβεύων πατὴρ 1390
μνήμων τ᾽ Ἐρινὺς καὶ τελεσφόρος Δίκη
κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
σὲ δ᾽, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
τάφου μὲν ὀκνῶ τοῦδ᾽ ἐπιψαύειν ἐᾶν, 1395
μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ·
τὰ δ᾽ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ
ἀνὴρ καθ᾽ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
Ὀδυσσεύς
ἀλλ᾽ ἤθελον μέν· εἰ δὲ μή ᾽στί σοι φίλον        1400
πράσσειν τάδ᾽ ἡμᾶς, εἶμ᾽ ἐπαινέσας τὸ σόν.
Τεύκρος
ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
χρόνος. ἀλλ᾽ οἱ μὲν κοίλην κάπετον
χερσὶ ταχύνατε, τοὶ δ᾽ ὑψίβατον
τρίποδ᾽ ἀμφίπυρον λουτρῶν ὁσίων 1405
θέσθ᾽ ἐπίκαιρον·
μία δ᾽ ἐκ κλισίας ἀνδρῶν ἴλη
τὸν ὑπασπίδιον κόσμον φερέτω.
παῖ, σὺ δὲ πατρός γ᾽, ὅσον ἰσχύεις, 1410
φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
τάσδ᾽ ἐπικούφιζ᾽· ἔτι γὰρ θερμαὶ
σύριγγες ἄνω φυσῶσι μέλαν
μένος. ἀλλ᾽ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
φησὶ παρεῖναι, σούσθω, βάτω, 1415
τῷδ᾽ ἀνδρὶ πονῶν τῷ πάντ᾽ ἀγαθῷ
κοὐδενί πω λῴονι θνητῶν
[Αἴαντος, ὅτ᾽ ἦν, τότε φωνῶ.]
Χορός
ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
τῶν μελλόντων, ὅ τι πράξει. 1420
γνῶναι· πρὶν ἰδεῖν δ᾽ οὐδεὶς μάντις
 

Κείμενα

Hellenica World - Scientific Library