- Art Gallery -

 

.

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ


568C Τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθ’ ἡμῖν ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτ’ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν.
[1] Πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δ’ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ λέγων ‘θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν <ψυχὴ> θεῷ ξυνοπαδὸς γενομένη ………’ ἔν τε τῷ Τιμαίῳ ‘νόμους’ οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ 568D ‘Ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον’ φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ, λέγοιτ’ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος δι’ αἰτίαν ἀνεμπόδιστον, ὡς δ’ ἐν τῷ Τιμαίῳ, νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθ’ ὃν διεξάγεται τὰ γινόμενα. *** Τοῦτο γὰρ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθ’ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατ’ ἐνέργειαν εἱμαρμένη. 568E [2] Ἡ <δὲ> κατ’ οὐσίαν ἔοικεν εἶναι σύμπασ’ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην καὶ τρίτην [εἰς] τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν· ὧν ἡ μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετ’ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δ’ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ὑπ’ αὐτῇ τεταγμένα τὰ ἐπίγεια. δυνάμει μὲν οὖν εἴρηται, 568F ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατ’ οὐσίαν εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται· τὰ δὲ καθ’ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτ’ ἐπειράθημεν ἐξηγήσασθαι.
[3] Πάλιν γε μὴν τὴν κατ’ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν· περὶ γὰρ ταύτην τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα. τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δ’ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. 569A ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον <ὄντων> τῶν γινομένων τὰ πάντα περιβαλοῦσ’ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος ἀλλὰ πεπερασμένη ἐστίν· οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἴη. ἔτι δ’ ἂν μάθοις τὸ λεγόμενον νοήσας τήν τε ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον, ‘ὅταν τῶν ὀκτὼ περιόδων’ ὥς φησιν ὁ Τίμαιος ‘τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ <τοῦ> ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.’ ἐν γὰρ τούτῳ τῷ χρόνῳ ὡρισμένῳ τ’ ὄντι καὶ θεωρουμένῳ πάνθ’ ὅσα τε κατ’ οὐρανὸν ἅ τ’ ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, 569B πάλιν μὲν εἰς τὸ αὐτὸ καταστήσεται, πάλιν δ’ ἐξ ἀρχῆς ὅλα κατὰ τὰ αὐτὰ ὡσαύτως ἀποδοθήσεται. μόνη γοῦν ἡ κατ’ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετ’ αὐτὴν ἐφεξῆς καὶ [ἐχόμεναι ἀλλήλαις] ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι. ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων ὡς πάντων αἰτιῶν ὄντων καὶ τὸ ἐμὲ γράφειν 569C νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, τὰ αὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν, οὕτω δὲ καὶ πάντες ἄνθρωποι· καὶ τά θ’ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθ’ ὅσα <καὶ> κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθ’ ἑκάστην τῶν ὅλων, ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γινομένων ὁ λόγος κύκλος ἂν νομισθείη.
569D [4] Σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ μέρος οὐδ’ ἡ καθ’ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατ’ αὐτὸ δὴ τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος, <ὃς> πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει, ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὴ τούτων ἑκάτερον ὁποῖόν τί ἐστι, σκεπτέον. ἀκολούθως τοίνυν ὁ πολιτικὸς νόμος περί τ’ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως, ἀλλ’ οὐ περὶ τοῦδ’ ἢ τοῦδ’ <ᾗ> νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, 569E τὰ δ’ ὑποπίπτοντα τούτοις ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου, ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθ’ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· 569F οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθ’ ἕκαστα ἑπομένως. ἔστι θ’ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντ’ ἐκείνοις συνειμαρμένα. τάχα δ’ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καὶ τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθ’ ἕκαστα, εἶναί τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις σκεπτέον· ὅτι δ’ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλ’ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. 570A τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται (τοιοῦτος μέντοι γε ὁ θεῖος νόμος καὶ ὁ πολιτικός), τὸ δ’ ἄπειρον ἐν τῷ καθ’ ἕκαστα. μετὰ δὴ ταῦτα, οἷον μέν ἐστι <τὸ> ἐξ ὑποθέσεως, ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, ὁριζέσθω. ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθ’ ἑαυτὸ τιθέμενον, ἀλλά πως ἑτέρῳ τινὶ ὡς ἀληθῶς ὑποτεθέν, ὁπόσα ἀκολουθίαν σημαίνει. ‘θεσμός τε Ἀδραστείας ὅδε· ἥτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, 570B <ἀεὶ> ἀβλαβῆ εἶναι’. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γινομένοις πολιτικῶς διατετάχθαι.
[5] Ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τό γ’ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ 570C ψεῦδος τό ‘πάντα καθ’ εἱμαρμένην.’ εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴ θ’ ὅσα περὶ ἀνθρώπους εἴτε κατὰ γῆν ἅπαντα εἴτε κατ’ οὐρανὸν γινόμενα βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθ’ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω· εἰ δ’, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθ’ εἱμαρμένην οὐχ ἅπαντα, ἀλλ’ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῇ σημαίνει, οὐ πάντα ῥητέον καθ’ εἱμαρμένην, οὐδ’ εἰ καθ’ εἱμαρμένην πάντα. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθ’ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν 570D καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον, ὁπότ’ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὰ δ’ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμά τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντ’ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις· 570E μόνα δ’ εἱμαρμένα καὶ καθ’ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γινόμεν’ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται οὐκ ὀρθὸν λέγειν καθ’ εἱμαρμένην.
[6] Τούτων δ’ οὕτως ἐχόντων ἑξῆς ῥητέον, ὡς τό γ’ ἐφ’ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά τε σῴζοιτ’ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι. ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δ’ οὐκ ἐξ ἀνάγκης γενήσεται, ἀλλ’ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. 570F πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου, τὸ <δ’> ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφ’ ἡμῖν προϋποκεῖσθαι, τὸ δ’ ἐφ’ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφ’ ἡμῖν διὰ τὴν ἐφ’ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δ’ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γινόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, 571A ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας. οἷον <ἀνθρώπου> εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη δὲ περὶ ἄνθρωπον, οὐσία δ’ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γινόμενον ἄμφω δυνατά. τριῶν τοίνυν τούτων, δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δ’ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτως τὸ δυνατόν· τύπῳ δ’ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, 571B ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατ’ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δ’ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων. τὰ μὲν οὖν πρότερ’ ὡς ἐξ ἀνάγκης γινόμεν’ ἀναγκαῖα προσαγορεύεται, ἃ δέ πως τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα. ἀφορίζοιτο δ’ ἂν κατὰ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, 571C τὸ δ’ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. τὸ μὲν γὰρ καταδῦναι τὸν ἥλιον ἀναγκαῖόν θ’ ἅμα καὶ δυνατόν, ἀντίκειται <γὰρ> ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι <καὶ μὴ γενέσθαι>, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δ’ ὡς ἐπ’ ἔλαττον, τὸ δ’ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχε· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφ’ ἡμῖν δὲ τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμ’ ἢ ψῦχος, <ὧν τὸ μὲν> ὡς ἐπὶ τὸ πολὺ τὸ δ’ ὡς ἐπ’ ἔλαττον, 571D τῇ φύσει ἄμφω ὑποτέτακται· τὸ δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπί<σης>, τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφ’ ἡμῖν· δύο γὰρ ἔχει εἴδη, τό τ’ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας τό τ’ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν <ἄν> τις εἴποι. ἔχει δὲ λόγον μὴ τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθ’ ὁρμὴν καὶ ἐφ’ ἡμῖν εἴρηται, [μὴ] τὸ αὐτὸ κατ’ ἄλλο λέγεται· κατὰ μὲν γὰρ τὸ μέλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφ’ ἡμῖν τε καὶ καθ’ ὁρμήν. ἀφορίζοιτο δ’ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δ’ ἐφ’ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γινόμενον. 571E ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ φύσει τὸ δ’ ἐνδεχόμενον τοῦ ἐφ’ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται.
[7] Περὶ δὲ τῆς τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. αἴτιον μὲν δή τι ἡ τύχη. τῶν δ’ αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός· οἷον οἰκίας ἢ νεὼς καθ’ αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, 571F κατὰ συμβεβηκὸς δὲ τὸ μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ τὰ ἐκτός. ὅθεν καὶ δῆλον, ὡς τὸ καθ’ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε καὶ ἀόριστον· 572A πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα. τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ [τὸ] ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυσίον σκάπτονθ’ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντ’ ἢ διώκοντ’ ἢ ἄλλως βαδίζοντ’ ἢ αὐτὸ μόνον ἐπιστραφέντ’ οὐ τούτου ἕνεκα, ὅπερ συνέπεσεν, ἀλλ’ ἑτέρου τινὸς χάριν. διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν τῶν παλαιῶν ἔνιοι. 572B κατὰ δὲ τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῆς τῷ λόγῳ οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν· ἔπειτ’ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασιν. καίτοι γε κατὰ τὰ αὐτὰ καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δ’ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων, ἀλλ’ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι γεγραμμένων σαφέστατα προσπίπτει. γέγραπται δ’ ὧδε · ‘οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο ὃν τρόπον ἐγένετο; Ναί· ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι αὐτῆς γενομένης ὕστερον φαίνεται ἀποθανών· τί ἦν τοῦτο, ὦ Φαίδων; 572C Τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν.’ ἐν γὰρ τούτοις τό ‘συνέβη’ οὐκ ἀντὶ τοῦ ‘γέγονεν’ ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη ἄλλου πρὸς ἄλλο γεγονότος. ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλ’ οὐ Σωκράτους· οἱ δὲ δι’ ἕτερον κατεψηφίσαντ’ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτο ἀπέβη, οἷον κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι κρειττόνων. καὶ περὶ μὲν τῆς τύχης ταῦθ’ ἱκανά· 572D <ἑξῆς δὲ σκεπτέον> ὡς συνυφίστασθαι <αὐτὴν> ἀνάγκη. τὸ μὲν ἀπ’ αὐτοῦ παρωνύμως καὶ τοῦ ἐφ’ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη, τὸ δ’ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτ’ ἄλλως συμπίπτειν πεφυκότων. ἔστι δὲ κατ’ ὄνομα, ὅπερ αὐτόματον λέγεται, τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρ……… ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος. ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ ……… τὸ δ’ ὅλον, ὡς τὸ ἐφ’ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, 572E οὕτως ἡ τύχη τοῦ αὐτομάτου. ἔστι δ’ ἑκατέρου ἑκάτερον σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου, ἡ δὲ τύχη τοῦ ἐφ’ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλ’ ὅπερ ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται . διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων, ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δ’ εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον.
[8] Καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης τοιαῦτα, τό τ’ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ ἐφ’ ἡμῖν, 572F ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμεν’ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δ’ αὐτῶν ἐστι καθ’ εἱμαρμένην. λοιπὸν δ’ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην.
[9] Ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθ’ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται, 573A ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατ’ οὐρανὸν ἰόντων, καθ’ ἣν τά τε θνητὰ γίνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν, τρίτη δ’ ἂν εἰκότως ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθ’ εἱμαρμένην καὶ κατὰ πρόνοιαν, 573B οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλ’ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατ’ ἄλλην, ἔνια δὲ καθ’ εἱμαρμένην. καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθ’ εἱμαρμένην (ἔστω δ’ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω)· τὸ μὲν <γὰρ> κατά τι ὕστερον ἐκείνου, καθ’ ὅ τι ἂν καὶ λέγηται, οἷον τὸ κατὰ νόμον τοῦ νόμου καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθ’ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη· ἡ δ’ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. ἔστι δ’ ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. 573C ‘λέγωμεν γὰρ δή’ φησὶν ὁ Τίμαιος ‘δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς ἐγγίγνεται φθόνος· τούτου δ’ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ. ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ’ ἄν τις ἀρχὴν κυριωτάτην παρ’ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατ’ ἀποδέχοιτ’ ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε πάντως ἄμεινον. 573D θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον.’ ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δ’ ἐντεῦθεν οὕτω λεγόμενα ‘συστήσας δὲ τὸ πᾶν ἰσαρίθμους τοῖς ἄστροις ἔταξεν ……… διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε νόμους τε τοὺς εἱμαρμένους <εἶπεν αὐταῖς>·’ ταῦτα δὲ τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατ’ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων ‘διαθεσμοθετήσας πάντα αὐτοῖς, 573E ἵνα τοῖς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δ’ εἰς τὴν σελήνην, τοὺς δ’ εἰς τὰ ἄλλα <ὅσα> ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τό τ’ ἐπίλοιπον, ὅσον ἐστὶ ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθ’ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, 573F ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίνοιτο αἴτιον.’ ἐν γὰρ τούτοις τὸ μέν ‘ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ’ σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης, ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ· καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, ‘ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος·’ θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθ’ εἱμαρμένης ἐπιδέοιτ’ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ· 574A ταῦτα δ’ ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι εἶναι φανερά μοι δοκεῖ μαρτύρια τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· ‘ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ ἀρξόντων· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ <νοῦν> οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.
[10] Ἐγὼ μὲν οὖν τὰ [πρὸς] τοῦ Πλάτωνος ταύτῃ τῇ παροιμίᾳ λαμβάνω. 574B τριττῆς γὰρ οὔσης τῆς προνοίας ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει, ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται, ἡ δ’ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη κατὰ τὰ αὐτὰ δὴ ἐμπεριέχεται ὑπ’ αὐτῆς, καθ’ ἃ καὶ τὸ ἐφ’ ἡμῖν καὶ ἡ τύχη εἴρηται. ‘οἷς γὰρ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις’, ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν τινα καίτοι οὐ τὸν Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην, ‘οὗτοί εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν.’ 574C οὐκοῦν ἐν τούτῳ τὸ μέν ‘συλλαμβάνειν τισὶ τὸ δαιμόνιον’ κατὰ τὴν τρίτην πρόνοιαν [ἀνα]θετέον, τὸ δέ ‘ταχὺ παραχρῆμα ἐπιδιδόναι’ καθ’ εἱμαρμένην, τὸ δ’ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθ’ εἱμαρμένη τίς ἐστιν. τάχα δ’ ἂν αὖ τῳ πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθ’ ἁπλῶς τὰ γινόμενα, εἴ γε καὶ ἡ κατ’ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως ἀποβαίνουσι συγκαταλέγει. ἀλλὰ περὶ μὲν 574D τούτων οὐκ <ἂν> ἔγωγ’ ἐπὶ πλέον διενεχθείην πότερον ἐξ ὑποθέσεως λεγόμενα ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς τῆς εἱμαρμένης εἱμαρμένου.
[11] Ὁ <μὲν> οὖν ἡμέτερος λόγος ἐπὶ κεφαλαίων εἰπεῖν τοιοῦτός τις ἂν εἴη, ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθ’ εἱμαρμένην πάντα τίθεται, πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θατέρῳ. κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον <πρῶτον> εἴρηται καὶ τό γ’ ἐφ’ ἡμῖν δεύτερον καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατ’ αὐτά· ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα, 574E πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω· ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθ’ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα. κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον <ἄν> ἶναι δόξειε τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας, δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα, τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι· μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῷ <συν>υπάρχουσα, 574F ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα, δευτέρα, τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές. τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ τὰ τῆς εἱμαρμένης <κεφάλαια δηλωθείη>· ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθ’ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.

 

Κείμενα

Hellenica World