- Art Gallery -

 

.

Ἴ ω ν (ἢ περὶ Ἰλιάδος· πειραστικός.)
Συγγραφέας: Πλάτων
1.
Σ ω κ ρ ά τ η ς
[530a] τὸν Ἴωνα χαίρειν. πόθεν τὰ νῦν ἡμῖν ἐπιδεδήμηκας; ἢ οἴκοθεν ἐξ Ἐφέσου;

Ἴ ω ν
οὐδαμῶς, ὦ Σώκρατες, ἀλλ᾽ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων.

Σ ω κ ρ ά τ η ς
μῶν καὶ ῥαψωιδῶν ἀγῶνα τιθέασιν τῶι θεῶι οἱ Ἐπιδαύριοι;

Ἴ ω ν
πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς.

Σ ω κ ρ ά τ η ς
τί οὖν; ἠγωνίζου τι ἡμῖν; καὶ πῶς τι ἠγωνίσω;

Ἴ ω ν
τὰ πρῶτα τῶν ἄθλων ἠνεγκάμεθα, [530b] ὦ Σώκρατες.

Σ ω κ ρ ά τ η ς
εὖ λέγεις· ἄγε δὴ ὅπως καὶ τὰ Παναθήναια νικήσομεν.

Ἴ ω ν
ἀλλ᾽ ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέληι.

Σ ω κ ρ ά τ η ς
καὶ μὴν πολλάκις γε ἐζήλωσα ὑμᾶς τοὺς ῥαψωιδούς, ὦ Ἴων, τῆς τέχνης· τὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι ἀεὶ πρέπον ὑμῶν εἶναι τῆι τέχνηι καὶ ὡς καλλίστοις φαίνεσθαι, ἅμα δὲ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρωι, τῶι ἀρίστωι καὶ θειοτάτωι τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν ἐκμανθάνειν, [530c] μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν. οὐ γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψωιδός, εἰ μὴ συνείη τὰ λεγόμενα ὑπὸ τοῦ ποιητοῦ. τὸν γὰρ ῥαψωιδὸν ἑρμηνέα δεῖ τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι· τοῦτο δὲ καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον. ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι.

2.
Ἴ ω ν
ἀληθῆ λέγεις, ὦ Σώκρατες· ἐμοὶ γοῦν τοῦτο πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ Λαμψακηνὸς οὔτε [530d] Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ.

Σ ω κ ρ ά τ η ς
εὖ λέγεις, ὦ Ἴων· δῆλον γὰρ ὅτι οὐ φθονήσεις μοι ἐπιδεῖξαι.

Ἴ ω ν
καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ κεκόσμηκα τὸν Ὅμηρον· ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος εἶναι χρυσῶι στεφάνωι στεφανωθῆναι.

Σ ω κ ρ ά τ η ς
καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί [531a] σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι· πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;

Ἴ ω ν
οὐδαμῶς, ἀλλὰ περὶ Ὁμήρου μόνον· ἱκανὸν γάρ μοι δοκεῖ εἶναι.

Σ ω κ ρ ά τ η ς
ἔστι δὲ περὶ ὅτου Ὅμηρός τε καὶ Ἡσίοδος ταὐτὰ λέγετον;

Ἴ ω ν
οἶμαι ἔγωγε καὶ πολλά.

Σ ω κ ρ ά τ η ς
πότερον οὖν περὶ τούτων κάλλιον ἂν ἐξηγήσαιο ἃ Ὅμηρος λέγει ἢ ἃ Ἡσίοδος;

Ἴ ω ν
ὁμοίως ἂν περί γε τούτων, ὦ [531b] Σώκρατες, περὶ ὧν ταὐτὰ λέγουσιν.

Σ ω κ ρ ά τ η ς
τί δὲ ὧν πέρι μὴ ταὐτὰ λέγουσιν; οἷον περὶ μαντικῆς λέγει τι Ὅμηρός τε καὶ Ἡσίοδος.

Ἴ ω ν
πάνυ γε.

Σ ω κ ρ ά τ η ς
τί οὖν; ὅσα τε ὁμοίως καὶ ὅσα διαφόρως περὶ μαντικῆς λέγετον τὼ ποιητὰ τούτω, πότερον σὺ κάλλιον ἂν ἐξηγήσαιο ἢ τῶν μάντεών τις τῶν ἀγαθῶν;

Ἴ ω ν
τῶν μάντεων.

Σ ω κ ρ ά τ η ς
εἰ δὲ σὺ ἦσθα μάντις, οὐκ, εἴπερ περὶ τῶν ὁμοίως λεγομένων οἷός τ᾽ ἦσθα ἐξηγήσασθαι, καὶ περὶ τῶν διαφόρως λεγομένων ἠπίστω ἂν ἐξηγεῖσθαι;

Ἴ ω ν
δῆλον ὅτι.

Σ ω κ ρ ά τ η ς
τί οὖν ποτε [531c] περὶ μὲν Ὁμήρου δεινὸς εἶ, περὶ δὲ Ἡσιόδου οὔ, οὐδὲ τῶν ἄλλων ποιητῶν; ἢ Ὅμηρος περὶ ἄλλων τινῶν λέγει ἢ ὧνπερ σύμπαντες οἱ ἄλλοι ποιηταί; οὐ περὶ πολέμου τε τὰ πολλὰ διελήλυθεν καὶ περὶ ὁμιλιῶν πρὸς ἀλλήλους ἀνθρώπων ἀγαθῶν τε καὶ κακῶν καὶ ἰδιωτῶν καὶ δημιουργῶν, καὶ περὶ θεῶν πρὸς ἀλλήλους καὶ πρὸς ἀνθρώπους ὁμιλούντων, ὡς ὁμιλοῦσι, καὶ περὶ τῶν οὐρανίων παθημάτων καὶ περὶ τῶν ἐν Ἄιδου, καὶ γενέσεις καὶ θεῶν καὶ ἡρώων; οὐ ταῦτά ἐστι περὶ [531d] ὧν Ὅμηρος τὴν ποίησιν πεποίηκεν;

Ἴ ω ν
ἀληθῆ λέγεις, ὦ Σώκρατες.

3.
Σ ω κ ρ ά τ η ς
τί δὲ οἱ ἄλλοι ποιηταί; οὐ περὶ τῶν αὐτῶν τούτων;

Ἴ ω ν
ναί, ἀλλ᾽, ὦ Σώκρατες, οὐχ ὁμοίως πεποιήκασι καὶ Ὅμηρος.

Σ ω κ ρ ά τ η ς
τί μήν; κάκιον;

Ἴ ω ν
πολύ γε.

Σ ω κ ρ ά τ η ς
Ὅμηρος δὲ ἄμεινον;

Ἴ ω ν
ἄμεινον μέντοι νὴ Δία.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν, ὦ φίλη κεφαλὴ Ἴων, ὅταν περὶ ἀριθμοῦ πολλῶν λεγόντων εἷς τις ἄριστα λέγηι, γνώσεται δήπου τις τὸν εὖ λέγοντα;

Ἴ ω ν
[531e] φημί.

Σ ω κ ρ ά τ η ς
πότερον οὖν ὁ αὐτὸς ὅσπερ καὶ τοὺς κακῶς λέγοντας, ἢ ἄλλος;

Ἴ ω ν
ὁ αὐτὸς δήπου.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν ὁ τὴν ἀριθμητικὴν τέχνην ἔχων οὗτός ἐστιν;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
τί δ᾽; ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγηι, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός;

Ἴ ω ν
δῆλον δήπου, ὁ αὐτός.

Σ ω κ ρ ά τ η ς
τίς οὗτος; τί ὄνομα αὐτῶι;

Ἴ ω ν
ἰατρός.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν ἐν κεφαλαίωι λέγομεν ὡς ὁ αὐτὸς γνώσεται ἀεί, περὶ τῶν αὐτῶν πολλῶν λεγόντων, ὅστις τε εὖ λέγει καὶ [532a] ὅστις κακῶς· ἢ εἰ μὴ γνώσεται τὸν κακῶς λέγοντα, δῆλον ὅτι οὐδὲ τὸν εὖ, περί γε τοῦ αὐτοῦ.

Ἴ ω ν
οὕτως.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν ὁ αὐτὸς γίγνεται δεινὸς περὶ ἀμφοτέρων;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν σὺ φὴις καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, ἐν οἷς καὶ Ἡσίοδος καὶ Ἀρχίλοχός ἐστιν, περί γε τῶν αὐτῶν λέγειν, ἀλλ᾽ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν εὖ γε, τοὺς δὲ χεῖρον;

Ἴ ω ν
καὶ ἀληθῆ λέγω.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν, εἴπερ τὸν εὖ λέγοντα γιγνώσκεις, καὶ τοὺς χεῖρον λέγοντας [532b] γιγνώσκοις ἂν ὅτι χεῖρον λέγουσιν.

Ἴ ω ν
ἔοικέν γε.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν, ὦ βέλτιστε, ὁμοίως τὸν Ἴωνα λέγοντες περὶ Ὁμήρου τε δεινὸν εἶναι καὶ περὶ τῶν ἄλλων ποιητῶν οὐχ ἁμαρτησόμεθα, ἐπειδή γε αὐτὸς ὁμολογῆι τὸν αὐτὸν ἔσεσθαι κριτὴν ἱκανὸν πάντων ὅσοι ἂν περὶ τῶν αὐτῶν λέγωσι, τοὺς δὲ ποιητὰς σχεδὸν ἅπαντας τὰ αὐτὰ ποιεῖν.

4.
Ἴ ω ν
τί οὖν ποτε τὸ αἴτιον, ὦ Σώκρατες, ὅτι ἐγώ, ὅταν μέν τις περὶ ἄλλου του ποιητοῦ διαλέγηται, οὔτε προσέχω τὸν νοῦν [532c] ἀδυνατῶ τε καὶ ὁτιοῦν συμβαλέσθαι λόγου ἄξιον, ἀλλ᾽ ἀτεχνῶς νυστάζω, ἐπειδὰν δέ τις περὶ Ὁμήρου μνησθῆι, εὐθύς τε ἐγρήγορα καὶ προσέχω τὸν νοῦν καὶ εὐπορῶ ὅτι λέγω;

Σ ω κ ρ ά τ η ς
oὐ χαλεπὸν τοῦτό γε εἰκάσαι, ὦ ἑταῖρε, ἀλλὰ παντὶ δῆλον ὅτι τέχνηι καὶ ἐπιστήμηι περὶ Ὁμήρου λέγειν ἀδύνατος εἶ· εἰ γὰρ τέχνηι οἷός τε ἦσθα, καὶ περὶ τῶν ἄλλων ποιητῶν ἁπάντων λέγειν οἷός τ᾽ ἂν ἦσθα· ποιητικὴ γάρ πού ἐστιν τὸ ὅλον. ἢ οὔ;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
[532d] οὐκοῦν ἐπειδὰν λάβηι τις καὶ ἄλλην τέχνην ἡντινοῦν ὅλην, ὁ αὐτὸς τρόπος τῆς σκέψεως ἔσται περὶ ἁπασῶν τῶν τεχνῶν; πῶς τοῦτο λέγω, δέηι τί μου ἀκοῦσαι, ὦ Ἴων;

Ἴ ω ν
ναὶ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε· χαίρω γὰρ ἀκούων ὑμῶν τῶν σοφῶν.

Σ ω κ ρ ά τ η ς
βουλοίμην ἄν σε ἀληθῆ λέγειν, ὦ Ἴων· ἀλλὰ σοφοὶ μέν πού ἐστε ὑμεῖς οἱ ῥαψωιδοὶ καὶ ὑποκριταὶ καὶ ὧν ὑμεῖς ἄιδετε τὰ ποιήματα, ἐγὼ δὲ οὐδὲν ἄλλο ἢ τἀληθῆ λέγω, οἷον εἰκὸς [532e] ἰδιώτην ἄνθρωπον. ἐπεὶ καὶ περὶ τούτου οὗ νῦν ἠρόμην σε, θέασαι ὡς φαῦλον καὶ ἰδιωτικόν ἐστι καὶ παντὸς ἀνδρὸς γνῶναι ὃ ἔλεγον, τὴν αὐτὴν εἶναι σκέψιν, ἐπειδάν τις ὅλην τέχνην λάβηι. λάβωμεν γὰρ τῶι λόγωι· γραφικὴ γάρ τίς ἐστι τέχνη τὸ ὅλον;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν καὶ γραφῆς πολλοὶ καὶ εἰσὶ καὶ γεγόνασιν ἀγαθοὶ καὶ φαῦλοι;

Ἴ ω ν
πάνυ γε.

Σ ω κ ρ ά τ η ς
ἤδη οὖν τινα εἶδες ὅστις περὶ μὲν Πολυγνώτου τοῦ Ἀγλαοφῶντος δεινός ἐστιν ἀποφαίνειν ἃ εὖ τε γράφει καὶ ἃ μή, περὶ δὲ τῶν ἄλλων γραφέων ἀδύνατος; [533a] καὶ ἐπειδὰν μέν τις τὰ τῶν ἄλλων ζωγράφων ἔργα ἐπιδεικνύηι, νυστάζει τε καὶ ἀπορεῖ καὶ οὐκ ἔχει ὅτι συμβάληται, ἐπειδὰν δὲ περὶ Πολυγνώτου ἢ ἄλλου ὅτου βούλει τῶν γραφέων ἑνὸς μόνου δέηι ἀποφήνασθαι γνώμην, ἐγρήγορέν τε καὶ προσέχει τὸν νοῦν καὶ εὐπορεῖ ὅτι εἴπηι;

Ἴ ω ν
οὐ μὰ τὸν Δία, οὐ δῆτα.

Σ ω κ ρ ά τ η ς
τί δέ; ἐν ἀνδριαντοποιίαι ἤδη τιν᾽ εἶδες ὅστις περὶ μὲν Δαιδάλου τοῦ Μητίονος ἢ Ἐπειοῦ τοῦ Πανοπέως ἢ Θεοδώρου τοῦ Σαμίου [533b] ἢ ἄλλου τινὸς ἀνδριαντοποιοῦ ἑνὸς πέρι δεινός ἐστιν ἐξηγεῖσθαι ἃ εὖ πεποίηκεν, ἐν δὲ τοῖς τῶν ἄλλων ἀνδριαντοποιῶν ἔργοις ἀπορεῖ τε καὶ νυστάζει, οὐκ ἔχων ὅτι εἴπηι;

Ἴ ω ν
οὐ μὰ τὸν Δία, οὐδὲ τοῦτον ἑώρακα.

Σ ω κ ρ ά τ η ς
ἀλλὰ μήν, ὥς γ᾽ ἐγὼ οἶμαι, οὐδ᾽ ἐν αὐλήσει γε οὐδὲ ἐν κιθαρίσει οὐδὲ ἐν κιθαρωιδίαι οὐδὲ ἐν ῥαψωιδίαι οὐδεπώποτ᾽ εἶδες ἄνδρα ὅστις περὶ μὲν Ὀλύμπου δεινός ἐστιν ἐξηγεῖσθαι ἢ περὶ Θαμύρου ἢ περὶ [533c] Ὀρφέως ἢ περὶ Φημίου τοῦ Ἰθακησίου ῥαψωιδοῦ, περὶ δὲ Ἴωνος τοῦ Ἐφεσίου ῥαψωιδοῦ ἀπορεῖ καὶ οὐκ ἔχει συμβαλέσθαι ἅ τε εὖ ῥαψωιδεῖ καὶ ἃ μή.

Ἴ ω ν
οὐκ ἔχω σοι περὶ τούτου ἀντιλέγειν, ὦ Σώκρατες· ἀλλ᾽ ἐκεῖνο ἐμαυτῶι σύνοιδα, ὅτι περὶ Ὁμήρου κάλλιστ᾽ ἀνθρώπων λέγω καὶ εὐπορῶ καὶ οἱ ἄλλοι πάντες μέ φασιν εὖ λέγειν, περὶ δὲ τῶν ἄλλων οὔ. καίτοι ὅρα τοῦτο τί ἔστιν.

5.
Σ ω κ ρ ά τ η ς
καὶ ὁρῶ, ὦ Ἴων, καὶ ἔρχομαί γέ σοι ἀποφανούμενος ὅ μοι δοκεῖ [533d] τοῦτο εἶναι. ἔστι γὰρ τοῦτο τέχνη μὲν οὐκ ὂν παρὰ σοὶ περὶ Ὁμήρου εὖ λέγειν, ὃ νυνδὴ ἔλεγον, θεία δὲ δύναμις ἥ σε κινεῖ, ὥσπερ ἐν τῆι λίθωι ἣν Εὐριπίδης μὲν Μαγνῆτιν ὠνόμασεν, οἱ δὲ πολλοὶ Ἡρακλείαν. καὶ γὰρ αὕτη ἡ λίθος οὐ μόνον αὐτοὺς τοὺς δακτυλίους ἄγει τοὺς σιδηροῦς, ἀλλὰ καὶ δύναμιν ἐντίθησι τοῖς δακτυλίοις ὥστ᾽ αὖ δύνασθαι ταὐτὸν τοῦτο ποιεῖν ὅπερ ἡ λίθος, ἄλλους ἄγειν δακτυλίους, [533e] ὥστ᾽ ἐνίοτε ὁρμαθὸς μακρὸς πάνυ σιδηρίων καὶ δακτυλίων ἐξ ἀλλήλων ἤρτηται· πᾶσι δὲ τούτοις ἐξ ἐκείνης τῆς λίθου ἡ δύναμις ἀνήρτηται. οὕτω δὲ καὶ ἡ Μοῦσα ἐνθέους μὲν ποιεῖ αὐτή, διὰ δὲ τῶν ἐνθέων τούτων ἄλλων ἐνθουσιαζόντων ὁρμαθὸς ἐξαρτᾶται. πάντες γὰρ οἵ τε τῶν ἐπῶν ποιηταὶ οἱ ἀγαθοὶ οὐκ ἐκ τέχνης ἀλλ᾽ ἔνθεοι ὄντες καὶ κατεχόμενοι πάντα ταῦτα τὰ καλὰ λέγουσι ποιήματα, καὶ οἱ μελοποιοὶ οἱ ἀγαθοὶ ὡσαύτως, ὥσπερ οἱ κορυβαντιῶντες [534a] οὐκ ἔμφρονες ὄντες ὀρχοῦνται, οὕτω καὶ οἱ μελοποιοὶ οὐκ ἔμφρονες ὄντες τὰ καλὰ μέλη ταῦτα ποιοῦσιν, ἀλλ᾽ ἐπειδὰν ἐμβῶσιν εἰς τὴν ἁρμονίαν καὶ εἰς τὸν ῥυθμόν, βακχεύουσι καὶ κατεχόμενοι, ὥσπερ αἱ βάκχαι ἀρύονται ἐκ τῶν ποταμῶν μέλι καὶ γάλα κατεχόμεναι, ἔμφρονες δὲ οὖσαι οὔ, καὶ τῶν μελοποιῶν ἡ ψυχὴ τοῦτο ἐργάζεται, ὅπερ αὐτοὶ λέγουσι. λέγουσι γὰρ δήπουθεν πρὸς ἡμᾶς οἱ ποιηταὶ ὅτι ἀπὸ κρηνῶν μελιρρύτων ἐκ Μουσῶν κήπων [534b] τινῶν καὶ ναπῶν δρεπόμενοι τὰ μέλη ἡμῖν φέρουσιν ὥσπερ αἱ μέλιτται, καὶ αὐτοὶ οὕτω πετόμενοι· καὶ ἀληθῆ λέγουσι. κοῦφον γὰρ χρῆμα ποιητής ἐστιν καὶ πτηνὸν καὶ ἱερόν, καὶ οὐ πρότερον οἷός τε ποιεῖν πρὶν ἂν ἔνθεός τε γένηται καὶ ἔκφρων καὶ ὁ νοῦς μηκέτι ἐν αὐτῶι ἐνῆι· ἕως δ᾽ ἂν τουτὶ ἔχηι τὸ κτῆμα, ἀδύνατος πᾶς ποιεῖν ἄνθρωπός ἐστιν καὶ χρησμωιδεῖν. ἅτε οὖν οὐ τέχνηι ποιοῦντες καὶ πολλὰ λέγοντες καὶ καλὰ περὶ τῶν πραγμάτων, ὥσπερ σὺ περὶ Ὁμήρου, [534c] ἀλλὰ θείαι μοίραι, τοῦτο μόνον οἷός τε ἕκαστος ποιεῖν καλῶς ἐφ᾽ ὃ ἡ Μοῦσα αὐτὸν ὥρμησεν, ὁ μὲν διθυράμβους, ὁ δὲ ἐγκώμια, ὁ δὲ ὑπορχήματα, ὁ δ᾽ ἔπη, ὁ δ᾽ ἰάμβους· τὰ δ᾽ ἄλλα φαῦλος αὐτῶν ἕκαστός ἐστιν. οὐ γὰρ τέχνηι ταῦτα λέγουσιν ἀλλὰ θείαι δυνάμει, ἐπεί, εἰ περὶ ἑνὸς τέχνηι καλῶς ἠπίσταντο λέγειν, κἂν περὶ τῶν ἄλλων ἁπάντων· διὰ ταῦτα δὲ ὁ θεὸς ἐξαιρούμενος τούτων τὸν νοῦν τούτοις χρῆται ὑπηρέταις καὶ τοῖς χρησμωιδοῖς καὶ τοῖς μάντεσι τοῖς [534d] θείοις, ἵνα ἡμεῖς οἱ ἀκούοντες εἰδῶμεν ὅτι οὐχ οὗτοί εἰσιν οἱ ταῦτα λέγοντες οὕτω πολλοῦ ἄξια, οἷς νοῦς μὴ πάρεστιν, ἀλλ᾽ ὁ θεὸς αὐτός ἐστιν ὁ λέγων, διὰ τούτων δὲ φθέγγεται πρὸς ἡμᾶς. μέγιστον δὲ τεκμήριον τῶι λόγωι Τύννιχος ὁ Χαλκιδεύς, ὃς ἄλλο μὲν οὐδὲν πώποτε ἐποίησε ποίημα ὅτου τις ἂν ἀξιώσειεν μνησθῆναι, τὸν δὲ παίωνα ὃν πάντες ἄιδουσι, σχεδόν τι πάντων μελῶν κάλλιστον, ἀτεχνῶς, ὅπερ αὐτὸς λέγει, ἐν τούτωι γὰρ [534e] δὴ μάλιστά μοι δοκεῖ ὁ θεὸς ἐνδείξασθαι ἡμῖν, ἵνα μὴ διστάζωμεν, ὅτι οὐκ ἀνθρώπινά ἐστιν τὰ καλὰ ταῦτα ποιήματα οὐδὲ ἀνθρώπων, ἀλλὰ θεῖα καὶ θεῶν, οἱ δὲ ποιηταὶ οὐδὲν ἀλλ᾽ ἢ ἑρμηνῆς εἰσιν τῶν θεῶν, κατεχόμενοι ἐξ ὅτου ἂν ἕκαστος κατέχηται. ταῦτα ἐνδεικνύμενος ὁ θεὸς ἐξεπίτηδες διὰ τοῦ φαυλοτάτου ποιητοῦ [535a] τὸ κάλλιστον μέλος ἦισεν· ἢ οὐ δοκῶ σοι ἀληθῆ λέγειν, ὦ Ἴων;

Ἴ ω ν
ναὶ μὰ τὸν Δία, ἔμοιγε· ἅπτει γάρ πώς μου τοῖς λόγοις τῆς ψυχῆς, ὦ Σώκρατες, καί μοι δοκοῦσι θείαι μοίραι ἡμῖν παρὰ τῶν θεῶν ταῦτα οἱ ἀγαθοὶ ποιηταὶ ἑρμηνεύειν.

6.
Σ ω κ ρ ά τ η ς
οὐκοῦν ὑμεῖς αὖ οἱ ῥαψωιδοὶ τὰ τῶν ποιητῶν ἑρμηνεύετε;

Ἴ ω ν
καὶ τοῦτο ἀληθὲς λέγεις.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν ἑρμηνέων ἑρμηνῆς γίγνεσθε;

Ἴ ω ν
παντάπασί γε.

Σ ω κ ρ ά τ η ς
[535b] ἔχε δή μοι τόδε εἰπέ, ὦ Ἴων, καὶ μὴ ἀποκρύψηι ὅτι ἄν σε ἔρωμαι· ὅταν εὖ εἴπηις ἔπη καὶ ἐκπλήξηις μάλιστα τοὺς θεωμένους, ἢ τὸν Ὀδυσσέα ὅταν ἐπὶ τὸν οὐδὸν ἐφαλλόμενον ἄιδηις, ἐκφανῆ γιγνόμενον τοῖς μνηστῆρσι καὶ ἐκχέοντα τοὺς ὀιστοὺς πρὸ τῶν ποδῶν, ἢ Ἀχιλλέα ἐπὶ τὸν Ἕκτορα ὁρμῶντα, ἢ καὶ τῶν περὶ Ἀνδρομάχην ἐλεινῶν τι ἢ περὶ Ἑκάβην ἢ περὶ Πρίαμον, τότε πότερον ἔμφρων εἶ ἢ ἔξω σαυτοῦ γίγνηι καὶ παρὰ τοῖς πράγμασιν [535c] οἴεταί σου εἶναι ἡ ψυχὴ οἷς λέγεις ἐνθουσιάζουσα, ἢ ἐν Ἰθάκηι οὖσιν ἢ ἐν Τροίαι ἢ ὅπως ἂν καὶ τὰ ἔπη ἔχηι;

Ἴ ω ν
ὡς ἐναργές μοι τοῦτο, ὦ Σώκρατες, τὸ τεκμήριον εἶπες· οὐ γάρ σε ἀποκρυψάμενος ἐρῶ. ἐγὼ γὰρ ὅταν ἐλεινόν τι λέγω, δακρύων ἐμπίμπλανταί μου οἱ ὀφθαλμοί· ὅταν τε φοβερὸν ἢ δεινόν, ὀρθαὶ αἱ τρίχες ἵστανται ὑπὸ φόβου καὶ ἡ καρδία πηδᾶι.

Σ ω κ ρ ά τ η ς
τί οὖν; φῶμεν, ὦ Ἴων, ἔμφρονα [535d] εἶναι τότε τοῦτον τὸν ἄνθρωπον, ὃς ἂν κεκοσμημένος ἐσθῆτι ποικίληι καὶ χρυσοῖσι στεφάνοις κλάηι τ᾽ ἐν θυσίαις καὶ ἑορταῖς, μηδὲν ἀπολωλεκὼς τούτων, ἢ φοβῆται πλέον ἢ ἐν δισμυρίοις ἀνθρώποις ἑστηκὼς φιλίοις, μηδενὸς ἀποδύοντος μηδὲ ἀδικοῦντος;

Ἴ ω ν
οὐ μὰ τὸν Δία, οὐ πάνυ, ὦ Σώκρατες, ὥς γε τἀληθὲς εἰρῆσθαι.

Σ ω κ ρ ά τ η ς
οἶσθα οὖν ὅτι καὶ τῶν θεατῶν τοὺς πολλοὺς ταὐτὰ ταῦτα ὑμεῖς ἐργάζεσθε;

Ἴ ω ν
καὶ μάλα καλῶς [535e] οἶδα· καθορῶ γὰρ ἑκάστοτε αὐτοὺς ἄνωθεν ἀπὸ τοῦ βήματος κλάοντάς τε καὶ δεινὸν ἐμβλέποντας καὶ συνθαμβοῦντας τοῖς λεγομένοις. δεῖ γάρ με καὶ σφόδρ᾽ αὐτοῖς τὸν νοῦν προσέχειν· ὡς ἐὰν μὲν κλάοντας αὐτοὺς καθίσω, αὐτὸς γελάσομαι ἀργύριον λαμβάνων, ἐὰν δὲ γελῶντας, αὐτὸς κλαύσομαι ἀργύριον ἀπολλύς.

7.
Σ ω κ ρ ά τ η ς
οἶσθα οὖν ὅτι οὗτός ἐστιν ὁ θεατὴς τῶν δακτυλίων ὁ ἔσχατος, ὧν ἐγὼ ἔλεγον ὑπὸ τῆς Ἡρακλειώτιδος λίθου ἀπ᾽ ἀλλήλων τὴν δύναμιν λαμβάνειν; ὁ δὲ μέσος σὺ ὁ ῥαψωιδὸς καὶ ὑποκριτής, ὁ δὲ [536a] πρῶτος αὐτὸς ὁ ποιητής· ὁ δὲ θεὸς διὰ πάντων τούτων ἕλκει τὴν ψυχὴν ὅποι ἂν βούληται τῶν ἀνθρώπων, ἀνακρεμαννὺς ἐξ ἀλλήλων τὴν δύναμιν. καὶ ὥσπερ ἐκ τῆς λίθου ἐκείνης ὁρμαθὸς πάμπολυς ἐξήρτηται χορευτῶν τε καὶ διδασκάλων καὶ ὑποδιδασκάλων, ἐκ πλαγίου ἐξηρτημένων τῶν τῆς Μούσης ἐκκρεμαμένων δακτυλίων. καὶ ὁ μὲν τῶν ποιητῶν ἐξ ἄλλης Μούσης, ὁ δὲ ἐξ ἄλλης ἐξήρτηται — ὀνομάζομεν δὲ αὐτὸ κατέχεται, τὸ δέ ἐστι [536b] παραπλήσιον· ἔχεται γάρ — ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δὲ ἐκ Μουσαίου· οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται. ὧν σύ, ὦ Ἴων, εἷς εἶ καὶ κατέχηι ἐξ Ὁμήρου, καὶ ἐπειδὰν μέν τις ἄλλου του ποιητοῦ ἄιδηι, καθεύδεις τε καὶ ἀπορεῖς ὅτι λέγηις, ἐπειδὰν δὲ τούτου τοῦ ποιητοῦ φθέγξηταί τις μέλος, εὐθὺς ἐγρήγορας καὶ ὀρχεῖταί σου ἡ ψυχὴ καὶ εὐπορεῖς [536c] ὅ τι λέγηις· οὐ γὰρ τέχνηι οὐδ᾽ ἐπιστήμηι περὶ Ὁμήρου λέγεις ἃ λέγεις, ἀλλὰ θείαι μοίραι καὶ κατοκωχῆι, ὥσπερ οἱ κορυβαντιῶντες ἐκείνου μόνου αἰσθάνονται τοῦ μέλους ὀξέως ὃ ἂν ἦι τοῦ θεοῦ ἐξ ὅτου ἂν κατέχωνται, καὶ εἰς ἐκεῖνο τὸ μέλος καὶ σχημάτων καὶ ῥημάτων εὐποροῦσι, τῶν δὲ ἄλλων οὐ φροντίζουσιν· οὕτω καὶ σύ, ὦ Ἴων, περὶ μὲν Ὁμήρου ὅταν τις μνησθῆι, εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων ἀπορεῖς· τούτου δ᾽ ἐστὶ τὸ αἴτιον, ὅ μ᾽ ἐρωτᾶις, [536d] δι᾽ ὅτι σὺ περὶ μὲν Ὁμήρου εὐπορεῖς, περὶ δὲ τῶν ἄλλων οὔ, ὅτι οὐ τέχνηι ἀλλὰ θείαι μοίραι Ὁμήρου δεινὸς εἶ ἐπαινέτης.

8.
Ἴ ω ν
σὺ μὲν εὖ λέγεις, ὦ Σώκρατες· θαυμάζοιμι μεντἂν εἰ οὕτως εὖ εἴποις, ὥστε με ἀναπεῖσαι ὡς ἐγὼ κατεχόμενος καὶ μαινόμενος Ὅμηρον ἐπαινῶ. οἶμαι δὲ οὐδ᾽ ἂν σοὶ δόξαιμι, εἴ μου ἀκούσαις λέγοντος περὶ Ὁμήρου.

Σ ω κ ρ ά τ η ς
καὶ μὴν ἐθέλω γε ἀκοῦσαι, οὐ μέντοι πρότερον πρὶν ἄν μοι ἀποκρίνηι τόδε· ὧν [536e] Ὅμηρος λέγει περὶ τίνος εὖ λέγεις; οὐ γὰρ δήπου περὶ ἁπάντων γε.

Ἴ ω ν
εὖ ἴσθι, ὦ Σώκρατες, περὶ οὐδενὸς ὅτου οὔ.

Σ ω κ ρ ά τ η ς
οὐ δήπου καὶ περὶ τούτων ὧν σὺ μὲν τυγχάνεις οὐκ εἰδώς, Ὅμηρος δὲ λέγει.

Ἴ ω ν
καὶ ταῦτα ποῖά ἐστιν ἃ Ὅμηρος μὲν λέγει, ἐγὼ δὲ οὐκ οἶδα;

Σ ω κ ρ ά τ η ς
οὐ καὶ περὶ τεχνῶν μέντοι λέγει [537a] πολλαχοῦ Ὅμηρος καὶ πολλά; οἷον καὶ περὶ ἡνιοχείας — ἐὰν μνησθῶ τὰ ἔπη, ἐγώ σοι φράσω.

Ἴ ω ν
ἀλλ᾽ ἐγὼ ἐρῶ· ἐγὼ γὰρ μέμνημαι.

Σ ω κ ρ ά τ η ς
εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχωι τῶι ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῆι ἱπποδρομίαι τῆι ἐπὶ Πατρόκλωι.

Ἴ ω ν
κλινθῆναι δέ, φησί, καὶ αὐτὸς ἐυξέστωι ἐνὶ δίφρωι
ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν [537b] ἵππον
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
ἐν νύσσηι δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
κύκλου ποιητοῖο· λίθου δ᾽ ἀλέασθαι ἐπαυρεῖν.

Σ ω κ ρ ά τ η ς
ἀρκεῖ. ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε [537c] ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος;

Ἴ ω ν
Ἡνίοχος δήπου.

Σ ω κ ρ ά τ η ς
πότερον ὅτι τέχνην ταύτην ἔχει ἢ κατ᾽ ἄλλο τι;

Ἴ ω ν
οὔκ, ἀλλ᾽ ὅτι τέχνην.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν ἑκάστηι τῶν τεχνῶν ἀποδέδοταί τι ὑπὸ τοῦ θεοῦ ἔργον οἵαι τε εἶναι γιγνώσκειν; οὐ γάρ που ἃ κυβερνητικῆι γιγνώσκομεν, γνωσόμεθα καὶ ἰατρικῆι.

Ἴ ω ν
οὐ δῆτα.

Σ ω κ ρ ά τ η ς
οὐδέ γε ἃ ἰατρικῆι, ταῦτα καὶ τεκτονικῆι.

Ἴ ω ν
οὐ δῆτα.

Σ ω κ ρ ά τ η ς
[537d] οὐκοῦν οὕτω καὶ κατὰ πασῶν τῶν τεχνῶν, ἃ τῆι ἑτέραι τέχνηι γιγνώσκομεν, οὐ γνωσόμεθα τῆι ἑτέραι; τόδε δέ μοι πρότερον τούτου ἀπόκριναι· τὴν μὲν ἑτέραν φὴις εἶναί τινα τέχνην, τὴν δ᾽ ἑτέραν;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
ἆρα ὥσπερ ἐγὼ τεκμαιρόμενος, ὅταν ἡ μὲν ἑτέρων πραγμάτων ἦι ἐπιστήμη, ἡ δ᾽ ἑτέρων, οὕτω καλῶ τὴν μὲν ἄλλην, τὴν δὲ ἄλλην τέχνην, οὕτω καὶ σύ;

Ἴ ω ν
[537e] ναί.

Σ ω κ ρ ά τ η ς
εἰ γάρ που τῶν αὐτῶν πραγμάτων ἐπιστήμη εἴη τις, τί ἂν τὴν μὲν ἑτέραν φαῖμεν εἶναι, τὴν δ᾽ ἑτέραν, ὁπότε γε ταὐτὰ εἴη εἰδέναι ἀπ᾽ ἀμφοτέρων; ὥσπερ ἐγώ τε γιγνώσκω ὅτι πέντε εἰσὶν οὗτοι οἱ δάκτυλοι, καὶ σύ, ὥσπερ ἐγώ, περὶ τούτων ταὐτὰ γιγνώσκεις· καὶ εἴ σε ἐγὼ ἐροίμην εἰ τῆι αὐτῆι τέχνηι γιγνώσκομεν τῆι ἀριθμητικῆι τὰ αὐτὰ ἐγώ τε καὶ σὺ ἢ ἄλληι, φαίης ἂν δήπου τῆι αὐτῆι.

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
ὃ τοίνυν ἄρτι [538a] ἔμελλον ἐρήσεσθαί σε, νυνὶ εἰπέ, εἰ κατὰ πασῶν τῶν τεχνῶν οὕτω σοι δοκεῖ, τῆι μὲν αὐτῆι τέχνηι τὰ αὐτὰ ἀναγκαῖον εἶναι γιγνώσκειν, τῆι δ᾽ ἑτέραι μὴ τὰ αὐτά, ἀλλ᾽ εἴπερ ἄλλη ἐστίν, ἀναγκαῖον καὶ ἕτερα γιγνώσκειν.

Ἴ ω ν
οὕτω μοι δοκεῖ, ὦ Σώκρατες.

9.
Σ ω κ ρ ά τ η ς
οὐκοῦν ὅστις ἂν μὴ ἔχηι τινὰ τέχνην, ταύτης τῆς τέχνης τὰ λεγόμενα ἢ πραττόμενα καλῶς γιγνώσκειν οὐχ οἷός τ᾽ ἔσται;

Ἴ ω ν
[538b] ἀληθῆ λέγεις.

Σ ω κ ρ ά τ η ς
πότερον οὖν περὶ τῶν ἐπῶν ὧν εἶπες, εἴτε καλῶς λέγει Ὅμηρος εἴτε μή, σὺ κάλλιον γνώσηι ἢ ἡνίοχος;

Ἴ ω ν
ἡνίοχος.

Σ ω κ ρ ά τ η ς
ῥαψωιδὸς γάρ που εἶ ἀλλ᾽ οὐχ ἡνίοχος.

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
ἡ δὲ ῥαψωιδικὴ τέχνη ἑτέρα ἐστὶ τῆς ἡνιοχικῆς;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
εἰ ἄρα ἑτέρα, περὶ ἑτέρων καὶ ἐπιστήμη πραγμάτων ἐστίν.

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
τί δὲ δὴ ὅταν Ὅμηρος λέγηι ὡς τετρωμένωι τῶι Μαχάονι Ἑκαμήδη ἡ Νέστορος παλλακὴ κυκεῶνα πίειν [538c] δίδωσι; καὶ λέγει πως οὕτως —
οἴνωι πραμνείωι, φησίν, ἐπὶ δ᾽ αἴγειον κνῆ τυρὸν
κνήστι χαλκείηι· παρὰ δὲ κρόμυον ποτῶι ὄψον·
ταῦτα εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερον ἰατρικῆς ἐστι διαγνῶναι καλῶς ἢ ῥαψωιδικῆς;

Ἴ ω ν
ἰατρικῆς.

Σ ω κ ρ ά τ η ς
τί δέ, ὅταν λέγηι Ὅμηρος —
[538d] ἡ δὲ μολυβδαίνηι ἰκέλη ἐς βυσσὸν ἵκανεν,
ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμμεμαυῖα
ἔρχεται ὠμηστῆισι μετ᾽ ἰχθύσι πῆμα φέρουσα·
ταῦτα πότερον φῶμεν ἁλιευτικῆς εἶναι τέχνης μᾶλλον κρῖναι ἢ ῥαψωιδικῆς, ἅττα λέγει καὶ εἴτε καλῶς εἴτε μή;

Ἴ ω ν
δῆλον δή, ὦ Σώκρατες, ὅτι ἁλιευτικῆς.

Σ ω κ ρ ά τ η ς
σκέψαι δή, σοῦ ἐρομένου, εἰ ἔροιό με· <ἐπειδὴ [538e] τοίνυν, ὦ Σώκρατες, τούτων τῶν τεχνῶν ἐν Ὁμήρωι εὑρίσκεις ἃ προσήκει ἑκάστηι διακρίνειν, ἴθι μοι ἔξευρε καὶ τὰ τοῦ μάντεώς τε καὶ μαντικῆς, ποῖά ἐστιν ἃ προσήκει αὐτῶι οἵωι τ᾽ εἶναι διαγιγνώσκειν, εἴτε εὖ εἴτε κακῶς πεποίηται> — σκέψαι ὡς ῥαιδίως τε καὶ ἀληθῆ ἐγώ σοι ἀποκρινοῦμαι. πολλαχοῦ μὲν γὰρ καὶ ἐν Ὀδυσσείαι λέγει, οἷον καὶ ἃ ὁ τῶν Μελαμποδιδῶν λέγει μάντις πρὸς τοὺς μνηστῆρας, Θεοκλύμενος —
[539a] δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα,
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί·
εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ
ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
[539b] οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς·
πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίαι· λέγει γὰρ καὶ ἐνταῦθα —
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,
αἰετὸς ὑψιπέτης, ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων,
[539c] φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,
ζῶιον, ἔτ᾽ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης.
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
ἰδνωθεὶς ὀπίσω, ὁ δ᾽ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
ἀλγήσας ὀδύνηισι, μέσωι δ᾽ ἐνὶ κάββαλ᾽ ὁμίλωι·
[539d] αὐτὸς δὲ κλάγξας πέτετο πνοιῆις ἀνέμοιο.
ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῶι μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.

Ἴ ω ν
ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.

10.
Σ ω κ ρ ά τ η ς
    καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ ὁποῖα τοῦ [539e] ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψωιδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψωιδικῆς, ἃ τῶι ῥαψωιδῶι προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.

Ἴ ω ν
ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.

Σ ω κ ρ ά τ η ς
οὐ σύ γε φήις, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψωιδὸν ἄνδρα.

Ἴ ω ν
τί δὲ δὴ [540a] ἐπιλανθάνομαι;

Σ ω κ ρ ά τ η ς
οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψωιδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;

Ἴ ω ν
μέμνημαι.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψωιδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψωιδός.

Ἴ ω ν
πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.

Σ ω κ ρ ά τ η ς
τὰ τοιαῦτα [540b] δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;

Ἴ ω ν
ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλωι καὶ ὁποῖα ἐλευθέρωι, καὶ ὁποῖα ἀρχομένωι καὶ ὁποῖα ἄρχοντι.

Σ ω κ ρ ά τ η ς
ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττηι χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψωιδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;

Ἴ ω ν
οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.

Σ ω κ ρ ά τ η ς
ἀλλ᾽ ὁποῖα ἄρχοντι [540c] κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψωιδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;

Ἴ ω ν
οὐδὲ τοῦτο.

Σ ω κ ρ ά τ η ς
ἀλλ᾽ οἷα δούλωι πρέπει, λέγεις;

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
οἶον βουκόλωι λέγεις δούλωι ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένωι, ὁ ῥαψωιδὸς γνώσετσι ἀλλ᾽ οὐχ ὁ βουκόλος;

Ἴ ω ν
οὐ δῆτα.

Σ ω κ ρ ά τ η ς
ἀλλ᾽ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῶι περὶ ἐρίων [540d] ἐργασίας;

Ἴ ω ν
οὔ.

Σ ω κ ρ ά τ η ς
ἀλλ᾽ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῶι στρατιώταις παραινοῦντι;

Ἴ ω ν
ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψωιδός.

11.
Σ ω κ ρ ά τ η ς
τί δέ; ἡ ῥαψωιδικὴ τέχνη στρατηγική ἐστιν;

Ἴ ω ν
γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.

Σ ω κ ρ ά τ η ς
ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλ᾽ εἴ σ᾽ [540e] ἐγὼ ἠρόμην· <ποτέραι δὴ τέχνηι, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ἧι ἱππεὺς εἶ ἢ ἧι κιθαριστής;> τί ἄν μοι ἀπεκρίνω;

Ἴ ω ν
ἧι ἱππεύς, ἔγωγ᾽ ἄν.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ἧι κιθαριστὴς εἶ, ταύτηι διαγιγνώσκειν, ἀλλ᾽ οὐχ ἧι ἱππεύς.

Ἴ ω ν
ναί.

Σ ω κ ρ ά τ η ς
ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ἧι στρατηγικὸς εἶ γιγνώσκεις ἢ ἧι ῥαψωιδὸς ἀγαθός;

Ἴ ω ν
οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.

Σ ω κ ρ ά τ η ς
πῶς; οὐδὲν [541a] λέγεις διαφέρειν; μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψωιδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο;

Ἴ ω ν
μία ἔμοιγε δοκεῖ.

Σ ω κ ρ ά τ η ς
ὅστις ἄρα ἀγαθὸς ῥαψωιδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν;

Ἴ ω ν
μάλιστα, ὦ Σώκρατες.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψωιδός ἐστιν.

Ἴ ω ν
οὐκ αὖ μοι δοκεῖ τοῦτο.

Σ ω κ ρ ά τ η ς
ἀλλ᾽ ἐκεῖνο μὴν δοκεῖ σοι, ὅστις γε ἀγαθὸς ῥαψωιδός, καὶ στρατηγὸς [541b] ἀγαθὸς εἶναι;

Ἴ ω ν
πάνυ γε.

Σ ω κ ρ ά τ η ς
οὐκοῦν σὺ τῶν Ἑλλήνων ἄριστος ῥαψωιδὸς εἶ;

Ἴ ω ν
πολύ γε, ὦ Σώκρατες.

Σ ω κ ρ ά τ η ς
ἦ καὶ στρατηγός, ὦ Ἴων, τῶν Ἑλλήνων ἄριστος εἶ;

Ἴ ω ν
εὖ ἴσθι, ὦ Σώκρατες· καὶ ταῦτά γε ἐκ τῶν Ὁμήρου μαθών.

12.
Σ ω κ ρ ά τ η ς
τί δή ποτ᾽ οὖν πρὸς τῶν θεῶν, ὦ Ἴων, ἀμφότερα ἄριστος ὢν τῶν Ἑλλήνων, καὶ στρατηγὸς καὶ ῥαψωιδός, ῥαψωιδεῖς μὲν περιιὼν τοῖς Ἕλλησι, στρατηγεῖς δ᾽ οὔ; ἢ ῥαψωιδοῦ μὲν δοκεῖ σοι χρυσῶι [541c] στεφάνωι ἐστεφανωμένου πολλὴ χρεία εἶναι τοῖς Ἕλλησι, στρατηγοῦ δὲ οὐδεμία;

Ἴ ω ν
ἡ μὲν γὰρ ἡμετέρα, ὦ Σώκρατες, πόλις ἄρχεται ὑπὸ ὑμῶν καὶ στρατηγεῖται καὶ οὐδὲν δεῖται στρατηγοῦ, ἡ δὲ ὑμετέρα καὶ ἡ Λακεδαιμονίων οὐκ ἄν με ἕλοιτο στρατηγόν· αὐτοὶ γὰρ οἴεσθε ἱκανοὶ εἶναι.

Σ ω κ ρ ά τ η ς
ὦ βέλτιστε Ἴων, Ἀπολλόδωρον οὐ γιγνώσκεις τὸν Κυζικηνόν;

Ἴ ω ν
ποῖον τοῦτον;

Σ ω κ ρ ά τ η ς
ὃν Ἀθηναῖοι πολλάκις ἑαυτῶν στρατηγὸν [541d] ἥιρηνται ξένον ὄντα· καὶ Φανοσθένη τὸν Ἄνδριον καὶ Ἡρακλείδην τὸν Κλαζομένιον, οὓς ἥδε ἡ πόλις ξένους ὄντας, ἐνδειξαμένους ὅτι ἄξιοι λόγου εἰσί, καὶ εἰς στρατηγίας καὶ εἰς τὰς ἄλλας ἀρχὰς ἄγει· Ἴωνα δ᾽ ἄρα τὸν Ἐφέσιον οὐχ αἱρήσεται στρατηγὸν καὶ τιμήσει, ἐὰν δοκῆι ἄξιος λόγου εἶναι; τί δέ; οὐκ Ἀθηναῖοι μέν ἐστε οἱ Ἐφέσιοι τὸ ἀρχαῖον, καὶ ἡ Ἔφεσος οὐδεμιᾶς ἐλάττων πόλεως; [541e] ἀλλὰ γὰρ σύ, ὦ Ἴων, εἰ μὲν ἀληθῆ λέγεις ὡς τέχνηι καὶ ἐπιστήμηι οἷός τε εἶ Ὅμηρον ἐπαινεῖν, ἀδικεῖς, ὅστις ἐμοὶ ὑποσχόμενος ὡς πολλὰ καὶ καλὰ περὶ Ὁμήρου ἐπίστασαι καὶ φάσκων ἐπιδείξειν, ἐξαπατᾶις με καὶ πολλοῦ δεῖς ἐπιδεῖξαι, ὅς γε οὐδὲ ἅττα ἐστὶ ταῦτα περὶ ὧν δεινὸς εἶ ἐθέλεις εἰπεῖν, πάλαι ἐμοῦ λιπαροῦντος, ἀλλὰ ἀτεχνῶς ὥσπερ ὁ Πρωτεὺς παντοδαπὸς γίγνηι στρεφόμενος ἄνω καὶ κάτω, ἕως τελευτῶν διαφυγών με στρατηγὸς ἀνεφάνης, ἵνα μὴ ἐπιδείξηις ὡς δεινὸς εἶ [542a] τὴν περὶ Ὁμήρου σοφίαν. εἰ μὲν οὖν τεχνικὸς ὤν, ὅπερ νυνδὴ ἔλεγον, περὶ Ὁμήρου ὑποσχόμενος ἐπιδείξειν ἐξαπατᾶις με, ἄδικος εἶ· εἰ δὲ μὴ τεχνικὸς εἶ, ἀλλὰ θείαι μοίραι κατεχόμενος ἐξ Ὁμήρου μηδὲν εἰδὼς πολλὰ καὶ καλὰ λέγεις περὶ τοῦ ποιητοῦ, ὥσπερ ἐγὼ εἶπον περὶ σοῦ, οὐδὲν ἀδικεῖς. ἑλοῦ οὖν πότερα βούλει νομίζεσθαι ὑπὸ ἡμῶν ἄδικος ἀνὴρ εἶναι ἢ θεῖος.

Ἴ ω ν
πολὺ διαφέρει, [542b] ὦ Σώκρατες· πολὺ γὰρ κάλλιον τὸ θεῖον νομίζεσθαι.

Σ ω κ ρ ά τ η ς
τοῦτο τοίνυν τὸ κάλλιον ὑπάρχει σοι παρ᾽ ἡμῖν, ὦ Ἴων, θεῖον εἶναι καὶ μὴ τεχνικὸν περὶ Ὁμήρου ἐπαινέτην.

Κείμενα

Hellenica World