ART

 

.


Ήρων ο Αλεξανδρεύς

Πνευματικά

{ΗΡΩΝΟΣ ΑΛΕΧΑΝΔΡΕΩΣ
ΠΝΕΥΜΑΤΙΚΩΝ
ΠΡΩΤΟΝ}
Τῆς πνευματικῆς πραγματείας σπουδῆς ἠξιωμένης
πρὸς τῶν παλαιῶν φιλοσόφων τε καὶ μηχανικῶν, τῶν
μὲν λογικῶς τὴν δύναμιν αὐτῆς ἀποδεδωκότων, τῶν
δὲ καὶ δι´ αὐτῆς τῆς τῶν αἰσθητῶν ἐνεργείας, ἀναγ–
καῖον ὑπάρχειν νομίζομεν καὶ αὐτοὶ τὰ παραδοθέντα
ὑπὸ τῶν ἀρχαίων εἰς τάξιν ἀγαγεῖν, καὶ ἃ ἡμεῖς δὲ
προσευρήκαμεν εἰσθέσθαι· οὕτως γὰρ τοὺς μετὰ ταῦτα
ἐν τοῖς μαθήμασιν ἀναστρέφεσθαι βουλομένους ὠφε–
λεῖσθαι συμβήσεται. ἀκόλουθον δὲ εἶναι νομίσαντες
τῇ τῶν ὑδρίων ὡροσκοπείων ἕξει, ἥτις ἡμῖν ἐν τέσσαρσι
βιβλίοις προαναγέγραπται, ταύτην συνεχῆ ὑπάρχειν
γράφομεν καὶ περὶ αὐτῆς, ὡς προείρηται· διὰ γὰρ συμ–
πλοκῆς ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ τῶν
τριῶν στοιχείων ἢ καὶ τῶν τεσσάρων συμπλεκομένων
ποικίλαι διαθέσεις ἐνεργοῦνται, αἱ μὲν ἀναγκαιοτάτας
τῷ βίῳ τούτῳ χρείας παρέχουσαι, αἱ δὲ ἐκπληκτικόν
τινα θαυμασμὸν ἐπιδεικνύμεναι.
Πρὸ δὲ τῶν λέγεσθαι μελλόντων πρῶτον περὶ κενοῦ
διαληπτέον. οἱ μὲν γὰρ τὸ καθόλου μηδὲν εἶναι κενὸν
〈διατείνονται〉, οἱ δὲ ἄθρουν μὲν κατὰ φύσιν μηδὲν
εἶναι κενόν, παρεσπαρμένον δὲ κατὰ μικρὰ μόρια τῷ
ἀέρι καὶ τῷ ὑγρῷ καὶ 〈τῷ〉 πυρὶ καὶ τοῖς ἄλλοις σώμα–
σιν· οἷς μάλιστα συμφέρεσθαι προσήκει· ἐκ γὰρ τῶν
φαινομένων καὶ ὑπὸ τὴν αἴσθησιν πιπτόντων ἐν τοῖς
ἑξῆς δείκνυται τοῦτο συμβαῖνον· †ἐν τῷ μέντοι τὰ
ἀγγεῖα τὰ δοκοῦντα εἶναι τοῖς πολλοῖς κενὰ οὐκ ἔστιν, ὡς
ὑπολαμβάνουσι, κενά, ἀέρος δὲ πλήρη. ὁ δὲ ἀήρ ἐστιν,
ὡς τοῖς περὶ φύσεως πραγματευσαμένοις ἀρέσκει, ἐκ
λεπτῶν καὶ μικρομερῶν σωμάτων συνεστηκὼς ἀφανῶν
ἡμῖν ὄντων ὡς ἐπὶ 〈τὸ〉 πολύ. ἐὰν γοῦν εἰς τὸ δοκοῦν
ἀγγεῖον κενὸν ὑπάρχειν ἐγχέῃ τις ὕδωρ, καθ´ ὅσον ἂν
πλῆθος τοῦ ὕδατος εἰς τὸ ἀγγεῖον ἐμπίπτῃ, κατὰ τοσοῦ–
τον πλῆθος ἀὴρ ἐκχωρήσει. κατανοήσειε δ´ ἄν τις τὸ
λεγόμενον ἐκ τοῦ τοιούτου· ἐὰν γὰρ εἰς ὕδωρ κατα–
στρέψας ἀγγεῖον τὸ δοκοῦν εἶναι κενὸν πιέζῃς εἰς τὸ
κάτω ἀκλινὲς διαφυλάσσων, οὐκ εἰσελεύσεται τὸ ὕδωρ
εἰς αὐτό, κἂν ὅλον αὐτὸ κρύψῃς· ὥστε δῆλον εἶναι,
ὅτι σῶμα ὑπάρχων ὁ ἀὴρ οὐκ ἐᾷ παρεισελθεῖν τὸ ὕδωρ
διὰ τὸ πεπληρωκέναι πάντα τὸν ἐν τῷ ἀγγείῳ τόπον.
ἐὰν γοῦν τρυπήσῃ τις τὸν πυθμένα τοῦ ἀγγείου, τὸ
μὲν ὕδωρ διὰ τοῦ στόματος εἰς αὐτὸ εἰσελεύσεται, ὁ
δὲ ἀὴρ διὰ τοῦ τρυπήματος ἐξελεύσεται. πάλιν δὲ
πρὸ τοῦ τρυπῆσαι τὸν πυθμένα ἐάν τις ὀρθὸν ἐκ τοῦ
ὕδατος τὸ ἀγγεῖον ἐπάρῃ, ἀνατρέψας ὄψεται πᾶσαν
τὴν ἐντὸς τοῦ ἀγγείου ἐπιφάνειαν καθαρὰν ἀπὸ τοῦ
ὑγροῦ, καθάπερ ἦν καὶ πρὸ τοῦ τεθῆναι. διὸ δὴ ὑπο–
ληπτέον εἶναι σῶμα τὸν ἀέρα. γίνεται δὲ πνεῦμα
κινηθείς· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πνεῦμα ἢ κινού–
μενος ἀήρ. ἐὰν γοῦν τετρυπημένου τοῦ ἀγγείου κατὰ
τὸν πυθμένα καὶ εἰσπίπτοντος τοῦ ὕδατος παραθῇ τις
τῷ τρυπήματι τὴν χεῖρα, αἰσθήσεται τὸ πνεῦμα ἐκπῖ–
πτον ἐκ τοῦ ἀγγείου· τοῦτο δὲ οὐκ ἄλλο τί ἐστιν ἢ ὁ
ἐκκρουόμενος ὑπὸ τοῦ ὕδατος ἀήρ. οὐχ ὑποληπτέον
οὖν ἐν τοῖς οὖσι κενοῦ τινα φύσιν ἀθρόαν αὐτὴν καθ´
ἑαυτὴν ὑπάρχειν, παρεσπαρμένην δὲ κατὰ μικρὰ μόρια
τῷ τε ἀέρι καὶ τῷ ὑγρῷ καὶ τοῖς ἄλλοις σώμασιν, εἰ
μὴ ἄρα τὸν ἀδάμαντα μόνον μὴ κοινωνεῖν 〈εἴποι τις〉
τῇ τοῦ κενοῦ φύσει διὰ τὸ μήτε πύρωσιν ἐπιδέχεσθαι
μήτε διακόπτεσθαι, τυπτόμενον δὲ εἰς τοὺς ἄκμονας
καὶ τὰς σφύρας ὅλον ἐνδύεσθαι. τοῦτο δὲ αὐτῷ παρα–
κολουθεῖ διὰ τὴν συνεχῆ πυκνότητα· τὰ γὰρ τοῦ πυρὸς
σώματα παχυμερέστερα ὄντα τῶν ἐν τῷ λίθῳ κενῶν
οὐ παρεισέρχεται, ἀλλὰ μόνον ἐπιψαύει τῆς ἐκτὸς ἐπι–
φανείας· διόπερ μὴ προκατεισδύνοντα ἐντὸς καθάπερ
ἐπὶ τῶν ἄλλων σωμάτων οὐδὲ δέχεται θερμότητα. τὰ δὲ
τοῦ ἀέρος σώματα συνερείδει μὲν πρὸς ἄλληλα, οὐ
κατὰ πᾶν δὲ μέρος ἐφαρμόζει, ἀλλ´ ἔχει τινὰ διαστή–
ματα μεταξὺ κενὰ καθάπερ ἡ ἐν τοῖς αἰγιαλοῖς ψάμμος.
τὰ μὲν οὖν τῆς ψάμμου μόρια τοῖς τοῦ ἀέρος σώμασιν
ἀποικειοῦσθαι ὑποληπτέον, τὸν δὲ ἀέρα τὸν μεταξὺ
τῶν τῆς ψάμμου μορίων τοῖς μεταξὺ τοῦ ἀέρος κενοῖς·
διὸ καὶ πιλεῖσθαι τὸν ἀέρα συμβαίνει ἐκ βίας τινὸς
προσελθούσης καὶ συνιζάνειν εἰς τὰς τῶν κενῶν χώρας,
παρὰ φύσιν τῶν σωμάτων πρὸς ἄλληλα θλιβομένων·
ἀνέσεως δὲ γενομένης πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀπο–
καθίσταται τῇ τῶν σωμάτων εὐτονίᾳ, καθάπερ καὶ τοῖς
τῶν κεράτων συμβαίνει ξέσμασι καὶ τοῖς ξηροῖς σπόγ–
γοις, ὅταν συμπιληθέντα ἀνεθῇ, πάλιν ἐπὶ τὴν αὐτὴν
χώραν ἀποκαθίστασθαι καὶ τὸν αὐτὸν ὄγκον ἀποδιδόναι,
ὁμοίως δὲ καὶ ἐάν τινος βίας γενομένης ἀπ´ ἀλλήλων
διαστῇ τὰ τοῦ ἀέρος σώματα καὶ μείζων κενὸς παρὰ
φύσιν γένηται τόπος, πάλιν πρὸς ἄλληλα συντρέχειν·
διὰ γὰρ τοῦ κενοῦ ταχεῖαν γίνεσθαι τὴν φορὰν τοῖς
σώμασι 〈συμβαίνει〉, μηδενὸς ἀνθισταμένου μηδὲ ἀντι–
κρούοντος, ἕως ἂν ἀλλήλοις προσερείσῃ τὰ σώματα.
ἐὰν οὖν ἀγγεῖον λαβών τις κουφότατον καὶ σύστομον,
προσθεὶς τῷ στόματι ἐκμυζήσῃ τὸν ἀέρα καὶ ἀφῇ, ἐκ–
κρεμασθήσεται ἐκ τῶν χειλέων τὸ ἀγγεῖον, ἐπισπωμένου
τοῦ κενοῦ τὴν σάρκα πρὸς τὸ ἀναπληρωθῆναι τὸν
κενωθέντα τόπον· ὥστε ἐκ τούτου φανερὸν γενέσθαι,
ὅτι ἄθρους κενὸς ὑπῆρξεν ἐν τῷ ἀγγείῳ τόπος. καὶ
ἄλλως δὲ τοῦτο φανερόν· τὰ γὰρ ἰατρικὰ ᾠὰ ὑέλινα
ὄντα καὶ σύστομα, ὅταν βούλωνται πληρῶσαι ὑγροῦ,
ἐκμυζήσαντες τῷ στόματι τὸν ἐν αὐτοῖς ἀέρα καὶ κατα–
λαβόντες τὸ στόμιον αὐτῶν τῷ δακτύλῳ καταστρέφου–
σιν εἰς τὸ ὑγρόν, καὶ ἀνεθέντος τοῦ δακτύλου ἀνα–
σπᾶται εἰς τὸν κενωθέντα τόπον τὸ ὕδωρ, καίτοι παρὰ
φύσιν τῆς φορᾶς ἄνω γενομένης τῷ ὑγρῷ. καὶ τὸ
περὶ τὴν σικύαν δὲ συμβαῖνον οὐκ ἀλλότριον τῶν
προειρημένων ὑπάρχει· προστιθέμεναι γὰρ αὗται τῷ
σώματι οὐ μόνον οὐκ ἀποπίπτουσιν ἱκανὸν ἔχουσαι
βάρος, ἀλλὰ καὶ προσεπισπῶνται τὴν παρακειμένην ὕλην
διὰ τῶν τοῦ σώματος ἀραιωμάτων δι´ αἰτίαν τοιαύτην·
ἐμβληθὲν γὰρ ἐν αὐταῖς τὸ πῦρ φθείρει καὶ λεπτύνει
τὸν ἀπειλημμένον ἐν αὐταῖς ἀέρα, καθάπερ καὶ τὰ
ἄλλα σώματα ὑπὸ τοῦ πυρὸς φθείρεταί τε καὶ μετα–
βάλλει εἰς λεπτοτέρας οὐσίας, λέγω δὴ ὕδωρ καὶ ἀέρα
καὶ γῆν. ὅτι μὲν γὰρ φθείρεται, δῆλον ἐκ τῶν περι–
λειπομένων ἀνθράκων· οὗτοι γὰρ τὸν αὐτὸν ὄγκον
διαφυλάττοντες τῷ ἐξ ἀρχῆς πρὸ τοῦ τὴν καῦσιν ἐπι–
δέξασθαι ἢ ὀλίγῳ ἐλάσσονα, παρὰ πολὺ τῷ βάρει
διαλλάσσουσι τοῦ ἐξ ἀρχῆς. χωρεῖ δὲ τὰ διεφθαρμένα
τῶν σωμάτων διὰ τῶν καπνῶν εἴς τε πυρώδη οὐσίαν
καὶ ἀερώδη καὶ γεώδη· τὰ μὲν γὰρ λεπτότερα τῆς
φθορᾶς εἰς τὸν ἀνωτάτω χωρεῖ τόπον, ἔνθαπερ καὶ τὸ
πῦρ· τὰ δὲ τούτων μικρῷ παχυμερέστερα εἰς τὸν ἀέρα·
τὰ δὲ ἔτι τούτων παχύτερα ἐπὶ ποσὸν συνανενεχθέντα
τοῖς εἰρημένοις διὰ τὴν συνεχῆ φορὰν πάλιν εἰς τὸν
κάτω χωρήσαντα τόπον τοῖς γεώδεσι συνάπτει. μετα–
βάλλει δὲ καὶ τὸ ὕδωρ εἰς ἀέρα φθειρόμενον ὑπὸ τοῦ
πυρός· οἱ γὰρ ἐκ τῶν ὑποκαιομένων λεβήτων ἀτμοὶ
οὐκ ἄλλο τί εἰσιν ἢ αἱ τοῦ ὑγροῦ λεπτύνσεις εἰς ἀέρα
χωροῦσαι. ὅτι μὲν οὖν τὸ πῦρ διαλύει τὰ παχύτερα
αὐτοῦ πάντα καὶ μεταβάλλει, ἐκ τούτων δῆλον. καὶ ἐκ
τῶν ἀναθυμιάσεων δὲ τῶν ἀπὸ τῆς γῆς γινομένων
μεταβάλλει τὰ παχύτερα τῶν σωμάτων εἰς λεπτομερε–
στέρας οὐσίας· αἱ γὰρ δρόσοι οὐκ ἄλλως ἀναφέρονται
ἢ λεπτυνομένου τοῦ ἐν τῇ γῇ ὕδατος ὑπὸ τῆς ἀνα–
θυμιάσεως· αὕτη δὲ ὑπὸ πυρώδους τινὸς οὐσίας γίνεται,
τοῦ ἡλίου ὑπὸ γῆν ὄντος καὶ θερμαίνοντος τὸν κατ´
ἐκεῖνο τόπον, καὶ μᾶλλον ἤτοι θειώδη ἢ ἀσφαλτώδη
ὄντα, ὃς θερμαινόμενος ἐπὶ πλεῖον τὴν ἀναθυμίασιν
ποιεῖ· καὶ τὰ θερμὰ δὲ τῶν ὑδάτων τὰ ἐν τῇ γῇ εὑρι–
σκόμενα ἐκ τῆς αὐτῆς αἰτίας γίνεται. τῶν οὖν δρόσων
τὰ μὲν λεπτότερα εἰς ἀέρα μεταβάλλει, τὰ δὲ παχύτερα
ἐπὶ ποσὸν συνανενεχθέντα διὰ τὴν τῆς ἀναθυμιάσεως
βίαν, ταύτης ἀποψυχείσης κατὰ τὴν τοῦ ἡλίου μετα–
τροπὴν πάλιν εἰς τὸν κάτω φέρεται τόπον. καὶ τὰ
πνεύματα δὲ ἐκ σφοδρᾶς ἀναθυμιάσεως γίνεται, τοῦ
ἀέρος ἐξωθουμένου καὶ λεπτυνομένου καὶ ἀεὶ τὸν ἑξῆς
καὶ συνεχῆ αὐτῷ κινοῦντος· ἡ μέντοι κίνησις τοῦ
ἀέρος οὐ κατὰ πάντα τόπον ἰσοταχὴς γίνεται, ἀλλὰ
σφοδροτέρα μὲν παρ´ αὐτὴν τὴν ἀναθυμίασιν, ἀμαυρο–
τέρα δὲ μακρυνθεῖσα τοῦ τόπου, καθ´ ὃν κεκίνηται,
καθάπερ καὶ ἐπὶ τῶν ἄνω φερομένων βαρῶν. φέρεται γὰρ
καὶ ταῦτα τάχιον μὲν κατὰ τὸν συνεγγίζοντα τῷ κάτω
τόπον, πρὸς ὅν ἐστι καὶ ἡ ἀποστέλλουσα αὐτὰ δύναμις,
βράδιον δὲ κατὰ τὸν ἄνω· τὸ παράπαν δὲ μηκέτι
παρεπομένης αὐτοῖς τῆς ἐξαποστελλούσης βίας, πάλιν
εἰς τὸν κατὰ φύσιν φέρεται τόπον, λέγω δὴ εἰς
τὸν κάτω· εἰ δὲ ἰσοταχῆ αὐτὰ παρέπεμπεν ἡ ἐξαπο–
στέλλουσα βία, οὐκ ἄν ποτε ἔληξε. νυνὶ δὲ κατὰ βραχὺ
ἀποληγούσης αὐτῆς καὶ ὥσπερ δαπανωμένης, καὶ τὸ
τάχος λήγει τῆς φορᾶς. καὶ τὸ ὕδωρ δὲ μεταβάλλει εἰς
γεώδη οὐσίαν· ὅταν γὰρ εἴς τινα γεώδη καὶ κοῖλον
τόπον ἐκχέωμεν ὕδωρ, μετ´ οὐ πολὺν χρόνον ἀφανὲς
γίνεται ἀναποθὲν ὑπὸ τῆς γεώδους οὐσίας, ὥστε συνανα–
κίρναται καὶ γίνεται καὶ αὐτὸ γῆ. εἰ δὲ λέγοι τις, ὅτι
οὐ παραπλάσσεται οὐδὲ ἀναπίνεται ὑπὸ τῆς γῆς, ἀλλ´
ἐξικμάζεται ἀναπινόμενον ὑπὸ θερμότητος ἤτοι τοῦ
ἡλίου ἢ ἑτέρου τινός, ψεῦδος λέγων ἀποδειχθήσεται·
τὸ γὰρ αὐτὸ ὕδωρ ἐμβληθὲν εἴς τι ἀγγεῖον ἤτοι
ὑάλινον ἢ χαλκοῦν ἢ ἐξ ἄλλης πυκνῆς ὕλης καὶ τεθὲν
ἐν ἡλίῳ πολὺν χρόνον οὐκ ἐλαττοῦται, εἰ μὴ παρὰ
μικρὸν μόριον παντάπασιν αὐτοῦ· ὥστε μεταβάλλει
καὶ τὸ ὕδωρ εἰς γεώδη οὐσίαν. αἱ γοῦν ἰλύες καὶ οἱ
βόρβοροι τοῦ ὕδατός εἰσιν εἰς γεώδη οὐσίαν μετα–
βολαί. μεταβάλλει δὲ καὶ ἡ λεπτοτέρα οὐσία εἰς παχυ–
τέραν, καθάπερ ὁρῶμεν καὶ τὴν φλόγα ἐπὶ τῶν ἀπο–
σβεννυμένων λύχνων, ὅταν ἐλλιπεῖς ἐλαίου γένωνται,
ἐπὶ ποσὸν μὲν ἄνω φερομένην καὶ ὥσπερ ἐπειγομένην
εἰς τὸν ἴδιον χωρῆσαι τόπον, λέγω δὲ τὸν ἀνώτατον
καὶ ὄντα ὑπὲρ τὸν ἀέρα, 〈κατα〉κρατηθεῖσαν δὲ ὑπὸ
τοῦ πολλοῦ ἀέρος τοῦ μεταξὺ μηκέτι ἐπὶ τὸν συνεχῆ
φερομένην, ἀλλ´ ὥσπερ κερασθεῖσαν καὶ παραπλεχθεῖσαν
τοῖς τοῦ ἀέρος σώμασι καὶ αὐτὴν ἀέρα γενέσθαι. τὸ
δὲ ὅμοιον ἐπινοεῖν δεῖ καὶ ἐπὶ τοῦ ἀέρος· ὅταν γὰρ
οὗτος εἴς τι ἀγγεῖον οὐ μέγα ὑπάρχον καὶ ἐστεγνω–
μένον εἰς ὕδωρ σὺν τῷ ἀγγείῳ κατατεθῇ, εἶτα ἀνα–
στομωθέντος τοῦ ἀγγείου καὶ τὸ στόμιον εἰς τὸ ἄνω
ἔχοντος τὸ ὕδωρ ἐμπέσῃ, ὁ μὲν ἀὴρ ἐκχωρεῖ ἐκ τοῦ
ἀγγείου, κατακρατηθεὶς δὲ ἐκ τοῦ πολλοῦ ὕδατος πάλιν
κεράννυται καὶ παραπλάσσεται, ὥστε ὕδωρ γενέσθαι.
οὕτως οὖν καὶ τοῦ ἐν τῇ σικύᾳ ἀέρος φθειρομένου
καὶ λεπτυνομένου ὑπὸ τοῦ πυρὸς καὶ διεκπίπτοντος διὰ
τῶν τοῦ τεύχους ἀραιωμάτων κενούμενος ὁ ἐντὸς
τόπος ἐπισπᾶται τὴν παρακειμένην ὕλην, οἵα τις ἐὰν
τυγχάνῃ· παραπνευσάσης δὲ τῆς σικύας ὁ μὲν ἀὴρ εἰς
τὸν κενούμενον τόπον εἰσπίπτει, τῆς δὲ ὕλης οὐκέτι
οὐδὲν ἐπισπάσεται. τοῖς οὖν φαμένοις τὸ καθόλου
μηδὲν εἶναι κενὸν ἐκποιεῖ πρὸς ταῦτα πολλὰ εὑρίσκειν
ἐπιχειρήματα καὶ τάχα φαίνεσθαι τῷ λόγῳ πιθανω–
τέρους μηδεμιᾶς παρακειμένης αἰσθητικῆς ἀποδείξεως·
ἐὰν μέντοι δειχθῇ ἐπὶ τῶν φαινομένων καὶ ὑπὸ τὴν
αἴσθησιν πιπτόντων, ὅτι κενὸν ἄθρουν ἐστὶν παρὰ
φύσιν μέντοι γινόμενον, καὶ κατὰ φύσιν μὲν κενόν,
κατὰ λεπτὰ δὲ παρεσπαρμένον, καὶ ὅτι κατὰ πίλησιν
τὰ σώματα ἀναπληροῖ τὰ παρεσπαρμένα κενά, οὐδε–
μίαν οὐκέτι παρείσδυσιν ἕξουσιν οἱ τοὺς πιθανοὺς
τῶν λόγων περὶ τούτων προφερόμενοι. κατασκευάζεται
γὰρ σφαῖρα πάχος ἔχουσα τοῦ ἐλάσματος, ὥστε μὴ
εὔθλαστος εἶναι, χωροῦσα ὅσον κοτύλας ηʹ. στεγνῆς δὲ
οὔσης αὐτῆς πάντοθεν τρυπήσαντα δεῖ σίφωνα καθεῖναι
χαλκοῦν, τουτέστι σωλῆνα λεπτόν, μὴ ψαύοντα τοῦ
κατὰ διάμετρον τόπου τοῦ τετρυπημένου σημείου,
ὅπως ὕδατι διάρρυσις ὑπάρχῃ, τὸ δὲ ἄλλο μέρος αὐτοῦ
ἐκτὸς ὑπερέχειν τῆς σφαίρας ὅσον δακτύλους τρεῖς·
τὴν δὲ τοῦ τρυπήματος περιοχήν, δι´ οὗ καθίεται ὁ
σίφων, στεγνοῦν δεῖ κασσιτέρῳ προσλαμβάνοντα πρός τε
τὸν σίφωνα καὶ τὴν ἐκτὸς τῆς σφαίρας ἐπιφάνειαν,
ὥστε ὅταν βουλώμεθα τῷ στόματι διὰ τοῦ σίφωνος
ἐμφυσᾶν, κατὰ μηδένα τρόπον τὸ πνεῦμα τῆς σφαίρας
διεκπίπτειν. σκοπῶμεν δὴ τὰ συμβαίνοντα· ὑπάρχοντος
γὰρ ἀέρος ἐν αὐτῇ, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἀγ–
γείοις πᾶσι τοῖς λεγομένοις κενοῖς, τοῦ δὲ ἀέρος
πεπληρωκότος πάντα τὸν ἐν αὐτῇ τόπον καὶ προσ–
ερηρεισμένου κατὰ συνέχειαν πρὸς τὴν τοῦ τεύχους
περιοχὴν καὶ μηδενὸς κενοῦ, καθάπερ οἴονται, τὸ
παράπαν ὑπάρχοντος τόπου, οὔτ´ ἂν ὕδωρ εἰσκρῖναι
δυνηθείημεν οὔτε ἄλλον ἀέρα, μὴ ὑποχωρήσαντος
τοῦ πρότερον ἐν αὐτῇ ὑπάρχοντος ἀέρος. καὶ ἐὰν μετὰ
πολλῆς βίας τὴν εἴσκρισιν ποιώμεθα, πρότερον διαρρα–
γήσεται τὸ τεῦχος ἢ ἐπιδέξεταί τι πλῆρες ὑπάρχον·
οὔτε γὰρ τὰ σώματα τοῦ ἀέρος δύναται συσταλῆναι
εἰς ἔλασσον μέγεθος· δεήσει γὰρ ἐν αὐτοῖς ἔχειν τινὰ
διαστήματα, εἰς ἃ συμπιλούμενα ἐλάσσων αὐτοῖς ὄγκος
ἔσται· τοῦτο δὲ οὐ πιθανὸν γίνεται μὴ ὄντος καθόλου
κενοῦ· οὔτε συνερηρεισμένων κατὰ πάσας τὰς ἐπι–
φανείας τῶν σωμάτων πρὸς ἄλληλα καὶ ὁμοίως πρὸς
τὴν τοῦ τεύχους περιοχὴν δύναιτο ἂν διωσθέντα τόπον
που ποιῆσαι, μὴ ὑπάρχοντος κενοῦ τινος· ὥστε κατὰ
μηδένα τρόπον προσεισκριθῆναί τι τῶν ἐκτὸς εἰς τὴν
σφαῖραν, ἐὰν μὴ ἐκχωρήσῃ τι μέρος τοῦ ἐν αὐτῇ ὑπάρ–
χοντος πρότερον ἀέρος, εἴπερ ἐστὶ πεπυκνωμένος καὶ
συνεχὴς πᾶς ὁ τόπος, ὡς οἴονται. καὶ μὴν ἐάν τις
ἐθέλῃ τὸν σίφωνα βαλὼν εἰς τὸ στόμα ἐμφυσᾶν εἰς τὴν
σφαῖραν, πολὺ προσεισκρινεῖ πνεῦμα, μὴ ὑποχωρήσαν–
τος τοῦ προϋπάρχοντος ἐν αὐτῇ ἀέρος· τούτου δὲ ἀεὶ
συμβαίνοντος, σαφῶς δείκνυται συστολὴ γινομένη τῶν
ὑπαρχόντων ἐν τῇ σφαίρᾳ σωμάτων εἰς τὰ παρεμπεπλεγ–
μένα κενά. παρὰ φύσιν δὲ ἡ συστολὴ γίνεται διὰ
τὴν τῆς εἰσκρίσεως βίαν. ἐάν τις οὖν ἐμφυσήσας καὶ
παρ´ αὐτὸ τὸ στόμα προσαγαγὼν τὴν χεῖρα συντόμως
ἐπιπωμάσῃ τῷ δακτύλῳ τὸν σίφωνα, μενεῖ πάντα τὸν
χρόνον συνεσφιγμένος ὁ ἀὴρ ἐν τῇ σφαίρᾳ· ἐὰν δέ τις
ἀναπωμάσῃ, πάλιν ἐκτὸς ὁρμήσει μετά τε ψόφου καὶ
βοῆς πολλῆς ὁ προσεισκριθεὶς ἀὴρ διὰ τὸ ἐκκρούεσθαι,
καθάπερ προεθέμεθα, κατὰ τὴν τοῦ προϋπάρχοντος
ἀέρος διαστολὴν τὴν κατὰ τὴν εὐτονίαν γινομένην.
πάλιν οὖν ἐάν τις βούληται τὸν ὑπάρχοντα ἀέρα ἐν
τῇ σφαίρᾳ ἐξέλκειν τῷ στόματι διὰ τοῦ σίφωνος, πολὺ
πλῆθος ἐπακολουθήσει, μηδεμιᾶς ἄλλης οὐσίας εἰς
τὴν σφαῖραν ἀντικαταλλασσομένης, καθάπερ ἐπὶ τοῦ
ᾠοῦ προείρηται· ὥστε διὰ τοῦ τοιούτου τελείως δεί–
κνυσθαι μεγάλην ἄθροισιν κενοῦ γινομένην ἐν τῇ
σφαίρᾳ· οὐ γὰρ μείζονα δυνατὸν γενέσθαι τὰ ὑπο–
λειπόμενα τοῦ ἀέρος σώματα κατὰ τὸν καιρὸν τοῦτον,
ὥστε συναναπληρῶσαι τὸν τῶν ἐκκρουσθέντων σωμάτων
τόπον· εἰ γὰρ αὐξηθήσεται, μηδεμιᾶς αὐτοῖς οὐσίας
δυναμένης ἔξωθεν προσεισκριθῆναι, πιθανὸν τὴν αὔξη–
σιν γενέσθαι κατὰ ἀραίωσιν. αὕτη δὲ ἔσται ἡ κατὰ
κένωσιν παρεμπλοκή· κενὸν δὲ οὐδέν φασιν ὑπάρχειν·
οὐδὲ ἄρα αὐξηθήσεται τὰ σώματα· ἄλλην γὰρ αὔξησιν
οὐδεμίαν αὐτοῖς ἐσομένην ἐπινοῆσαι δυνατόν ἐστι.
φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι τοῖς μὲν τοῦ ἀέρος
σώμασι παρέσπαρταί τινα μεταξὺ κενά, βίας δέ τινος
προσελθούσης συνίζησιν πάσχει παρὰ φύσιν εἰς τὰ
κενά. ὁ δὲ ἐν τῷ ἀγγείῳ τῷ κατεστραμμένῳ εἰς τὸ
ὕδωρ ἐνὼν ἀὴρ οὐ πάνυ λαμβάνει πίλησιν· τὸ γὰρ
βιαζόμενον οὐκ ἔστιν ἀξιόχρεων διὰ τὸ τὸ ὕδωρ φυσι–
κῶς αὐτὸ ἐν ἑαυτῷ μήτε βάρος μήτε ἔκθλιψιν σφοδρὰν
ἔχειν· ὅθεν συμβαίνει τῶν κατακολυμβώντων εἰς τὸν
βυθὸν τῆς θαλάσσης μετρητὰς ἀπείρους ἐχόντων κατὰ
τῶν νώτων τὰς ἀναπνοὰς μὴ βιάζεσθαι ὑπὸ τοῦ
ὕδατος, ὀλίγου παντελῶς ἐν τοῖς μυκτῆρσιν ἀέρος
ἀπειλημμένου. τίς δὲ ἔστιν ἡ αἰτία, δι´ ἥν, ὡς εἴρηται,
οἱ ἐν τῷ βυθῷ κολυμβῶντες ἄπειρον βάρος ἔχοντες
ὕδατος κατὰ τῶν νώτων οὐ θλίβονται, ἄξιον ἐπιστῆσαι.
λέγουσι δή τινες· „διότι τὸ ὕδωρ ἰσοβαρὲς αὐτὸ καθ´
αὑτό ἐστιν“. οὗτοι δὲ οὐδὲν ἀποφαίνονται, διότι οἱ
κάτω κολυμβῶντες οὐ θλίβονται ὑπὸ τοῦ ὑπεράνω
ὕδατος. ἀποδεικτέον δὲ οὕτως. ὑπολάβωμεν† τὸ ὑπεράνω
ὑγρὸν ἀπὸ τῆς τοῦ θλιβομένου ἐπιφανείας, καθ´ ἣν
ἐπίκειται αὐτῷ τὸ ὕδωρ, σῶμά τι ἰσοβαρὲς ὂν τῷ
ὑγρῷ τὸ αὐτὸ σχῆμα ἔχειν τῷ ὑπεράνω ὑγρῷ· τοῦτο
δὲ ἐμβεβλῆσθαι εἰς τὸ ὑγρόν, ὥστε τὴν κάτω ἐπιφάνειαν
αὐτοῦ ἁρμόζειν τῷ θλιβομένῳ, καὶ ὥσπερ† αὐτὸ εἶναι
καὶ ὁμοίως ἐπικεῖσθαι τῷ πρότερον ἐπικειμένῳ ὑγρῷ.
φανερὸν οὖν ὅτι τοῦτο τὸ σῶμα οὔτε ὑπερέχει τι τοῦ
ὑγροῦ ἀφεθὲν οὔτε καταδύσεται ὑπὸ τὴν τοῦ ἄνω
ὑγροῦ ἐπιφάνειαν. ἀπεδείχθη γὰρ Ἀρχιμήδει ἐν τοῖς
Ὀχουμένοις, ὅτι τὰ ἰσοβαρῆ τῷ ὑγρῷ σώματα ἀφεθέντα
εἰς τὸ ὑγρὸν οὔτε ὑπερέξει τοῦ ὑγροῦ οὔτε καταδύ–
σεται, οὐδ´ ἄρα θλίψει τὰ ὑποκείμενα. ἀφαιρεθέντων
οὖν τῶν ἄνωθεν θλιβόντων, μενεῖ τὸ σῶμα ἐν τῷ
αὐτῷ τόπῳ· πῶς οὖν θλίψει τὸ σῶμα τὸ μὴ ἔχον ὄρεξιν
εἰς τὸ κάτω; τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ὑγρόν, ἔνθα
ἦν τὸ σῶμα, οὐ θλίψει τὰ ὑποκείμενα· ἕνεκα γὰρ
μονῆς τε καὶ κινήσεως διαφέρει τὸ εἰρημένον σῶμα τοῦ
τὸν αὐτὸν τόπον ἐπέχοντος ὑγροῦ. ὅτι δὲ ἔστι κενά,
καὶ ἐκ τούτων ἄν τις καταλάβοι. μὴ γὰρ ὄντων αὐτῶν,
οὐτ´ ἂν διὰ τοῦ ὕδατος οὔτε διὰ τοῦ ἀέρος οὔτε δι´
ἄλλου σώματος οὐδενὸς ἠδύνατο ἂν διεκπίπτειν τὸ
φῶς οὐδὲ ἡ θερμότης οὐδ´ ἄλλη δύναμις οὐδεμία σω–
ματική. ἐπεὶ πῶς ἂν αἱ τοῦ ἡλίου ἀκτῖνες διὰ τοῦ
ὕδατος διεξέπιπτον εἰς τὸν τοῦ ἀγγείου πυθμένα; εἰ
γὰρ τὸ ὑγρὸν μὴ εἶχε πόρους, ἀλλὰ βίᾳ διέστελλον αἱ
αὐγαὶ τὸ ὕδωρ, συνέβαινεν ἂν ὑπερεκχεῖσθαι τὰ πλήρη
τῶν ἀγγείων· ὅπερ οὐ φαίνεται γινόμενον. ἔτι δὲ καὶ
ταύτῃ φανερόν· εἰ γὰρ βίᾳ τὸ ὕδωρ διέστελλον, οὐκ
ἂν τῶν ἀκτίνων αἱ μὲν ἀνεκλῶντο πρὸς τὸν ἄνω
τόπον, αἱ δὲ καὶ κάτω διεξέπιπτον. νυνὶ δὲ ὅσαι μὲν
προσκόπτουσιν αὐγαὶ τοῖς τοῦ ὕδατος μορίοις, ὥσπερ
ἀνακρουόμεναι ἀνακλῶνται πρὸς τὸν ἄνω τόπον· ὅσαι
δὲ εἰς τὰ κενὰ τοῦ ὕδατος ἐμπίπτουσιν, ὀλίγοις προσ–
πίπτουσαι μορίοις αὗται διεκπίπτουσιν εἰς τὸ τοῦ
ἀγγείου ἔδαφος. ἔτι δὲ καὶ ταύτῃ φανερόν, ὡς ἐν τῷ
ὕδατι ὑπάρχει κενά, τῷ τὸν ἐμβαλλόμενον οἶνον εἰς
τὸ ὕδωρ ὁρᾶσθαι κατὰ χύσιν εἰς πάντα τόπον τοῦ
ὕδατος χωροῦντα. τοῦτο δὲ οὐκ ἂν ἐγίνετο, μὴ ὄντων
ἐν τῷ ὕδατι κενῶν. φέρεται δὲ καὶ τὸ φῶς τὸ ἕτερον
διὰ τοῦ ἑτέρου· ὅταν γάρ τις πλείους ἅψῃ λύχνους,
ἅπαντα φωτίζεται μᾶλλον, τῶν αὐγῶν πάντῃ φερο–
μένων δι´ ἀλλήλων. ἀλλὰ μὴν καὶ διὰ χαλκοῦ καὶ
σιδήρου καὶ τῶν ἄλλων ἁπάντων διεκπίπτει σωμάτων,
καθάπερ καὶ τὸ ἐπὶ τῆς νάρκης τῆς θαλασσίας γινό–
μενον. ὅτι δὲ καὶ ἄθρουν κενὸν γίνεται παρὰ φύσιν,
δέδεικται διά τε τοῦ προσφερομένου τῷ στόματι κούφου
ἀγγείου καὶ διὰ τοῦ ἰατρικοῦ ᾠοῦ. περὶ μὲν οὖν τῆς
τοῦ κενοῦ φύσεως καὶ ἄλλων πολλῶν οὐσῶν ἀποδείξεων,
ἱκανὰς εἶναι καὶ τὰς εἰρημένας νομίζομεν· καὶ γὰρ δι´
αὐτῶν τῶν αἰσθητῶν τὰς ἀποδείξεις ἐποιησάμεθα. ἐπὶ
πάντων τοίνυν ἔστιν εἰπεῖν, ὅτι πᾶν μὲν σῶμα ἐκ
λεπτομερῶν συνέστηκεν σωμάτων, ὧν μεταξύ ἐστι
παρεσπαρμένα κενὰ ἐλάττονα τῶν μορίων· διὸ καὶ
καταχρηστικῶς μηδὲν εἶναι κενὸν 〈ἄθρουν〉 λέγομεν,
βίας τινὸς μὴ παρεισελθούσης, ἀλλὰ πάντα πλήρη εἶναι
ἤτοι ἀέρος ἢ ὑγροῦ ἢ ἄλλης τινὸς οὐσίας· καθ´ ὁπό–
σον δ´ ἄν τι τούτων ἐκχωρῇ, κατὰ τοσοῦτον ἕτερον
ἐπακολουθοῦν τὸν κενούμενον ἀναπληροῖ τόπον· καὶ
ὅτι κενὸν μὲν ἄθρουν οὐκ ἔστι κατὰ φύσιν βίας τινὸς
μὴ παρεισελθούσης, καὶ πάλιν ὅτι οὐκ ἔστι ποτὲ τὸ
παράπαν κενόν, παρὰ φύσιν δὲ γενόμενον. τούτων δὴ
διασεσαφηνισμένων ἑξῆς τὰ διὰ τῆς συμπλοκῆς τῶν
εἰρημένων στοιχείων ἐπιτελούμενα θεωρήματα γράψο–
μεν. ἔστι γὰρ δι´ αὐτῶν εὑρίσκειν πάνυ ποικίλας καὶ
θαυμασίας κινήσεις.
Τούτων δὴ προτεθεωρημένων στοιχείου ἕνεκα γρά–
φομεν καὶ περὶ τῶν καμπύλων σιφώνων· εἰς πολλὰ
γὰρ τῶν πνευματικῶν εὔχρηστοι τυγχάνουσιν.
Ἔστω γὰρ καμπύλος σίφων, τουτέστι σωλήν, ὁ
ΑΒΓ, οὗ τὸ μὲν ΑΒ σκέλος ἔστω ἐν ἀγγείῳ τῷ ΔΕ
πλήρει ὄντι ὕδατος. ἔστω δὲ ἡ τοῦ ὕδατος ἐπιφάνεια
κατὰ τὴν εὐθεῖαν, ἐφ´ ἧς ἐστιν ἡ ΖΗ, καὶ τὸ τοῦ
καμπύλου σίφωνος σκέλος τὸ ΑΒ πληρωθήσεται ὕδατος
ἄχρι τῆς ΖΗ εὐθείας, τουτέστι τὸ ΑΘ μέρος αὐτοῦ·
τὸ δὲ ΘΒΓ πλῆρες ἔσται ἀέρος. ἐὰν οὖν διὰ τοῦ Γ
στομίου ἐπισπασώμεθα τῷ στόματι τὸν εἰρημένον
ἀέρα, συνεπακολουθήσει καὶ τὸ ὑγρὸν διὰ τὸ μὴ δύ–
νασθαι, ὡς προείρηται, κενὸν ἄθρουν ὑπάρξαι τόπον.
καὶ εἰ μὲν τὸ Γ στόμιον τοῦ σίφωνος ἐπ´ εὐθείας
ἐστὶ τῇ ΖΗ, πληρωθεὶς τοῦ ὕδατος οὐκέτι ῥεύσει ὁ
σίφων, ἀλλὰ μενεῖ πλήρης· ὥστε τὸ ΑΒΓ μέρος αὐτοῦ
πεπληρῶσθαι ὕδατος, καίτοι παρὰ φύσιν οὔσης τῆς
εἰς τὸ ἄνω μέρος αὐτῷ φορᾶς· ἀλλ´ ὥσπερ ζυγοῦ
τινος ἰσορρόπησιν ἔχον τὸ ὕδωρ μενεῖ ἄνω τε με–
τεωρισθὲν κατὰ τὸ ΘΒ μέρος καὶ κάτω κρεμάμενον
κατὰ τὸ ΒΓ. ἐὰν δὲ τὸ ἐκτὸς στόμιον τοῦ σίφωνος
κατώτερον ᾖ τῆς ΖΗ εὐθείας, ὥσπερ τὸ Κ, ῥέει τὸ
ὕδωρ, ἐπειδήπερ τὸ ἐν τῷ ΚΒ μέρει βαρύτερον ὂν
τοῦ 〈ἐν τῷ〉 ΒΘ κατακρατεῖ καὶ ἐπισπᾶται· ἐπὶ τοσοῦ–
τον μέντοι ῥέει, ἕως ἂν τὸ Κ στόμιον ἐπ´ εὐθείας
γένηται τῇ τοῦ ὕδατος ἐπιφανείᾳ· καὶ πάλιν διὰ τὴν
αὐτὴν αἰτίαν οὐκέτι ῥεύσει. ἐὰν δὲ τὸ ἐκτὸς στόμιον
τοῦ σωλῆνος κατωτέρω ᾖ τοῦ Α, ὥσπερ τὸ Λ, ῥέει,
ἄχρις ἂν ἡ τοῦ ὕδατος ἐπιφάνεια γένηται πρὸς τῷ Α
στομίῳ. ἐὰν οὖν βουλώμεθα πᾶν κενωθῆναι τὸ ἐν τῷ
ἀγγείῳ ὕδωρ, καθήσομεν τὸν σίφωνα, ὥστε τὸ Α στό–
μιον ψαύειν τοῦ πυθμένος τοῦ ἀγγείου ἀπέχον τοσοῦτον
ὅσον ὕδατος διάρρυσιν.
Τὴν μὲν οὖν εἰρημένην ἐπὶ τοῦ σίφωνος αἰτίαν
τινὲς ἀποδεδώκασι λέγοντες, διότι τὸ μεῖζον σκέλος
πλέον ὕδωρ ἔχον ἐπισπᾶται τὸ ἔλαττον. ὅτι δὲ ψευδής
ἐστιν ἡ τοιαύτη αἰτία καὶ ὁ ταύτῃ πιστεύσας μεγάλως
〈ἂν〉 ἀγνοήσειεν ἐπιχειρήσας ἀπὸ ταπεινοῦ ὕδωρ ἀγα–
γεῖν, οὕτως ἀποδείξομεν· γεγονέτω γὰρ σίφων ἔχων
τὸ ἐντὸς σκέλος μακρότερόν τε καὶ στενόν, τὸ δὲ ἐκτὸς
εὐρύτερόν τε καὶ ἔλαττον πολλῷ κατὰ μῆκος, ὥστε δέ–
χεσθαι πλέον ὕδωρ αὐτὸ τοῦ μακροτέρου σκέλους. καὶ
οὕτως πεπληρώσθω ὕδατος· τὸ δὲ μεῖζον αὐτοῦ σκέλος
ἐμβεβλήσθω εἰς ὕδατος ἀγγεῖον ἢ καὶ εἴς τι φρέαρ.
οὐκοῦν ἐὰν ἀφῶμεν ῥεῖν τὸ ἐκτὸς σκέλος, πλέον ὕδωρ
ἔχον τοῦ ἐντὸς ἐπισπάσεται τὸ ἐκ τοῦ μείζονος, ὃ δὴ
καὶ συνεπισπάσεται τὸ ἐν τῷ φρέατι· καὶ ἀρξάμενον
ῥέειν πᾶν κενώσει ἢ ἀεὶ ῥεύσει, ἐπειδήπερ τὸ ἐκτὸς
ὑγρὸν πλεῖόν ἐστι τοῦ ἐν τῷ ἐντὸς σκέλει. ἀλλ´ οὐ
φαίνεται τοῦτο γινόμενον· οὐκ ἄρα ἀληθής ἐστιν ἡ
εἰρημένη αἰτία. ἴδωμεν δὴ τὴν κατὰ φύσιν αἰτίαν.
ἐπειδὴ γὰρ πᾶν συνεχὲς ὑγρὸν ἠρεμῆσαν σφαιρικὴν
ἐπιφάνειαν λαμβάνει κέντρον ἔχουσαν τὸ αὐτὸ τῇ γῇ,
μὴ ἠρεμοῦν δὲ ῥέει, ἕως οὗ, ὡς εἴρηται, ἐν μιᾷ ἐπι–
φανείᾳ σφαιρικῇ γένηται. ἐὰν ἄρα δύο ἀγγεῖα λαβόντες
ἐμβάλωμεν εἰς ἑκάτερον ὑγρὸν καὶ πληρώσαντες τὸν
σίφωνα καταλαβόμενοί 〈τε〉 αὐτοῦ τὰ στόμια τοῖς δα–
κτύλοις ἐμ–
βάλωμεν τὸ
ἕτερον σκέ–
λος αὐτοῦ
ἐν ἑνὶ τῶν
ἀγγείων βα–
πτιζόμενον
εἰς τὸ ὕδωρ,
τὸ δὲ λοιπὸν
ἐν τῷ ἑτέρῳ
ἀγγείῳ, γί–
νεται συνε–
χὲς τὸ πᾶν
ὕδωρ· ἑκά–
τερον γὰρ τῶν ἐν τοῖς ἀγγείοις ὑγρῶν συνάπτει τῷ ἐν
τῷ σίφωνι ὑγρῷ, ὥστε πᾶν ἐγένετο συνεχές. εἰ μὲν
οὖν αἱ πρότερον ἐν τοῖς ἀγγείοις τῶν ὑγρῶν ἐπι–
φάνειαι ἐν μιᾷ ἦσαν ἐπιφανείᾳ, ἠρεμήσει καὶ οὕτως
ἑκατέρα αὐτῶν τοῦ σίφωνος ἐμβληθέντος· εἰ δὲ οὔ,
ἐπεὶ συνεχὲς ἐγένετο τὸ ὕδωρ, ἀνάγκη πᾶσα ῥεῖν αὐτὸ
ἐπὶ τὸ ταπεινότερον διὰ τὴν συνέχειαν, ἕως οὗ ἤτοι
ἐν μιᾷ γένηται ἐπιφανείᾳ τὸ ἐν τοῖς ἀγγείοις πᾶν
ὕδωρ ἢ τὸ ἕτερον τῶν ἀγγείων κενωθῇ. γεγονέτω οὖν,
ὡς εἴρηται, ἐν μιᾷ ἐπιφανείᾳ τὰ ἐν τοῖς ἀγγείοις
ὑγρά· ἠρεμήσει ἄρα, ὥστε καὶ τὸ ἐν τῷ σίφωνι συνηρε–
μήσει αὐτοῖς· ἐὰν ἄρα νοήσῃ τις ἀποτετμημένον τὸν
σίφωνα κατὰ τὰς ἐν τοῖς ἀγγείοις τῶν ὑγρῶν ἐπι–
φανείας, καὶ οὕτως ἠρεμήσει τὸ ὑγρὸν τὸ ἐν τῷ σίφωνι·
καὶ μετεωρισθέντος ἄρα αὐτοῦ καὶ ἐπὶ μηδέτερον
μέρος ἐγκλινομένου, πάλιν ἠρεμήσει τὸ ὑγρόν, ἐάν τε
διόλου ἴσον ἔχῃ τὸ εὖρος ἐάν τε τὸ ἕτερον σκέλος
τοῦ ἑτέρου πολλῷ μεῖζον ᾖ· οὐ γὰρ παρά γε τοῦτο ἡ
αἰτία ἐγίνετο τοῦ ἠρεμεῖν τὸ ὑγρόν, ἀλλὰ παρὰ τὸ
ἐξ ἴσου κεῖσθαι τὰ στόμια αὐτοῦ. πῶς οὖν μετεωρι–
σθέντος αὐτοῦ οὐ καταφέρεται τὸ ὑγρὸν τῷ ἰδίῳ βάρει
ὑποκείμενον ἔχον κουφότερον ἀέρα; ὅτι κενὸς ἄθρους
οὐ δύναται ὑπάρξαι τόπος· εἰ γὰρ μέλλει καταφέρε–
σθαι, πρότερον πληρωθῆναι δεῖ τὸν ἀνώτερον τοῦ
σίφωνος τόπον, εἰς ὃν ἀὴρ παρεισελθεῖν οὐδαμῶς δυ–
νατός ἐστιν. ἐὰν οὖν τρυπήσῃ τις τὸν ἀνώτερον τόπον
τοῦ σίφωνος, εὐθέως καταρραγήσεται τὸ ὑγρὸν τοῦ
ἀέρος ἔχοντος παρείσδυσιν. πρὸ δὲ τοῦ τρυπηθῆναι
ἐπικείμενον τὸ ἐν τῷ σίφωνι ὑγρὸν τῷ ὑποκειμένῳ
ἀέρι ἐκθλίβει αὐτόν· οὗτος δὲ μὴ ἔχων, ὅπῃ χωρήσει,
οὐκ ἐᾷ παρεξελθεῖν τὸ ὑγρόν. ὅτε δὲ διὰ τοῦ τρυπή–
ματος τόπον ἔσχεν ὁ ἀήρ, ὅπῃ χωρήσει, τότε μὴ ἀντέ–
χων τὸ τοῦ ὕδατος βάρος ἐξεχώρησε. διὰ δὲ τὴν αὐτὴν
αἰτίαν καὶ τῷ σίφωνι τὸν οἶνον παρὰ φύσιν εἰς τὸ
ἄνω ἐπισπώμεθα τῷ στόματι· δεξάμενοι γὰρ ἐν ἑαυτοῖς
τὸν ἐν τῷ σίφωνι ἀέρα πληρέστεροι ἢ πρότερον γινό–
μεθα καὶ θλίβομεν τὸν συνημμένον [ἐν] ἑαυτοῖς ἀέρα,
οὗτος δὲ τὸν ἐξ ἀρχῆς, ἄχρις ἂν πρὸς τῇ ἐπιφανείᾳ
τοῦ οἴνου ἡ κένωσις γένηται. καὶ τότε ὁ οἶνος θλιβό–
μενος εἰς τὸν κενούμενον τοῦ σίφωνος τόπον χωρήσει·
ἄλλος γὰρ τόπος οὐκ ἔστιν ὅπῃ θλιβόμενος χωρήσει·
διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ παρὰ φύσιν αὐτῷ γί–
νεται εἰς τὸ ἄνω μέρος ἡ φορά. καὶ ἄλλως δὲ ... ἠρε–
μήσει τὸ ὑγρὸν ἐν τῷ σίφωνι, ὅταν ἐν μιᾷ ᾖ σφαι–
ρικῇ ἐπιφανείᾳ κέντρον ἐχούσῃ τὸ αὐτὸ τῇ γῇ· ἐπει–
δήπερ ἐὰν ὑγροῦ τινος ἡ ἐπιφάνεια σφαιρικὴ ᾖ κέντρον
ἔχουσα τὸ αὐτὸ τῇ γῇ, ἠρεμεῖ· εἰ γὰρ δυνατόν, μὴ
ἠρεμείτω· κινηθεῖσα ἄρα ἠρεμήσει· ἠρεμείτω οὖν. αὕτη
ἄρα ἔσται σφαιρικὴ ἐπιφάνεια κέντρον ἔχουσα τὸ αὐτὸ
τῇ γῇ, καὶ τέμνει τὴν προτέραν ἐπιφάνειαν· τὸ γὰρ
αὐτὸ ὑγρὸν ἀπὸ κοινοῦ τινος ἕτερον καὶ ἕτερον ἐπέσχε
τόπον. ἀμφότεραι οὖν τετμήσθωσαν διὰ τοῦ κέντρου
τῆς γῆς ἐπιπέδῳ τινὶ καὶ ποιείτωσαν γραμμὰς ἐν ταῖς
ἐπιφανείαις κύκλων περιφερείας τὸ αὐτὸ κέντρον ἐχού–
σας τῇ γῇ· ποιείτωσαν τὰς ΑΒΓ, ΖΒΔ· καὶ διήχθω
ἡ ΒΗ· ἴση ἄρα ἡ ΒΗ ἑκατέρᾳ τῶν ΗΖ, ΗΑ, ὅπερ
ἄτοπον· ἠρεμήσει ἄρα.
Ἔστι δὲ καὶ ἄλλος καλούμενος μέσος πνικτὸς
διαβήτης τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ καμπύλῳ
σίφωνι.
Ἔστω γὰρ ἀγγεῖον ὁμοίως πλῆρες ὕδατος τὸ ΑΒ·
διὰ δὲ τοῦ πυθμένος αὐτοῦ διώσθω σωλὴν ὁ ΓΔ
συνεστεγνωμένος τῷ πυθμένι καὶ ὑπερέχων εἰς τὸ
κάτω μέρος· τὸ δὲ Γ στόμιον αὐτοῦ μὴ συνεγγιζέτω τῷ
στόματι τοῦ ΑΒ ἀγγείου. ἕτερος δὲ σωλὴν περικείσθω
τῷ ΓΔ ὁ ΕΖ ἀπέχων ἀπ´ αὐτοῦ πάντοθεν τὸ ἴσον·
καὶ τὸ μὲν ἄνω στόμιον αὐτοῦ ἐπιπεφράχθω λεπιδίῳ
τῷ ΕΗ ἀπέχοντι ἀπὸ τοῦ Γ στομίου βραχύ· τὸ δὲ
κάτω στόμιον τοῦ ΕΖ σωλῆνος ἀπεχέτω ἀπὸ τοῦ
πυθμένος τοῦ ΑΒ ἀγγείου ὅσον ὕδατι διάρρυσιν.
τούτων δὲ οὕτως ἐχόντων ἐὰν ἐπισπασώμεθα ὁμοίως
διὰ τοῦ Δ στομίου τὸν ἐν τῷ ΓΔ σωλῆνι ἀέρα,
συνεπισπασόμεθα καὶ τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὕδωρ,
ὥστε ἐκρεῖν. καὶ τότε πᾶν ῥεύσεται τὸ ἐν τῷ ΑΒ ἀγ–
γείῳ ὕδωρ διὰ τῆς ἐκτὸς τοῦ σίφωνος ὑπεροχῆς· ὁ
γὰρ ἀὴρ ὁ μεταξὺ τῆς ἐπιφανείας τοῦ ὑγροῦ καὶ τοῦ
ΕΖ ὀλίγος ὢν δύναται χωρῆσαι εἰς τὸν ΓΔ σωλῆνα
καὶ συνεπισπάσασθαι τὸ ὑγρόν· οὐ στήσεται δὲ ἡ
ῥύσις διὰ τὴν ἐκτὸς ὑπεροχὴν (μὴ γὰρ ὄντος τοῦ ΕΖ
παύσεται ῥέον, ὅταν ἡ ἐπιφάνεια τοῦ ὑγροῦ κατὰ τὸ
Γ γένηται, τῆς ὑπεροχῆς μενούσης), ἀλλὰ τῷ μὴ
ἀντεισκρίνεσθαι ἀέρα, τοῦ ΕΖ ὅλου καθ´ ὕδατος ὄντος·
ὁ γὰρ εἰσκρινόμενος ἀὴρ χωρήσει εἰς τὸ ΑΒ ἀγγεῖον
ἀντὶ τοῦ ἐπεξιόντος ὕδατος· πᾶν γὰρ τὸ ἐκτὸς στόμιον
τοῦ σωλῆνος πρὸς τὸ ὕδωρ ἀεὶ ταπεινότερόν ἐστι τῆς
ἐν τῷ ἀγγείῳ τοῦ ὕδατος ἐπιφανείας. μηδέποτε δὲ
δυναμένης μιᾶς ἐπιφανείας γενέσθαι, πᾶν ἐκκρίνει
τὸ ὕδωρ, καὶ τῷ μείζονι βάρει ἡ ἕλξις γίνεται. ἐὰν
οὖν μὴ βουλώμεθα τῷ στόματι ἐπισπᾶσθαι τὸν ἐν τῷ
ΓΔ σωλῆνι ἀέρα, προσεπιχέομεν εἰς τὸ ΑΒ ἀγγεῖον
ὕδωρ, ἄχρις ἂν ὑπερχυθὲν διὰ τοῦ ΓΔ σωλῆνος τὴν
ἀρχὴν τῆς ῥεύσεως λάβῃ. καὶ οὕτως πάλιν πᾶν
κενωθήσεται τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὕδωρ. καλεῖται δέ,
ὡς εἴρηται, ὁ ΓΔΕΖ πνικτὸς σίφων ἢ πνικτὸς δια–
βήτης.
Ἐκ δὴ τῶν προδεδειγμένων φανερὸν ὅτι ἡ γινο–
μένη διὰ τοῦ σίφωνος ῥύσις ἀκινήτου διαμένοντος
ἀνώμαλος γίνεται· τὸ γὰρ αὐτὸ πάσχει τετρυπημένου
ἀγγείου παρὰ τὸν πυθμένα καὶ ῥέοντος· καὶ ἐνταῦθα
γὰρ ἡ ῥύσις ἀνώμαλος τῷ ἐν ἀρχῇ μὲν τῆς ῥύσεως
πλείονι βάρει θλίβεσθαι τὴν τοῦ ὕδατος ἔκρυσιν,
κενουμένου δὲ ἐλάττονι· καὶ ὅσῳ δ´ ἂν ἡ ἐκτὸς τοῦ
σίφωνος ὑπεροχὴ μείζων ὑπάρχῃ, ταχυτέρα ἡ ῥύσις
γίνεται· πάλιν γὰρ ἡ διὰ τοῦ στομίου αὐτοῦ ἔκρυσις
πλείονι βάρει θλίβεται ἢ ὅταν ἐλάττων ᾖ ἡ ἐκτὸς
ὑπεροχή, ᾗ ὑπερέχει ἡ τοῦ ἐν τῷ ἀγγείῳ ὕδατος ἐπι–
φάνεια τοῦ ἐκτὸς στομίου τοῦ σίφωνος. ἡ μὲν οὖν διὰ
τοῦ σίφωνος ἀεὶ ἀνώμαλος ῥύσις εἴρηται· δέον δέ ἐστι
ῥύσιν εὑρεῖν διὰ τοῦ σίφωνος ἀεὶ ὁμαλήν.
Ἔστω τι ἀγγεῖον ὕδωρ ἔχον τὸ ΑΒ, ἐν ᾧ ἐπινη–
χέσθω λεβητάριον τὸ ΓΔ ἐπιπεφραγμένον τὸ στόμα
τῷ ΓΔ ἐπιφράγματι· διὰ δὲ τοῦ ἐπιφράγματος καὶ
τοῦ πυθμένος τοῦ λεβηταρίου διώσθω τοῦ σίφωνος
τὸ ἓν σκέλος καὶ συνεστεγνώσθω τοῖς τρυπήμασι
κασσιτέρῳ· τὸ δὲ ἕτερον σκέλος ἐκτὸς ἔστω τοῦ ΑΒ
ἀγγείου ἔχον τὸ στόμιον ταπεινότερον τῆς τοῦ ἐν τῷ
ΑΒ ἀγγείῳ ὕδατος ἐπιφανείας. ἐὰν οὖν διὰ τοῦ ἐκτὸς
στομίου τοῦ σίφωνος ἐπισπασώμεθα τὸν ἐν τῷ σίφωνι
ὄντα ἀέρα, συνακολουθήσει τὸ ὑγρὸν διὰ τὸ μὴ δύ–
νασθαι κενὸν ἄθρουν τόπον ἐν τῷ σίφωνι γενέσθαι.
ἀρχὴν δὲ λαβὼν ὁ σίφων τῆς ῥύσεως ῥέει, ἄχρις ἂν
πᾶν κενώσῃ τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ· καὶ ἔσται ἡ ῥύσις
ὁμαλὴ τῷ τὴν ἐκτὸς ὑπεροχὴν τοῦ σίφωνος, ἣν ὑπερ–
έχει εἰς τὸ κάτω μέρος τῆς τοῦ ὕδατος ἐπιφανείας,
ἀεὶ τὴν αὐτὴν γίνεσθαι, ἐπειδήπερ τῇ τοῦ ἀγγείου
κενώσει συγκαταβαίνει καὶ ὁ λέβης σὺν τῷ σίφωνι.
ὅσῳ δ´ ἂν ἡ ἐκτὸς ὑπεροχὴ μείζων ᾖ, τοσούτῳ ὀξυτέρα
τῆς πρότερον ἡ ῥύσις ἔσται, ὁμαλὴ δὲ καθ´ ἑαυτήν.
ἔστω δὲ ὁ εἰρημένος σίφων ὁ ΕΖΗ, ἡ δὲ τοῦ ὕδατος
ἐπιφάνεια κατὰ τὴν ΘΚ εὐθεῖαν.
Ἡ δὲ κατὰ μέν τι ὁμαλή, κατὰ δέ τι ἀνώμαλος
γίνεται οὕτως διὰ τοῦ σίφωνος· καλῶ δὲ κατὰ μέν τι
ὁμαλήν, κατὰ δέ τι ἀνώμαλον, ὅταν ἐπί τινα χρόνον
βουλομένοις ὁμαλὴ ᾖ ἡ γινομένη ἐξ ἀρχῆς ῥύσις, ἐπὶ
δὲ ἕτερον πάλιν χρόνον προαιρουμένοις ὁμαλὴ μὲν ᾖ
καθ´ ἑαυτὴν ἡ γινομένη ῥύσις, τῆς δὲ πρότερον ἤτοι
βραδυτέρα ἢ ταχυτέρα.
Ἔστω γὰρ πάλιν τὸ μὲν τοῦ ὕδατος ἀγγεῖον τὸ
ΑΒ, λέβης δὲ ὁ ΓΔ· διὰ δὲ τοῦ ἐπιφράγματος καὶ
τοῦ πυθμένος τοῦ λέβητος διώσθω σωλὴν εὐρύτερος
τοῦ ἐντὸς σκέλους
τοῦ σίφωνος· καὶ
ἔστω σίφων οὗτος
ὁ ΜΛ συνεστεγνω–
μένος τῷ τε ἐπι–
φράγματι καὶ τῷ
πυθμένι τοῦ λέβη–
τος. ἐπὶ δὲ τοῦ ἐπι–
φράγματος ἐφεστά–
τω πηγμάτιον ἐκ
κανονίων πεπηγὸς
καθάπερ τὸ Π γράμ–
μα· καὶ ἔστω τὸ
ΓΝΞΔ. ἐν δὲ τοῖς
ὀρθοῖς κανονίοις
τοῖς ΓΝ, ΞΔ ἐκ τοῦ
ἐντὸς μέρους ἐγ–
γεγλύφθωσαν σω–
λῆνες κατὰ τὸ μῆκος
τῶν κανονίων, ἐν
οἷς διατρεχέτω ἕτερον κανόνιον τὸ ΟΠ εὐλύτως. ἔστω
δὲ καὶ κοχλίας ὁ ΡΣ ὀρθῶς βεβηκὼς ἐπὶ τοῦ ΓΔ ἐπι–
φράγματος καὶ διὰ τρήματος διεληλυθὼς μένοντος ἐν
τῷ ΟΠ κανόνι. ἔστω δὲ καὶ τύλος τις συμφυὴς τῷ
ΟΠ κανονίῳ, ὥστε παρεμβαίνειν εἰς τὴν τοῦ κοχλίου
ἕλικα. ὑπερεχέτω δὲ ὁ κοχλίας ὑπὲρ τὸ ΝΞ κανόνιον·
τῇ δὲ ὑπεροχῇ συμφυὴς ἔστω χειρολαβίς, δι´ ἧς ἐπι–
στρέφομεν τὸν κοχλίαν, ὥστε τὸ ΟΠ κανόνιον ὁτὲ μὲν
μετέωρον γίνεσθαι, ὁτὲ δὲ ταπεινοῦσθαι. τῷ δὲ ΟΠ
κανονίῳ συμφυὲς γεγονέτω τὸ ἐντὸς σκέλος τοῦ σίφωνος
διεληλυθὸς καὶ διὰ τοῦ ΛΜ σωλῆνος, ὥστε τὸ στό–
μιον αὐτοῦ βαπτίζεσθαι εἰς τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ.
καὶ ἐὰν οὖν πάλιν ἐπισπασώμεθα διὰ τοῦ ἐκτὸς στο–
μίου τὸ ὑγρόν, ῥεύσει ὁ σίφων ὁμαλῶς, ἕως ἂν πᾶν
κενωθῇ τὸ ἐν αὐτῷ ὑγρόν· ὅταν δὲ βουλώμεθα δι´
αὐτοῦ ἑτέραν ῥύσιν γίνεσθαι τῆς μὲν προειρημένης
ταχυτέραν, ὁμαλὴν δὲ καθ´ αὑτήν, ἐπιστρέψομεν τὸν
κοχλίαν, ὥστε τὸ ΟΠ κανόνιον ταπεινότερον γενέσθαι·
ἔσται γὰρ ἡ ἐκτὸς ὑπεροχὴ τοῦ σίφωνος μείζων τῆς
πρότερον. καὶ διὰ τοῦτ´ ἔστιν ἡ ῥύσις ὁμαλὴ μὲν καθ´
αὑτήν, τῆς δὲ πρότερον ταχυτέρα. ἐὰν δὲ ἔτι πάλιν
ταχυτέραν ..., ἐπιστρέψομεν τὸν κοχλίαν εἰς τὸ ἔτι
ταπεινότερον γενέσθαι τὸ ΟΠ κανόνιον· ἐὰν δὲ βραδυ–
τέραν βουλώμεθα, ... τὸ ΟΠ κανόνιον μετέωρον γε–
νέσθαι· καὶ οὕτως διὰ σίφωνος ἔσται ἡ ῥύσις ἡ κατὰ
μέν τι ὁμαλή, κατὰ δέ τι ἀνώμαλος.
Ἵνα δὲ μὴ καὶ διὰ τοῦ στόματος αὑτῶν ἐπισπα–
σώμεθα τὸ ὕδωρ—οὐδὲ γὰρ ἐπὶ πάντων τῶν σιφώ–
νων τοῦτο δυνατὸν ἔσται, ἐὰν μὴ πάνυ μικροὶ ὦσι—,
ποιήσομεν οὕτως.
Ἔστω σμηρισμάτιόν τι, οὗ τὸ μὲν ἄρρεν προσ–
κείσθω τῷ ἐκτὸς σκέλει τοῦ σίφωνος, ὥστε δι´ αὐτοῦ
ῥεῖν· καὶ ἔστω τὸ ΤΝ, τὸ δὲ θῆλυ τὸ ΥΦ πρότερον
προσκεκολλημένα ἀγγειδίῳ τινὶ τῷ ΧΨ χωροῦντι
ὀλίγῳ τινὶ πλέον οὗ χωρεῖ ὁ σίφων ὕδατος· ἐχέτω δὲ
καὶ πρὸς τῷ πυθμένι ἔκρυσιν τὴν Ω. ὅταν οὖν βουλώ–
μεθα 〈ἐπισπᾶσθαι〉 διὰ τοῦ σίφωνος τὸ ἐν τῷ ΑΒ ἀγ–
γείῳ ὕδωρ, ἀπολαβόμενοι τοῦ ΧΨ ἀγγείου τὴν ἔκρυ–
σιν τῷ δακτύλῳ πληρώσομεν αὐτὸ ὕδατος. εἶτα προσ–
θήσομεν τὸ θῆλυ σμήρισμα τῷ ἄρρενι καὶ ἀφήσομεν
τὴν Ω ἔκρυσιν. κενουμένου δὲ τοῦ ΧΨ ἀγγείου, εἰς
τὸν κενούμενον τόπον χωρήσει ὁ ἐν τῷ σίφωνι ἀήρ,
ᾧ συνακολουθήσει τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὑγρόν, ὥστε
πληρῶσαι τὸν σίφωνα. μετὰ ταῦτα οὖν ἀφελόντες τὸ
ΧΨ ἀγγεῖον ἐῶμεν τὸν σίφωνα ῥεῖν.
Δεῖ δὲ ὀρθὸν τὸν σίφωνα καταβαίνειν, εἰ μέλλοι
τὸ δέον ποιεῖν· τοῦτο δὲ ἔσται, ἐὰν πρὸς τῷ χείλει
τοῦ ΑΒ ἀγγείου δύο ὀρθοὺς κανόνας πήξαντες τὸ
ἐντὸς σκέλος τοῦ σίφωνος μεταξὺ τούτων τάξωμεν
ψαῦον ἑκατέρου αὐτῶν τῶν κανονίων καὶ ἐν τῷ ἐντὸς
σκέλει τοῦ σίφωνος τυλίον ἐξ ἑκατέρου μέρους συμ–
φυὲς ποιήσωμεν ψαῦον ἐντὸς τῶν κανονίων· οὕτως
γὰρ οὔτε ἐπὶ τὰ πλάγια οὔτε ἐπὶ τὸ ἔμπροσθεν ὁ
σίφων ἔγκλισιν σχήσει· ὀρθῶς δὲ ἀκριβῶς καταβήσεται
προστριβόντων τῶν τυλίων τοὺς κανόνας.
Τῶν δὲ εἰς ἐνέργειαν κατασκευαζομένων νῦν ἀρξώ–
μεθα κατασκευὰς ποιεῖσθαι ἀπὸ τῶν μικροτέρων ἀρξά–
μενοι στοιχείου χάριν.
Ἔστι γάρ τι κατασκευασμάτιον πρὸς τὸ οἰνοχοεῖν
χρήσιμον· κατασκευάζεται γὰρ σφαιρίον κοῖλον χάλκεον,
οἷόν ἐστι τὸ ΑΒ, ἐκ μὲν τοῦ κάτω μέρους τετρυπη–
μένον λεπτοῖς τρυπηματίοις συνεχέσι καθάπερ ἠθμός,
ἐκ δὲ τοῦ ἄνω μέρους σωλῆνα ἔχον τὸν ΓΔ συντετρη–
μένον αὐτῷ καὶ συνεστεγνωμένον καὶ ἔχοντα τὸ ἄνω
στόμιον ἀνεῳγός. ὅταν οὖν βούληταί τις οἰνοχοεῖν,
κατασχὼν τῇ μιᾷ χειρὶ τὸν ΓΔ σωλῆνα παρὰ τὸ Γ
στόμιον καθίησι τὸ σφαιρίον εἰς τὸν οἶνον, ἄχρις ἂν
ὅλον κρυφθῇ τὸ σφαιρίον· καὶ ὁ μὲν οἶνος διὰ τοῦ
ἠθμοῦ εἰσέρχεται, ὁ δ´ ἐντὸς ἀὴρ ἐκκρούεται καὶ ἐκ–
χωρεῖ διὰ τοῦ ΓΔ σωλῆνος. ὅταν οὖν τῷ μεγάλῳ
δακτύλῳ τις πιέσας τὸ Γ στόμιον τοῦ σωλῆνος ἐξάρῃ
τὸ σφαιρίον ἐκ τοῦ οἴνου, οὐ μὴ ῥυήσεται ὁ ἐν τῷ
σφαιρίῳ οἶνος διὰ τὸ μὴ δύνασθαι εἰς τὸν 〈τοῦ〉
κενοῦ τόπον ἀέρα παρεισκριθῆναι· ἡ γὰρ εἴσκρισις διὰ
τοῦ Γ στομίου ὑπάρχει, ἥτις ἐπιπέφρακται τῷ δακτύλῳ.
ὅταν οὖν βουλώμεθα προέσθαι τὸν οἶνον, ἀνίεμεν τὸν
δάκτυλον, ὁ δὲ ἀὴρ ἐμπίπτων πληροῖ τὸν κενούμενον
τόπον· ἐὰν δὲ πάλιν πιέσωμεν τῷ δακτύλῳ τὴν Γ
ἀναπνοήν, οὐκ ἐκρυήσεται, ἄχρι ἂν πάλιν ἀνέσωμεν
τῷ δακτύλῳ τὴν Γ ἀναπνοήν. ἔξεστι δὲ καὶ εἰς θερ–
μὸν ὕδωρ ἢ ψυχρὸν βάπτοντα πάλιν συνέχειν, εἶτα
προΐεσθαι, ὅσον ἐὰν προαιρώμεθα, ἄχρις ἂν πᾶν τὸ
ἐν τῷ σφαιρίῳ κενωθῇ· κἂν ἐπικαμπὲς δὲ γένηται τὸ
ἄκρον τοῦ ΓΔ σωλῆνος τὸ πρὸς τῷ Γ, οὐδὲν διοίσει·
εὔχρηστον γὰρ μᾶλλον γίνεται πρὸς τὸ εὐκόπως τῷ
δακτύλῳ καταλαμβάνεσθαι τὸ στόμιον.
Τῷ δὲ αὐτῷ τρόπῳ ἐκ τοῦ αὐτοῦ σφαιρίου καὶ
ψυχρὸν καὶ θερμὸν προέσθαι δυνατόν ἐστιν, ὅσον
προαιρούμεθα.
Κατασκευάζεται γὰρ ὁμοίως σφαιρίον τὸ ΑΒ διά–
φραγμα ἔχον μέσον ὀρθὸν τὸ ΓΔ καὶ ἄνωθεν ὁμοίως
σωλῆνα τὸν ΕΖ συντετρημένον καὶ συνεστεγνωμένον
τῷ σφαιρίῳ καὶ ἔχοντα μέσον διάφραγμα τὸ ΓΗ
συνεχὲς τῷ ΓΔ διαφράγματι· ἄνωθεν δὲ ἀνακαμπὰς
ἐχέτω τὰς Θ, Κ φερούσας εἰς ἑκάτερον μέρος τῶν ἐν
τῷ ΕΖ χωρῶν. ἐφ´ ἑκάτερα δὲ τοῦ ΓΔ διαφράγματος
εἰλήφθω εἰς τὸ κάτω μέρος τοῦ σφαιρίου τοῦ ΑΒ
πρὸς τῷ Δ τρυπήματα ὅμοια τῶν ἐν τοῖς τρουλλίοις
τοῖς μαγειρικοῖς γινομένων, ἠθμοειδῆ. ὅταν οὖν βου–
λώμεθα θερμὸν ἀρύσασθαι, καταλαβόμενοι τοῖς δυσὶ
δακτύλοις τὰ Θ, Κ στόμια καθίεμεν τὸ σφαιρίον εἰς
τὸ θερμὸν καὶ ἀνίεμεν μίαν τῶν ἀναπνοῶν τὴν Θ,
ὅπως ὁ μὲν ἐν τῷ ΒΓΔ ἡμισφαιρίῳ ἀὴρ ἐκκρουσθῇ
διὰ τῆς Θ ἀναπνοῆς, τὸ δὲ θερμὸν ἀπὸ τοῦ ἠθμοῦ
πληρώσῃ τὸ ΒΓΔ ἡμισφαίριον. πάλιν οὖν καταλαβό–
μενοι τὴν Θ ἀναπνοὴν ἐξαιροῦμεν ἐκ τοῦ θερμοῦ τὸ
σφαιρίον, ὃ δὴ στέξει διὰ τὸ μὴ ἔχειν τὸν ἀέρα παρ–
είσδυσιν. καθέντες οὖν ὁμοίως εἰς τὸ ψυχρὸν ἀνίε–
μεν τὴν Κ ἀναπνοὴν καὶ πάλιν πληρωθέντος τοῦ
ΑΓΔ ἡμισφαιρίου καταλαβόμενοι τὴν Κ ἀναπνοὴν
ἐξαιροῦμεν τὸ σφαιρίον πλῆρες ὂν θερμοῦ καὶ ψυχροῦ
ὕδατος. ὅταν οὖν βουλώμεθα ὁπότερον αὐτῶν προ–
έσθαι, ἀνίεμεν τὴν κατ´ ἐκεῖνο ἀναπνοήν. καὶ ὅταν
μὴ βουλώμεθα ῥέειν, πάλιν ὁμοίως καταλαμβανόμεθα.
καὶ τοῦτο ποιήσομεν, ἄχρις ἂν πᾶν κενωθῇ. ἔξεστι δὲ
τῷ αὐτῷ τρόπῳ ἐκ τοῦ αὐτοῦ 〈σφαιρίου〉 καὶ οἶνον
καὶ θερμὸν καὶ ψυχρὸν καὶ ἄλλο τι, ὃ ἐὰν προαιρώ–
μεθα, ἀναλαμβάνειν τε καὶ προΐεσθαι, ὁπόσον ἂν καὶ
ὅταν προαιρώμεθα, πλειόνων γινομένων τῶν διαφραγ–
μάτων καὶ τῶν ὀπῶν, δι´ ὧν εἰς ἑκάστην χώραν ὁ ἀὴρ
παρεμπίπτει καὶ πάλιν ἐξελαύνεται. δύναται δὲ ἀντὶ
τῶν ἐπικεκαμμένων στομίων τρυπήματα εἶναι περί [τε]
τὸ τεῦχος τοῦ σωλῆνος παρὰ τὸ ἄνω μέρος φέροντα εἰς
τὰς χώρας, ἃ δὴ καταλαμβανόμεθα τοῖς δακτύλοις, ὅταν
στεγνοῦν βουλώμεθα. ἕνεκα δὲ τοῦ μὴ φαίνεσθαι τὰ
ἠθμία περιληψόμεθα ἀμφότερα ἑνὶ κρουνισματίῳ, ὥστε
οὕτως δοκεῖν ἀπὸ τοῦ αὐτοῦ κρουνοῦ ἀμφότερα ῥεῖν.
Κατασκευάζεται δὲ καὶ προχύτης πλέον καὶ ἔλαττον
ὑγρὸν δεχόμενος καὶ προϊέμενος ὁτὲ μὲν πλέον, ὁτὲ
δὲ ἔλασσον, ὥστε καὶ
ἐγχεομένου εἰς αὐτὸν
οἴνου τε καὶ ὕδατος
ὁτὲ μὲν καθαρὸν τὸ
ὕδωρ προΐεσθαι, ὁτὲ
δὲ οἶνον ἄκρατον, ὁτὲ
δὲ κρᾶμα· ἔστι δὲ ἡ
κατασκευὴ τοιαύτη.
Ἔστω προχύτης ὁ
ΑΒ διάφραγμα ἔχων
μέσον τὸ ΓΔ, ἐν δὲ
τῷ διαφράγματι παρὰ
τὸ κύτος τοῦ ἀγγείου
τρυπημάτια ἐν ἠθμῷ
περιφερῆ τὰ Ε· ἐκ δὲ
τοῦ κατὰ διάμετρον
τόπου ἐν τῷ διαφράγ–
ματι τρυπημάτιον ἔστω
στρογγύλον τὸ Ζ, δι´ οὗ σωλὴν διώσθω ὁ ΖΗΘ
συνεστεγνωμένος μὲν τῷ διαφράγματι, ἀπέχων δὲ
ἀπὸ τοῦ πυθμένος τοῦ προχύτου βραχὺ κατὰ τὸ Η·
τὸ δὲ ἕτερον αὐτοῦ στόμιον τὸ Θ συντετρήσθω τῷ
τεύχει τοῦ προχύτου ὑπὸ τὸ ὠτίον, ᾧ συνεστεγνώσθω
τὸ ὠτίον κοῖλον ὑπάρχον καὶ ἔχον τρύπημα ἐκ τοῦ
ἐκτὸς μέρους τοῦ ὠτίου τὸ Κ, ὃ καταληψόμεθα τῷ
δακτύλῳ, ὅταν δέῃ. ἐὰν οὖν καταλαβόμενοι τὸ διαύγιον,
ὡς εἴρηται, ἐγχέωμεν εἰς τὸν προχύτην, τὸ ἐγχεόμενον
εἰς τὴν ὑπὲρ τὸ διάφραγμα χώραν μενεῖ διὰ τὸ μὴ
δύνασθαι διὰ τοῦ ἠθμοῦ εἰς τὴν ὑποκάτω χώραν
ἐνεχθῆναι· οὐ δύναται δὲ διὰ τὸ μὴ ἄλλην ἔχειν
διέξοδον ἢ τὴν διὰ τοῦ Κ διαυγίου. ὅταν οὖν ἀνέ–
σωμεν τὸ διαύγιον, τότε χωρήσει τὸ ὑγρὸν εἰς τὴν
ὑποκειμένην χώραν, καὶ τότε πλέον δέξεται ὁ προχύ–
της. ἐὰν οὖν προεγχέαντες τὸν οἶνον, ὥστε πληρω–
θῆναι τὴν ΓΒΔ χώραν, καταλαβώμεθα τὸ διαύγιον
καὶ ἐπιχέωμεν ὕδωρ, οὐ μὴ μιγῇ, ἀλλ´ ὅταν μὲν κατα–
στρέψωμεν τὸν προχύτην, καθαρὸν προήσεται τὸ ὕδωρ·
ὅταν δὲ ἀνέσωμεν τὸ διαύγιον ἔτι τοῦ ὕδατος ῥέοντος,
ἐπιρρεύσει καὶ ὁ οἶνος διὰ τὸ εἰς τὸν κενούμενον τόπον
ἀέρα ἀντικαταλλάσσεσθαι διὰ τοῦ διαυγίου, εἶτα κα–
θαρὸς ὁ οἶνος ῥυήσεται. ἔξεστι δὲ καὶ προεγχέαντα
ὕδωρ καὶ προκαταλαβόντα τὸ διαύγιον οἶνον ἐπιχέειν,
ὥστε τοῖς μὲν καθαρὸν προέσθαι οἶνον, οἷς δὲ κρᾶμα,
οἷς δὲ καὶ βουλόμεθα ἐμπαίζειν, ὕδωρ.
Κατασκευάζεται δὲ καὶ σφαῖρα κοίλη ἢ ἕτερον ἀγ–
γεῖον, εἰς ὃ ἐγχυθὲν ὑγρὸν ἀναπιέζεται εἰς τὸ ὕψος
αὐτόματον καὶ μετὰ βίας πολλῆς, ὥστε πᾶν κενωθῆναι,
καίτοι τῆς φορᾶς αὐτῷ γιγνομένης παρὰ φύσιν εἰς τὸ
ἄνω μέρος· ἔστι δὲ ἡ κατασκευὴ τοιαύτη.
Ἔστω σφαῖρα χωροῦσα ὡς κοτύλας ἕξ, τὸ τεῦχος
ἔχουσα τοῦ ἐλάσματος στερεόν, ὥστε ὑπομένειν τὴν
μέλλουσαν τοῦ ἀέρος πίλησιν γενέσθαι· ἔστω δὲ αὕτη
ἡ ΑΒ κειμένη ἐπί τινος ὑποσπειρίου τοῦ Γ· τρυπη–
θείσης δὲ αὐτῆς κατὰ τὸ ἄνω μέρος σωλὴν διώσθω ὁ
ΔΕ ἀπέχων ἀπὸ τοῦ κατὰ διάμετρον τόπου τοῦ τρυ–
πήματος ὅσον ὕδατος διάρρυσιν, ὑπερέχων δὲ εἰς τὸ
ἄνω μέρος τῆς σφαίρας βραχὺ καὶ συνεστεγνωμένος
κατὰ τὸ τρύπημα τῷ τεύχει τῆς σφαίρας. σχιζέσθω δὲ
τὸ ἄνω στόμιον αὐτοῦ εἰς δύο σωλῆνας τοὺς ΔΗ, ΔΖ,
οἷς ἐπικολλάσθωσαν ἕτεροι σωλῆνες δύο πλάγιοι οἱ
ΗΘΚΛ, ΖΜΝΞ συντετρημένοι τοῖς ΔΗ, ΔΖ· ἕτερος
δὲ ὁ ΠΟ συνεσμηρίσθω τοῖς ΗΘΚΛ, ΖΜΝΞ τετρυ–
πημένος καὶ οὗτος κατὰ τὰ ἐν τοῖς ΗΘΚΛ, ΖΜΝΞ
τρυπήματα καὶ ἔχων σωληνάριον προκείμενον ὄρθιον
τὸ ΡΣ συντετρημένον αὐτῷ καὶ εἰς μικρὸν συνηγμένον
στόμιον κατὰ τὸ Σ. ἐὰν οὖν ἐπιλαβόμενοι τοῦ ΣΡ
σωλῆνος ἐπιστρέφωμεν τὸν ΠΟ σωλῆνα, ἀποκλεισθή–
σεται τὰ κατάλληλα κείμενα τρυπήματα, ὥστε τὸ μέλλον
ἀναπιέζεσθαι ὑγρὸν μηκέτι ἔχειν διέξοδον. καθείσθω
δὲ καὶ ἕτερος σωλὴν ἐν τῇ σφαίρᾳ ὁ ΤΥΦ διά τινος
τρυπήματος ἐπιπεφραγμένος τὸ κάτω στόμιον τὸ Φ,
ἐκ δὲ τῶν πλαγίων τρύπημα ἔχων στρογγύλον τὸ Χ
παρὰ τὸν πυθμένα, ᾧ προσκείσθω κλειδίον τὸ καλού–
μενον παρὰ Ῥωμαίοις ἀσσάριον, οὗ τὴν κατασκευὴν
ἑξῆς ἐροῦμεν· ἕτερος δὲ σωλὴν ὁ ΨΩ καθείσθω συν–
εσμηρισμένος τῷ ΥΦΤ. ἐὰν οὖν ἀνασπάσαντες τὸν
ΨΩ σωλῆνα ἐγχέωμεν εἰς τὸν ΤΥΦ σωλῆνα ὑγρόν,
εἰσελεύσεται εἰς τὸ τεῦχος τῆς σφαίρας διὰ τοῦ Χ
τρυπήματος ἀνοιγομένου τοῦ κλειδίου εἰς τὸ ἔσω μέρος,
τοῦ ἀέρος ἐκχωροῦντος διὰ τῶν ἐν τῷ ΟΠ σωλῆνι
εἰρημένων τρυπημάτων καὶ κειμένων κατὰ τὰ ἐν τοῖς
ΗΘΚΛ, ΖΜΝΞ σωλῆσι τρυπήματα. ὅταν οὖν δι´
ἡμίσους γένηται ἡ σφαῖρα τοῦ ὑγροῦ, ἐγκλίνωμεν τὸ
ΣΡ σωληνίδιον, ὥστε παραλλάξαι τὰ κατάλληλα κεί–
μενα τρυπήματα· εἶτα καθιέντες τὸν ΨΩ σωλῆνα ἐκ–
θλίβωμεν δι´ αὐτοῦ τὸν ἐν τῷ ΤΥΦ σωλῆνι ἐναπει–
λημμένον ἀέρα τε καὶ ὑγρόν, ὃς δὴ χωρήσει εἰς τὸ
τεῦχος τῆς σφαίρας διὰ τοῦ κλειδίου μετὰ βίας διὰ
τὸ τὴν σφαῖραν πλήρη εἶναι ἀέρος τε καὶ ὑγροῦ.
γίνεται οὖν ἡ εἴσκρισις κατὰ πίλησιν τοῦ ἀέρος συνερ–
χομένου εἰς τὰ παρεμπεπλεγμένα μεταξὺ αὐτοῦ κενά·
εἶτα πάλιν ἀνασπάσαντες τὸν ΨΩ σωλῆνα, ὥστε πλη–
ρωθῆναι τὸν ΤΥΦ σωλῆνα ἀέρος, πάλιν καθέντες τὸν
ΨΩ σωλῆνα εἰσκρινοῦμεν ἐν τῇ σφαίρᾳ τὸν εἰρημένον
ἀέρα. καὶ τοῦτο πλεονάκις ποιοῦντες ἕξομεν ἐν τῇ
σφαίρᾳ πολὺν πεπιλημένον ἀέρα· ὅτι γὰρ ὁ εἰσκρινό–
μενος ἀὴρ ἀνασπασθέντος τοῦ ἐμβολέως οὐ παρεξέρ–
χεται, φανερὸν διὰ τὸ τὸ κλειδίον ὑπ´ αὐτοῦ ἔσωθεν
θλιβόμενον ἀποκεκλεῖσθαι. ἐὰν οὖν ἀναστρέψωμεν
πάλιν τὸ ΡΣ σωληνίδιον, ὥστε ὀρθὸν γενέσθαι καὶ
τὰ τρυπήματα κατάλληλα κεῖσθαι, τότε ἀναπιτυσθή–
σεται τὸ ὑγρόν, τοῦ πεπιλημένου ἀέρος χεομένου εἰς
τὸν ἴδιον ὄγκον καὶ θλίβοντος τὸ ὑγρὸν τὸ ὑπο–
κείμενον. ἐὰν οὖν πλείων ᾖ ὁ πεπιλημένος ἀήρ, πᾶν
ἐξελάσει τὸ ὑγρόν, ὥστε καὶ τὸν ὑπερπλεονάζοντα σὺν
τῷ ὑγρῷ ἐκκρουσθῆναι ἀέρα.
Τὸ δὲ εἰρημένον ἀσσάριον κατασκευάζεται οὕτως·
δύο πλινθία κατασκευάζεται χάλκεα τετράγωνα ἔχοντα
ἑκάστην πλευρὰν ὡς δακτύλου ἑνός, τὸ πάχος δὲ
ὡσπερεὶ στάθμης. ταῦτα δὴ ἐφαρμοσθέντα ἐπάλληλα
κατὰ τὸ πλάτος σμηρίζεται, τουτέστι λειοῦται, ὥστε
εἰς τὸ μεταξὺ αὐτῶν μήτε ἀέρα μήτε ὑγρὸν παρεμ–
πίπτειν.
Ἔστω δὲ ταῦτα τὰ ΑΒΓΔ, ΕΖΗΘ· ἓν δὲ αὐτῶν
τὸ ΕΖΗΘ τέτρηται κατὰ μέσον στρογγύλῳ τρήματι
τὴν διάμετρον ... ὡς δακτύλου τρίτον· ἐφαρμοσθείσης
δὲ τῆς ΑΔ πλευρᾶς ἐπὶ τὴν ΕΘ, συλλαμβάνεται πρὸς
ἄλληλα τὰ πλινθία στροφωματίοις, ὥστε τὰς λείας
ἐπιφανείας τῶν πλινθίων ἀλλήλαις ἐφηρμοκέναι. ὅταν
οὖν βουλώμεθα δι´ αὐτῶν ἐνεργεῖν, ἐπικολλᾶται τὸ
ΕΖΗΘ πλινθίον τῷ τρήματι, δι´ οὗ ἤτοι ἀέρα ἢ
ὑγρὸν εἰσωθούμενον δύναται στέγειν· διὰ γὰρ τῆς
διωθήσεως τὸ ΑΒΓΔ πλινθίον ἀνοίγεται εὐλύτως
κινούμενον διὰ τῶν στροφωματίων καὶ δέχεται τὸν
ἀέρα καὶ τὸ ὑγρόν, ὃς ἀποκλείεται εἰς τὸ στεγνὸν ἀγ–
γεῖον ἀντερείδων τῷ ΑΒΓΔ πλινθιδίῳ καὶ ἀποκλείων
τὸ τρῆμα, δι´ οὗ ὁ ἀὴρ εἰσωθεῖται.
Ἐπί τινων βωμῶν πυρὸς θυμιαθέντος τὰ παρα–
κείμενα ζῴδια σπένδειν· κατασκευάζεται δὲ οὕτως.
Ἔστω βάσις, ἐφ´ ἧς ἕστηκε τὰ ζῴδια, ἡ ΑΒΓΔ, ἐφ´
ἧς ἐφεστάτω βωμὸς ὁ ΕΖ στεγνὸς πανταχόθεν· καὶ
αὐτὴ δὲ ἡ βάσις στεγνὴ ἔστω συντετρημένη τῷ βωμῷ
κατὰ τὸ Η· διὰ δὲ τῆς βάσεως σωλὴν διώσθω ὁ ΘΚΛ
ἀπέχων μὲν ἀπὸ τοῦ πυθμένος τῆς βάσεως βραχὺ κατὰ
τὸ Λ, συντετρημένος δὲ τῷ φιαλίῳ, ὃ κατέχει τὸ ζῴδιον
κατὰ τὸ Θ· ἐγκεχύσθω δὲ εἰς τὴν βάσιν διά τινος
τρυπήματος τοῦ Μ ὑγρόν, ὃ μετὰ τὴν ἔγχυσιν ἀπε–
στεγνώσθω. ἐὰν οὖν ἐπὶ τοῦ ΕΖΗ βωμοῦ πῦρ ἀνα–
καυθῇ, συμβήσεται τὸν ἐντὸς ἀέρα λεπτυνόμενον οἴ–
χεσθαι εἰς τὴν βάσιν καὶ ἐκθλίβειν τὸ ἐν αὐτῇ ὑγρόν·
τοῦτο δὲ μὴ ἔχον ἄλλην ἀντιπερίστασιν χωρήσει διὰ
τοῦ ΘΚΛ σωλῆνος εἰς τὸ φιαλίδιον. καὶ οὕτως τὸ
ζῴδιον σπείσει καὶ ἐπὶ τοσοῦτον, ἐφ´ ὅσον καὶ τὸ πῦρ
ἐπίκειται· σβεσθέντος δὲ τοῦ πυρὸς πάλιν παύεται σπέν–
δον. καὶ τοῦτο ἔσται, ὁσάκις ἂν τὸ πῦρ ἀνακαίηται.
Ἔστω δὲ ὁ σωλήν, δι´ οὗ ἡ θερμασία μέλλει
εἰσέρχεσθαι, εὐρύτερος κατὰ τὸ μέσον· ἀναγκαῖον γὰρ
τὴν θερμασίαν ἢ μᾶλλον τὸν ἀπὸ ταύτης ἀτμὸν εἰς
εὐρυτέραν χωρισθέντα χώραν πλείονα γίγνεσθαι καὶ
πλεῖον δύνασθαι ἐνεργεῖν.
Ἔνια τῶν ἀγγείων, ἐὰν μὴ πληρωθῇ, οὐ ῥέει·
πληρωθέντων δὲ κενοῦται πᾶν ὃ ἔχει ὑγρόν· κατα–
σκευάζεται δὲ οὕτως.
Ἔστω ἀγγεῖον τὸ ΑΒΓΔ ἀνεστομωμένον· διὰ δὲ
τοῦ πυθμένος διώσθω ἤτοι πνικτὸς διαβήτης ὁ ΕΖΗΘ
ἢ καμπύλος σίφων ὁ ΗΘΚ. συμβήσεται οὖν πληρω–
θέντος τοῦ ΑΒΓΔ ἀγγείου καὶ ὑπερβλύσαντος τοῦ
ὕδατος φέρεσθαι δι´ αὐτῶν τῶν διαβητῶν καὶ πάλιν
ἐκρεῖν, ἄχρις ἂν κενωθῇ τὸ ΑΒΓΔ ἀγγεῖον, ἐάνπερ
οἱ διαβῆται τὰς ἀρχὰς ἔχωσιν ἔγγιστα τοῦ πυθμένος
τοῦ ἀγγείου, ὥστε μόνον ὕδατι διάρρυσιν ὑπάρχειν.
Καὶ δύο ἀγγείων ὑπαρχόντων ἐπί τινος βάσεως
καὶ τοῦ ἑνὸς αὐτῶν πεπληρωμένου οἴνου, τοῦ δὲ
ἑτέρου κενοῦ ὑπάρχοντος καὶ ἀμφοτέρων κρουνοὺς
ἐχόντων ἀνεῳγότας, οὐ ῥεῖ ὁ οἶνος, ἐὰν μὴ καὶ τὸ
ἕτερον ἀγγεῖον ὕδατος πληρωθῇ· καὶ τότε ἐκρέει ἐκ
μὲν τοῦ ἑνὸς αὐτῶν ὁ οἶνος, ἐκ δὲ τοῦ ἑτέρου τὸ ὕδωρ,
ἄχρις ἂν ἀμφότερα κενωθῇ· καλοῦνται δὲ ὁμονοίας
κρατῆρες.
Ἔστω ἡ μὲν βάσις, ἐφ´ ἧς ἐπίκειται τὰ ἀγγεῖα, ἡ
ΑΒΓΔ· τὰ δὲ ἀγγεῖα ἔστω τὰ Ε, Ζ· ἐν δὲ ἑκατέρῳ
αὐτῶν καμπύλος ἔστω σίφων, ἐν μὲν τῷ Ε ὁ ΗΘΚ,
ἐν δὲ τῷ Ζ ὁ ΛΜΝ τὰς ἔξω ὑπεροχὰς ἔχοντες εἰς
κρουνοὺς διεσκευασμένας· αἱ δὲ κυρτότητες αὐτῶν πρὸς
τοῖς στομίοις τῶν ἀγγείων ὑπαρχέτωσαν. ἕτερος δὲ
σωλὴν διὰ τῆς βάσεως εἰς τὰ ἀγγεῖα ἀνακεκάμφθω ὁ
ΞΟΠΡ, οὗ τὰ Ξ, Ρ στόμια παρ´ αὐτὰς ἔστω τὰς τῶν
διαβητῶν κυρτότητας. ἐγκεχύσθω δὲ ἐν τῷ Ε ἀγγείῳ
οἶνος, ὥστε τὴν ἐπιφάνειαν τοῦ ὑγροῦ μὴ ὑπὲρ αὐτὴν
εἶναι τὴν τοῦ διαβήτου κυρτότητα τὴν Θ. μέχρι μὲν
τούτου οὐ ῥεῖ ὁ οἶνος διὰ τὸ τὸν διαβήτην μὴ ἔχειν
τὴν ἀρχὴν τῆς ῥύσεως. ἐὰν δὲ καὶ ἐν τῷ Ζ ἀγγείῳ
ὕδωρ ἐγχέωμεν, ὥστε τὴν ἐπιφάνειαν αὐτοῦ ὑπερβάλλειν
τὴν Μ κυρτότητα, τότε τὸ ὕδωρ ἐνεχθήσεται καὶ διὰ
τοῦ ΞΟΠΡ σωλῆνος εἰς τὸ Ε ἀγγεῖον καὶ ἀρχὴν δώσει
τῆς ῥύσεως τῷ οἴνῳ. καὶ τότε ἀμφότερα τὰ ἀγγεῖα
ῥεύσει, τὸ μὲν τὸν οἶνον, τὸ δὲ τὸ ὕδωρ, ἄχρις ἂν
ἀμφότερα κενωθῇ.
Εἰς ἔνια ἀγγεῖα ὕδατος ἐγχυθέντος μελαγκορύφου
γίνεται φωνὴ ἢ συριγμός· κατασκευάζεται δὲ οὕτως.
Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓΔ· καὶ διὰ τῆς στέγης
τῆς ΑΔ διώσθω χώνη ἡ ΕΖ, ἧς ὁ καυλὸς ἀπεχέτω
τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν καὶ συνεστεγνώσθω
τῇ στέγῃ. ἔστω δὲ καὶ συρίγγιον τὸ ΗΘΚ τῶν εἰθι–
σμένων φθέγγεσθαι· συντετρήσθω δὲ τῇ βάσει καὶ
συνεστεγνώσθω ὁμοίως τῇ ΑΔ στέγῃ· τὸ δὲ Κ στόμιον
αὐτοῦ ἐπικεκάμφθω εἰς ὑδάτιον ἀγγειδίου παρακει–
μένου τοῦ Λ. συμβήσεται οὖν ἐγχυνομένου τοῦ ὕδατος
διὰ τῆς ΕΖ χώνης τὸν ἐν τῇ βάσει ἀέρα ἐκθλιβό–
μενον χωρεῖν διὰ τοῦ ΗΘΚ συριγγίου καὶ τὸν ἦχον
ἀποδιδόναι. ἐὰν μέντοι τοῦ συριγγίου τὸ ἄκρον ἐπι–
κεκαμμένον ᾖ πρὸς τῷ ὕδατι, ἀνακαχλάζων εἴδεται ὁ
ἦχος, ὥστε μελαγκορύφου γίγνεσθαι φωνήν· ἐὰν δὲ
μὴ παρακέηται τὸ ὑδάτιον, συριγμὸς μόνος ἔσται.
Αἱ μὲν οὖν φωναὶ γίνονται διὰ τῶν συρίγγων·
διάφοροι δὲ τοῖς ἤχοις γίγνονται, τῶν συρίγγων ἤτοι
λεπτοτέρων γινομένων ... ἤτοι καὶ παρεκτεινομένων
εἰς μῆκος ἢ καὶ συστελλομένων καὶ τοῦ βαπτιζομένου
μέρους εἰς τὸ ὕδωρ ἤτοι πλείονος ἢ ἐλάττονος γινο–
μένου, ὥστε διὰ τοιούτου τρόπου ὀρνέων πλειόνων
διαφόρους γίγνεσθαι φωνάς. κατασκευάζεται οὖν ἤτοι
ἐν κρήνῃ ἢ ἐν ἄντρῳ ἢ καθόλου ὅπου ἐπίρρυτον ὕδωρ
ἐστίν, ὄρνεα πλείονα διακείμενα καὶ τούτοις παρακει–
μένη γλαύξ, ἥτις ἐπιστρέφεται αὐτομάτως παρὰ τὰ
ὄρνεα καὶ πάλιν ἀποστρέφεται· καὶ ἀποστραφείσης
μὲν φθέγγονται τὰ ὄρνεα, ἐπιστραφείσης δὲ πρὸς
αὐτὰ οὐκέτι φθέγγονται. καὶ τοῦτο πλεονάκις γίνεται.
κατασκευάζεται δὲ τὸν τρόπον τοῦτον.
Ἔστω κρουνισμάτιον ἀεὶ ῥέον τὸ Α· τούτῳ δὲ
ὑποκείσθω στεγνὸν ἀγγεῖον τὸ ΒΓΔΕ ἔχον πνικτὸν
διαβήτην ἢ καμπύλον σίφωνα τὸν ΖΗ καὶ καθιεμένην
χώνην τὴν ΘΚ, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθ–
μένος τοῦ ἀγγείου ὅσον ὕδατι διάρρυσιν. ἐχέτω δὲ
καὶ πλείονα συριγγίδια, οἷα εἴρηται, ὄντα τὰ Λ. συμ–
βήσεται οὖν πληρουμένου μὲν τοῦ ΒΓΔΕ ἀγγείου
τὸν ἀέρα τὸν ἐν αὐτῷ ἐκθλιβόμενον καὶ τὰς τῶν
ὀρνέων ποιεῖν φωνάς, κενουμένου δὲ μετὰ τὴν πλή–
ρωσιν διὰ τοῦ ΗΖ διαβήτου μηκέτι φθέγγεσθαι. ἵνα
οὖν ἡ γλαὺξ ἐπιστρέφηται καὶ ἀποστρέφηται, ὡς προ–
είρηται, προκατασκευάζεται τὰ μέλλοντα λέγεσθαι· ἔστω
γὰρ ἐπί τινος βάσεως τῆς Μ ἄξων βεβηκὼς ὁ ΝΞ
ἀπὸ τόρνου εἰργασμένος, περὶ ὃν περικείσθω ἁρμοστὴ
σύριγξ ἡ ΟΠ εὐλύτως δυναμένη περὶ αὐτὸν στρέφε–
σθαι· ταύτῃ δὲ συμφυὲς ἔστω τυμπάνιον τὸ ΡΣ, ἐφ´
ᾧ ἐπιβήσεται ἡ γλαὺξ συμφυὴς αὐτῷ ὑπάρχουσα· περὶ
δὲ τὴν ΟΠ σύριγγα δύο ἁλύσεις ἐπὶ τἀναντία ἐπει–
ληθεῖσαι αἱ ΤΥ, ΦΧ διὰ τροχίων δύο ἀποδεδέσθωσαν
ἡ μὲν ΤΥ εἰς βάρος ἐκκρεμάμενον τὸ Ψ, ἡ δὲ ΦΧ
εἰς κοῖλον ἀγγεῖον τὸ Ω ὑποκείμενον τῷ ΖΗ σίφωνι
ἢ πνικτῷ διαβήτῃ. συμβήσεται οὖν κενουμένου τοῦ
ΒΓΔΕ ἀγγείου τὸ ὑγρὸν φέρεσθαι εἰς τὸ Ω ἀγγεῖον
καὶ ἐπιστρέφεσθαι τήν τε ΟΠ σύριγγα καὶ τὴν γλαῦκα,
ὥστε βλέπειν πρὸς τὰ ὀρνιθάρια, κενωθέντος δὲ τοῦ
ΒΓΔΕ ἀγγείου κενοῦσθαι καὶ τὸ Ω διά τινος ἐν
αὐτῷ πνικτοῦ διαβήτου ἢ καμπύλου σίφωνος, ὥστε
πάλιν καταβαρῆσαν τὸ Ψ βάρος ἀποστρέψαι τὴν γλαῦκα
κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅτε πληροῦται τὸ ΒΓΔΕ
ἀγγεῖον καὶ πάλιν αἱ τῶν ὀρνέων γίνονται φωναί.
Καὶ οἱ τῶν σαλπίγγων δὲ ἦχοι διὰ τοῦ παρα–
πλησίου γίνονται τρόπου τῷ προειρημένῳ· ὅταν γὰρ
εἰς στεγνὸν ἀγγεῖον κατατεθῇ τῆς χώνης ὁ καυλὸς
ἀπέχων ἀπὸ τοῦ πυθμένος βραχὺ καὶ συνεστεγνωμένος
τῷ τεύχει τοῦ ἀγγείου, εἶτα ἡ σάλπιγξ ἔχουσα τόν τε
κώδωνα καὶ τὴν γλωσσίδα συντετρημένην τῷ ἀγγείῳ
κατὰ τὸ ἄνω μέρος αὐτοῦ, συμβήσεται διὰ τῆς χώνης
ἐγχυνομένου τοῦ ὑγροῦ ἐκθλιβόμενον τὸν ἐν τῷ ἀγ–
γείῳ ἀέρα διὰ τῆς γλωσσίδος τὸν ἦχον ἀποτελεῖν.
Θυρῶν ἀνοιγομένων ναοῦ σάλπιγγος ἦχος γίνεται
τόνδε τὸν τρόπον.
Ὄπισθεν τῆς θύρας ἀγγεῖον ἔστω τὸ ΑΒΓΔ
ὕδωρ ἔχον· πνιγεὺς δὲ ἔστω ἐν τούτῳ, τουτέστι σύ–
στομον ἀγγεῖον κατεστραμμένον τὸ Ζ· τῷ δὲ πυθμένι
αὐτοῦ συντετρήσθω ἡ ΘΚ σάλπιγξ ἔχουσα τόν τε
κώδωνα καὶ τὴν γλωσσίδα· τῷ δὲ σωλῆνι τῆς σάλπιγ–
γος παρακείσθω κανὼν ὁ ΛΜ συμφυὴς μὲν ὢν τῷ
πνιγεῖ, συνδεδεμένος δὲ τῷ τῆς σάλπιγγος σωλῆνι
καὶ ἔχων ἐκ τοῦ ἄκρου κωλυμάτιον τὸ Μ, τουτέστι
χελωνάριον· τῷ δὲ κωλυματίῳ ὑποκείσθω κανὼν ὁ
ΝΞ ἀνέχων τὸν Ζ πνιγέα ἀπέχοντα ἀπὸ τοῦ ὕδατος
ἱκανόν. ὁ δὲ ΝΞ κανὼν κινείσθω περὶ περόνην τὴν
Ο· ἐκ δὲ τοῦ Ξ ἄκρου τοῦ κανόνος ἅλυσις ἢ σπάρτος
ἐκδεθεῖσα ἀποδεδέσθω διὰ τροχίλου τοῦ Π εἰς τὸ
ὄπισθεν τῆς θύρας. συμβήσεται οὖν τῆς θύρας ἀνοι–
γομένης τεινομένην τὴν σπάρτον ἐπισπᾶσθαι τὸ Ξ
ἄκρον τοῦ κανόνος, ὥστε μηκέτι ὑποπεπτωκέναι τὸν
ΝΞ κανόνα τῷ Μ κωλυματίῳ· τούτου δὲ παραλλάξαντος
φερόμενος ὁ πνιγεὺς εἰς τὸ ὕδωρ τὸν τῆς σάλπιγγος
ἦχον ἀποτελέσει διὰ τὸ τὸν ἐν αὐτῷ ἀέρα διὰ τῆς
γλωσσίδος καὶ τοῦ κώδωνος ἐκθλίβεσθαι.
Εἰς ἔνια ῥυτὰ προεγχυθέντος οἴνου, ὅταν ὕδωρ
ἐπιχέωμεν, ὁτὲ μὲν καθαρὸν τὸ ὕδωρ ἐκρέει, 〈ὁτὲ δὲ
κρᾶμα,〉 ὁτὲ δὲ οἶνος καθαρός· κατασκευάζεται δὲ τόνδε
τὸν τρόπον.
Ἔστω ῥυτὸν τὸ ΑΒΓ ἔχον διαφράγματα δύο τὰ
ΔΕ, ΖΗ· διὰ δὲ ἀμφοτέρων αὐτῶν σωλὴν διώσθω ὁ
ΘΚ συνεστεγνωμένος τοῖς διαφράγμασι καὶ τετρυπη–
μένος τρηματίῳ τῷ Λ κειμένῳ ὑπεράνω βραχὺ τοῦ
ΖΗ διαφράγματος. ὑπὸ δὲ τὸ ΔΕ διάφραγμα δι–
αύγιον ἔστω τὸ Μ ἐν τῷ κύτει τοῦ ῥυτοῦ. τούτων δὲ
οὕτως ἐχόντων ἐὰν ἀπολαβών τις τὴν Γ ἔκρυσιν ἐγχέῃ
τὸν οἶνον, χωρήσει 〈διὰ τοῦ Λ τρυπήματος εἰς τὴν
ΔΕΖΗ χώραν· ὁ γὰρ ἐν αὐτῇ ἀὴρ ἐκχωρήσει〉 διὰ
τοῦ Μ διαυγίου. ὅταν οὖν τῷ δακτύλῳ ἐπιπωμάσωμεν
τὸ Μ διαύγιον, στέξει ὁ ἐν τῷ ΔΕΖΗ 〈μέρει〉 οἶνος.
ὅταν οὖν ὕδωρ ἐπιχέωμεν τῷ ΑΒΕΔ μέρει τοῦ ῥυτοῦ
κατέχοντες τὸ Μ διαύγιον, ῥεύσει καθαρὸν τὸ ὕδωρ·
ἐὰν δὲ ἀνῶμεν ἔτι ἄνω ὄντος τοῦ ὕδατος τὸ Μ δι–
αύγιον, κρᾶμα ῥυήσεται· τοῦ δὲ ὕδατος ἐκρεύσαντος,
τότε καθαρὸς ὁ οἶνος ῥεύσει. ἔξεστι δὲ καὶ πλεονάκις
ἀνιέντα τὸ Μ διαύγιον διαφόρους τὰς ἐκρύσεις ποι–
εῖσθαι. ἄμεινον δὲ προεγχέαντα ὕδωρ εἰς τὴν ΔΕΗΖ
χώραν καὶ καταλαβόντα τὸ διαύγιον οἶνον ἐπιχέειν·
συμβήσεται γὰρ ὁτὲ μὲν καθαρὸν οἶνον ἐκρέειν, ἀνε–
θέντος δὲ τοῦ διαυγίου πάλιν κρᾶμα καὶ πάλιν ἀπο–
ληφθέντος τοῦ διαυγίου καθαρὸν τὸν οἶνον ἐκρέειν.
καὶ τοῦτο, ὁσάκις ἐὰν βουλώμεθα, ἔσται.
Κρατῆρος ἐπικειμένου ἐπί τινος βάσεως πλήρους
ὄντος οἴνου, ὅσον ἐάν τις ἐξ αὐτοῦ ἀρύσηται, πάλιν
πλήρης ἔσται ὁ κρατήρ· κατασκευάζεται δὲ τὸν τρόπον
τοῦτον.
Ἔστω ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸ στόμιον
τῷ ΓΔ διαφράγματι παρ´ αὐτὸν τὸν τράχηλον· διὰ δὲ
τοῦ διαφράγματος καθείσθω σωλὴν ὁ ΕΖ ἀπέχων ἀπὸ
τοῦ πυθμένος βραχύ· ἕτερος δὲ διώσθω σωλὴν διὰ
τοῦ πυθμένος ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ ΓΔ διαφράγ–
ματος βραχύ. ὁ δὲ τοῦ ἀγγείου πυθμὴν τετρήσθω
κατὰ τὸ Κ καὶ λαβέτω σωληνάριον τὸ ΚΛ. τὸ δὲ
ΑΒ ἀγγεῖον ἐπικείσθω ἐπί τινος βάσεως τῆς ΜΝΞΟ,
δι´ ἧς ἔστω ἡ τοῦ ΗΘ σωλῆνος ὑπεροχή· ὁ δὲ εἰρη–
μένος κρατὴρ ἔστω ὁ ΠΡ. διὰ δὲ τῆς ΜΝΞΟ βάσεως
σωλὴν ἔστω ὁ ΣΤ συντετρημένος τῇ τε βάσει καὶ τῷ
κρατῆρι. ἴσον ὕψος ἐχέτω τῷ Θ στομίῳ τοῦ ΗΘ
σωλῆνος. ἐγχέωμεν οὖν τὸν οἶνον διὰ τοῦ ΕΖ σω–
λῆνος εἰς τὸ ΑΒ· ὁ γὰρ ἀὴρ ἐκχωρήσει διὰ τοῦ ΗΘ
σωλῆνος. ἐὰν οὖν ἀνεστομωμένον ᾖ τὸ ΚΛ σωληνά–
ριον, ἐγχεόμενος ὁ οἶνος χωρήσει δι´ αὐτοῦ εἰς τὴν
βάσιν καὶ εἰς τὸν ΠΡ κρατῆρα· ἐὰν δὲ ἐπιστομωθῇ,
τότε πληρωθήσεται τὸ ΑΒ ἀγγεῖον. ἐγχέωμεν οὖν
καὶ εἰς τὴν ΜΝΞΟ βάσιν καὶ εἰς τὸν ΠΡ κρατῆρα
τὸν οἶνον, ὥστε πλήρη εἶναι τὸν ΠΡ κρατῆρα καὶ τὴν
ΜΝΞΟ βάσιν πεπληρῶσθαι ἄχρι τοῦ Θ στομίου τοῦ
σωλῆνος. τούτου δὲ γενομένου καὶ φραγέντος τοῦ Ε,
οὐ 〈ῥεύσει〉 διὰ τοῦ ΚΛ σωλῆνος ὁ ἐν τῷ ΑΒ ἀγγείῳ
οἶνος διὰ τὸ μὴ ἔχειν εἰς τὸν κενούμενον τόπον ἀέρα
ἀντικαταστῆναι ἄλλον· ἦν γὰρ αὐτῷ ἡ εἴσκρισις διὰ
τοῦ Ε στομίου. ὅταν οὖν ἀπαρυσώμεθα ἐκ τοῦ κρατῆ–
ρος οἶνον, ἀναστομωθήσεται τὸ Θ στόμιον, καὶ παρ–
είσδυσιν λαβόντος τοῦ ἀέρος πάλιν ῥεύσει ὁ οἶνος
εἴς τε τὴν βάσιν καὶ τὸν ΠΡ κρατῆρα, ἄχρις ἂν πλή–
ρης γένηται. καὶ τοῦτο ἔσται, ὁσάκις ἐὰν ἀρυσώ–
μεθα ἐκ τοῦ κρατῆρος οἶνον. δεήσει δὲ καὶ τὴν
ΜΝΞΟ βάσιν τετρῆσθαι τρηματίῳ τῷ Υ πρὸς τὸ
τὸν ἀντικαταλλασσόμενον ἀέρα εἰς τὸ ΑΒ ἀγγεῖον διὰ
τοῦ Η στομίου εἰσχωρεῖν καὶ διὰ τοῦ Υ τρήματος.
Ἐὰν εἰς χρείαν βουλώμεθα τὸ αὐτὸ σκευάσαι, ὥστε
κρατῆρος ὄντος ἔν τινι τόπῳ πλεῖον ἀρύεσθαι ἐξ αὐτοῦ
ὕδωρ καὶ ἀεὶ πλήρη εἶναι τὸν κρατῆρα, κατασκευάζεται
οὕτως.
Ἔστω ἀγγεῖον τὸ ΑΒ, ἐν ᾧ ἔνδοθεν ἔστω ὕδατος
αὔταρκες πρὸς τὴν μέλλουσαν χρείαν· κρουνὸς δὲ ἐξ
αὐτοῦ ἔστω ὁ ΓΔ, 〈καὶ〉 ὑποκείσθω αὐτῷ ληνὸς ἡ
ΗΘ· κανόνιον δέ τι παρὰ τὸν κρουνὸν κηλωνευέσθω
τὸ ΕΖ, οὗ πρὸς μὲν τὸ Ε ἄκρον ἐκκρεμάσθω φελλὸς
ὁ Κ ἐνὼν ἐν τῇ ληνῷ· πρὸς δὲ τῷ Ζ ἁλυσείδιον ἀπο–
δεδέσθω βάρος μολιβοῦν ἔχον τὸ Ξ. ἔστω 〈δὲ〉 οὕτως
ἐσκευασμένον, ὥστε ἐπινηχομένου τοῦ Κ φελλοῦ εἰς
τὸ ἐν τῇ ΘΗ ληνῷ ὕδωρ ἀποκλείεσθαι τὸν κρουνόν,
ἀρθέντος δὲ ὕδατος ἀπὸ τῆς ληνοῦ καθίσαντα τὸν
φελλὸν ἀνοῖξαι τὸν κρουνόν, ὥστε πάλιν ἐπιρρεῦσαν
τὸ ὕδωρ μετεωρίσαι τὸν φελλὸν καὶ πάλιν ἀποκλει–
σθῆναι τὸν κρουνόν· δεήσει δὲ τὸν φελλὸν βαρύτερον
εἶναι τοῦ πρὸς τῷ Ξ βάρους. ἔστω δὲ καὶ ὁ εἰρη–
μένος κρατὴρ ἐν τόπῳ τινὶ κείμενος ὁ ΛΜ, οὗ τὸ
χεῖλος ἔστω ἐν αὐτῇ τῇ ἐπιφανείᾳ τοῦ ἐν τῇ ληνῷ
ὕδατος, ὅτε οὐκέτι ἐπιρρέει ὁ κρουνὸς τοῦ φελλοῦ
ἐπινηχομένου. φερέτω δὲ καὶ ἐκ τῆς ληνοῦ σωλὴν
εἰς τὸν πυθμένα τοῦ κρατῆρος ὁ ΘΝ. ὅταν ἄρα πλή–
ρους ὄντος τοῦ κρατῆρος ἀρύσῃ τις ὕδωρ, συγκενώσει
καὶ τὸ ἐν τῇ ΘΗ ληνῷ ὕδωρ· καὶ καθίσας ὁ φελλὸς
ἀνοίξει τὸν κρουνόν, καὶ τὸ ἐπιρρέον εἴς τε τὴν
ληνὸν καὶ τὸν κρατῆρα ἐνεχθήσεται καὶ μετεωρίσει
τὸν φελλόν, ὥστε πάλιν μηκέτι ἐπιρρέειν. καὶ τοῦτο
ἔσται, ὁσάκις ἂν ἀφέληταί τις ἐκ τοῦ κρατῆρος ὕδωρ.
Εἰς ἔνια σπονδεῖα πενταδράχμου νομίσματος ἐμ–
βληθέντος, ὕδωρ ἀπορρέει εἰς τὸ περιρραίνεσθαι.
Ἔστω σπονδεῖον ἢ θησαυρὸς ὁ ΑΒΓΔ, οὗ στό–
μιον ἔστω τὸ Α ἀνεστομωμένον, ἐν δὲ τῷ θησαυρῷ
ἀγγεῖον ἔστω τὸ ΖΗΘΚ ἔχον ὕδωρ καὶ πυξίδα τὴν
Λ, ἐξ ἧς κρουνὸς ἔξω φερέτω ὁ ΛΜ. παρακείσθω δὲ
τῷ ἀγγείῳ ὄρθιος κανὼν ὁ ΝΞ, περὶ ὃν ἕτερος κηλω–
νευέσθω ὁ ΟΠ ἔχων πρὸς μὲν τῷ Ο πλατυσμάτιον
τὸ Ρ παράλληλον τῷ πυθμένι τοῦ ἀγγείου, πρὸς δὲ
τῷ 〈Π κανόνιον τὸ〉 ΠΣ ἔχον πρὸς τῷ Σ ἁρμοστὸν
πῶμα τῇ Λ πυξίδι, ὥστε μὴ ῥέειν τὸ ὕδωρ διὰ τοῦ
ΛΜ σωλῆνος. ἔστω δὲ τὸ πῶμα τῆς πυξίδος βαρύ–
τερον τοῦ Ρ πλατυσματίου, κουφότερον δὲ συναμφο–
τέρων τοῦ τε νομίσματος καὶ τοῦ πλατυσματίου. ὅταν
οὖν ἐμβληθῇ διὰ τοῦ Α στομίου τὸ νόμισμα, ἐπι–
πεσεῖται τῷ Ρ πλατυσματίῳ καὶ καταβαρῆσαν ἐγκλινεῖ
μὲν τὸ ΟΠ κανόνιον, ἐπαρεῖ δὲ τὸ πῶμα τῆς πυξίδος,
ὥστε ῥεῦσαι τὸ ὕδωρ· ἀποπεσόντος δὲ τοῦ νομίσματος
πάλιν τὸ πῶμα ἐπιπεσὸν ἀποκλείσει τὴν πυξίδα, ὥστε
μηκέτι ῥέειν τὸ ὕδωρ.
Εἰς ἀγγεῖον πολλῶν γενῶν ἐμβληθέντων ὑγροῦ
διὰ τοῦ αὐτοῦ στομίου, ἰδίᾳ ἕκαστον ἀπορρέειν διὰ
τοῦ αὐτοῦ κρουνοῦ, ὡς ἂν προαιρώμεθα.
Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν
τράχηλον τῷ ΓΔ διαφράγματι. ἐχέτω δὲ διαφράγματα
ὄρθια καὶ ἀνατείνοντα μέχρι τοῦ διαφράγματος, ποι–
οῦντα χώρας τοσαύτας, ὅσα βουλόμεθα ἐμβαλεῖν ὑγρά.
ἔστω δὲ ἐπὶ τοῦ παρόντος δύο. καὶ ἔστω διάφραγμα
τὸ ΖΕ· ἐν δὲ τῷ ΓΔ διαφράγματι τρυπήματα ἔστω
λεπτὰ καθάπερ ἠθμοειδῆ, φέροντα εἰς ἑκατέραν χώραν·
ὑπὸ δὲ τὸ διάφραγμα διαύγια ἔστω τὰ Η, Θ φέροντα
εἰς τὰς χώρας· ἐκ δὲ τοῦ πυθμένος σωληνάρια ἔστω
τὰ Κ, Λ συντετρημένα ταῖς χώραις καὶ φέροντα εἰς
ἕνα κρουνίσκον κοινὸν τὸν Μ. ἐὰν 〈οὖν〉 καταλαβό–
μενοι τὰ Η, Θ διαύγια καὶ τὸν Μ κρουνὸν ἐγχέωμεν
διὰ τοῦ στόματος ἓν τῶν ὑγρῶν, εἰς οὐδεμίαν χώραν
εἰσελεύσεται διὰ τὸ τὸν ἐν αὐταῖς ἀέρα μὴ ἔχειν
ἔξοδον. ἐὰν δὲ ἀνῶμεν ἓν τῶν διαυγίων, εἰς ἐκείνην
ἐνεχθήσεται τὴν χώραν τὸ ὑγρόν, ἧς ἐστι καὶ τὸ δι–
αύγιον. εἶτα πάλιν καταληφθέντος τοῦ διαυγίου ὅταν
ἕτερον ὑγρὸν ἐγχέωμεν καὶ ἀνῶμεν τὸ ἕτερον διαύγιον,
πάλιν εἰς τὴν ἑτέραν χώραν ἐνεχθήσεται τὸ ὑγρόν.
καταλαβόμενοι οὖν τὰ διαύγια πάντα σὺν τοῖς ἠθμοῖς
ὅταν ἀνῶμεν τὸν Μ κρουνόν, οὐ μὴ ῥεύσῃ, ἐὰν μὴ
ἓν τῶν διαυγίων ἀνεθῇ. καὶ τότε τοῦ ἀέρος παρείσ–
δυσιν ἐσχηκότος ῥυήσεται τὸ ἐν ἐκείνῃ τῇ χώρᾳ ὑγρόν·
καταληφθέντος δὲ τοῦ διαυγίου καὶ τοῦ ἑτέρου ἀνε–
θέντος τὸ αὐτὸ συμβήσεται.
Δύο ἀγγείων ὄντων ἐπί τινος βάσεως καὶ τοῦ
μὲν ἑνὸς πλήρους ὄντος οἴνου, τοῦ δὲ ἑτέρου ὑπάρ–
χοντος κενοῦ, ὅσον ἐὰν εἰς τὸ κενὸν ἀγγεῖον ὕδωρ
ἐγχέωμεν, τοσοῦτος ὁ οἶνος ἐκ τοῦ ἑτέρου ῥυήσεται·
κατασκευάζεται δὲ οὕτως.
Ἔστω ἐπί τινος βάσεως τῆς ΑΒ δύο ἀγγεῖα τὰ
ΓΔ, ΕΖ διαπεφραγμένα τὰ στόμια τοῖς ΗΘ, ΚΛ δια–
φράγμασι. σωλὴν δὲ ὁ ΜΝΞΟ διὰ τῆς βάσεως διώσθω
καὶ ἀνακεκάμφθω εἰς τὰ ἀγγεῖα ἀπέχων ἀπὸ τῶν δια–
φραγμάτων βραχὺ κατὰ τὰ Μ, Ο. καὶ ἐν μὲν τῷ ΕΖ
καμπύλος σίφων ἔστω ὁ ΠΡΣ τὴν κυρτότητα ἔχων
πρὸς τῷ στόματι τοῦ ἀγγείου· τὸ δὲ ἕτερον σκέλος
αὐτοῦ ἐκτὸς φερέτω εἰς κρουνὸν διεσκευασμένον. διὰ
δὲ τοῦ ΗΘ διαφράγματος καθείσθω χώνη ἡ ΤΥ, ἧς
ὁ καυλὸς συνεστεγνώσθω τῷ διαφράγματι καὶ ἀπε–
χέτω ἀπὸ τοῦ πυθμένος βραχύ. ἐγκεχύσθω δὲ διά τινος
τρυπήματος τοῦ Φ εἰς τὸ ΕΖ ἀγγεῖον οἶνος, ὃ μετὰ
τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω. ἐὰν οὖν ἐγχέωμεν
διὰ τῆς χώνης ὕδωρ εἰς τὸ ΓΔ ἀγγεῖον, συμβήσεται
τὸν ἐν αὐτῷ ἀέρα ἐκθλιβόμενον χωρεῖν εἰς τὸ ΖΕ
ἀγγεῖον διὰ τοῦ ΜΝΞΟ σωλῆνος· ὁ δὲ μεταχωρῶν
ἐκθλίψει τὸν ἐν τῷ ΕΖ ἀγγείῳ οἶνον· καὶ τοῦτο
ἔσται, ὁσάκις ἐὰν ὕδωρ ἐγχέωμεν. καὶ δῆλον ὅτι ἐκ–
θλιβόμενος ὁ ἀὴρ ἴσον ὄγκον ἔχει τῷ ἐγχυνομένῳ
ὕδατι καὶ τοσοῦτον οἶνον ἐκθλίψει. καὶ ἐὰν μηδὲ σίφων
ᾖ καμπύλος, ἀλλὰ μόνον κρουνὸς πρὸς τῷ Σ, δύναται
τὸ αὐτὸ γενέσθαι, ἐὰν μὴ τοῦ ὕδατος ἡ βία κατακρα–
τήσῃ τοῦ κρουνοῦ.
Ἀγγείου ὄντος κενοῦ καὶ ἑτέρου οἶνον ἔχοντος,
ὅσον ἐὰν ὕδωρ εἰς τὸ κενὸν ἀγγεῖον ἐμβάλωμεν, το–
σοῦτον διὰ κρουνοῦ ληψόμεθα κεκραμένον ᾧ ἐὰν
βουλώμεθα εἶναι λόγῳ· ἔστω δὲ τὸ ὕδωρ τοῦ οἴνου
διπλάσιον.
Ἔστω τὸ κενὸν ἀγγεῖον τὸ ΑΒ ἤτοι κυλινδρικὸν
ἢ στερεὸν παραλληλεπίπεδον ὀρθογώνιον· τούτῳ δὲ
ἕτερον παρακείσθω στεγνὸν
πάντοθεν καὶ ἐπὶ τῆς αὐτῆς
βάσεως κείμενον τὸ ΓΔ ἤτοι
ὁμοίως κυλινδρικὸν ἢ στερεὸν
παραλληλεπίπεδον ὀρθογώνι–
ον· ἡ δὲ τοῦ ΑΒ βάσις διπλα–
σία ἔστω τῆς τοῦ ΓΔ βάσεως,
ἐπειδήπερ βουλόμεθα τὸ ὕδωρ
τοῦ οἴνου εἶναι διπλάσιον.
τούτῳ δὴ παρακείσθω ἕτερον ἀγγεῖον στεγνὸν τὸ ΖΕ,
ἐν ᾧ ἐγχυθήσεται ὁ οἶνος· καὶ δι´ ἀμφοτέρων τῶν ΓΔ,
ΕΖ σωλὴν ἔστω ὁ ΗΘΚ συντετρημένος τοῖς ἐπιφράγ–
μασιν αὐτῶν καὶ συνεστεγνωμένος· τὸ δὲ ΕΖ ἀγγεῖον
ἐχέτω καμπύλον σωλῆνα τὸν ΛΜΝ, οὗ τὸ μὲν ἐντὸς
σκέλος ἀπεχέτω τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι
διάρρυσιν· τὸ δὲ ἕτερον ἐκτὸς ἐπικεκάμφθω καὶ φερέτω
εἰς ἀγγεῖον ἕτερον τὸ ΞΟ, ἐξ οὗ σωλὴν ὁ ΠΡ φερέτω
διὰ πάντων τῶν ἀγγείων ἢ καὶ ὑποβεβλημένος ὑπὸ
τὴν ἕδραν τῶν ἀγγείων τάσσεται, ἵνα κάτω φέρηται
ῥᾳδίως αὐτὸς εἰς τὸ παρὰ τὸν πυθμένα τοῦ ΑΒ ἀγ–
γείου μέρος. ἕτερος δὲ σωλὴν ὁ ΤΣ συντετρήσθω τοῖς
ΑΒ, ΓΔ ἀγγείοις· ἐχέτω δὲ καὶ τὸ ΑΒ ἀγγεῖον παρὰ
τὸν πυθμένα κρουνίσκον τὸν Υ. οἱ δὲ ΡΠ, Υ κρου–
νίσκοι ἐμπεριλαμβανέσθωσαν κρουνῷ τῷ ΦΧ κλειδίον
ἔχοντι, δι´ οὗ ἀνοιχθήσεται καὶ κλεισθήσεται, ὁπόταν
προαιρώμεθα. τούτων δὴ κατασκευασθέντων καὶ ἀπο–
κλεισθέντος τοῦ ΧΦ κρουνοῦ ἐὰν ἐμβάλωμεν ὕδωρ
εἰς τὸ ΑΒ ἀγγεῖον, μεταχωρήσει μέρος αὐτοῦ καὶ εἰς
τὸ ΓΔ ἀγγεῖον, τουτέστι τὸ ἥμισυ, διὰ τοῦ ΣΤ σω–
λῆνος· τὸ δὲ ἐμπεσὸν ὑγρὸν εἰς τὸ ΓΔ ἀγγεῖον ἐκ–
θλίψει τὸν ἴσον αὐτῷ ἀέρα διὰ τοῦ ΗΘΚ σωλῆνος
εἰς τὸ ΕΖ ἀγγεῖον· οὗτος δὲ τὸν ἴσον οἶνον ἐκθλίψει
διὰ τοῦ ΛΜΝ σωλῆνος εἰς τὸ ΞΟ ἀγγεῖον. ὅταν ἄρα
ἀνοίξωμεν τὸν ΧΦ κρουνόν, ῥεύσει δι´ αὐτοῦ τό τε
ἐμβληθὲν ὕδωρ εἰς τὸ ΑΒ ἀγγεῖον καὶ ὁ οἶνος ἐκ τοῦ
ΞΟ ἀγγείου διὰ τοῦ ΠΡ σωλῆνος ἐνεχθείς· καὶ ἔσται
γεγονὸς τὸ προκείμενον. πάλιν οὖν κενὰ μενεῖ τὰ ἀγ–
γεῖα, ὅταν ἐκρυέντος τοῦ κράματος ὁ ἀὴρ χωρήσῃ εἰς
αὐτὰ διὰ τοῦ ΠΡ σωλῆνος.
Ἀγγείου ὄντος, ἐν ᾧ ὕδωρ ἐστί, καὶ κρουνοῦ
ὑπάρχοντος ἐν αὐτῷ, ἐν ᾧ κλείς ἐστι, ζῳδίου δ´ ἐπινη–
χομένου ἐπὶ τοῦ ὕδατος, ὅσον ἂν διὰ τοῦ κρουνοῦ
ἀφέλωμεν ὕδωρ ἐκ τοῦ ζῳδίου οἶνος ἐπιρρεύσει πρὸς
λόγον τὸν δοθέντα τῷ ἀφαιρεθέντι ὕδατι.
Ἔστω γὰρ τὸ τοῦ ὕδατος ἀγγεῖον τὸ ΑΒ κρουνὸν
ἔχον τὸν Γ ἀποκλειόμενον· ἐπὶ δὲ τοῦ ὕδατος ἐπινη–
χέσθω λεβητάριον τὸ Δ ἔχον ὄρθιον σωλῆνα τὸν ΕΖ
εἰς ζῴδιον διεσκευασμένον· τὸ δὲ τὸν οἶνον ἔχον ἀγ–
γεῖον παρακείσθω· καὶ ἔστω τὸ ΗΘ, ἐν ᾧ καμπύλος
σίφων ἔστω ὁ ΚΛΜ, οὗ τὸ μὲν ἓν σκέλος ἐντὸς ἔστω
τοῦ ΗΘ ἀγγείου, τὸ δὲ ἕτερον ἐκτὸς καὶ φέρον εἰς
τὸν ΕΖ σωλῆνα. ἐὰν οὖν ἐπισπασώμεθα διὰ τοῦ Μ
καταστομίου τὸν οἶνον, ῥεύσει εἰς τὸν ΕΖ σωλῆνα,
ἄχρις ἂν ἡ τοῦ οἴνου ἐπιφάνεια ἥ τε ἐν τῷ ΗΘ ἀγ–
γείῳ καὶ ἡ ἐν τῷ ΕΖ σωλῆνι ἐπὶ μιᾶς εὐθείας γένη–
ται· γεγονέτω δὲ κατὰ τὴν ΝΞΟΠ εὐθεῖαν. καὶ
παρὰ τὸ Π σημεῖον κρουνίσκος ἀνεῳγὼς ἔστω ὁ Ρ.
μέχρι μὲν οὖν τούτου οὐ ῥέει ὁ οἶνος. ὅταν δὲ ἀφέ–
λωμεν διὰ τοῦ Γ κρουνοῦ ὁσονδηποτοῦν ὕδωρ, κατα–
βήσεται τὸ Δ λεβητάριον, σὺν ᾧ καὶ ὁ ΕΖ σωλήν,
ὥστε τὴν τοῦ οἴνου ἐπιφάνειαν τὴν ΟΠ ταπεινοτέραν
γενέσθαι τῆς ΝΞ ἐπιφανείας· καὶ διὰ τοῦτο ταπεινο–
τέρου γενηθέντος τοῦ ἐκτὸς μέρους τοῦ σίφωνος,
πάλιν μεταχωρήσει ὁ οἶνος εἰς τὸν ΕΖ σωλῆνα καὶ
διὰ τοῦ Ρ κρουνοῦ εἰς τὸ ἐκτὸς ἐνεχθήσεται· καὶ τοῦτο
ἔσται, ὁσάκις ἐὰν ἀφελώμεθα διὰ τοῦ Γ κρουνοῦ ὕδωρ.
ἀνάλογον τῷ ἀπορρυηθέντι ὕδατι ὁ οἶνος ἐπιρρεύσει.
ἐχέτω δὲ ἡ τοῦ ΑΒ ἀγγείου βάσις πρὸς τὴν τοῦ ΗΘ
ἀγγείου βάσιν τὸν ἐπιταχθέντα λόγον· καὶ οὕτως ἔσται
τὸ προκείμενον.
Ἐὰν δὲ βουλώμεθα ἐγχέοντες ὕδωρ εἴς τι ἀγγεῖον
τούτῳ πρὸς λόγον τὸν οἶνον ἐπιρρεῦσαι, ποιήσομεν
οὕτως.
Ἔστω γὰρ πάλιν τὸ μὲν ἔχον ἀγγεῖον τὸ ὕδωρ τὸ
ΑΒ, τὸ δὲ τὸν οἶνον ἔχον τὸ ΗΘ· ὁ δὲ ΕΖ σωλὴν ἐκτὸς
ἔστω τοῦ ΑΒ ἀγγείου·
ἐν δὲ τῷ ΑΒ ἀγγείῳ
σφαῖρα ἐπινηχέσθω ἡ
Δ, ἐξ ἧς σπάρτος διὰ
τροχίλου τοῦ Γ ἀπο–
δεδέσθω εἰς τὸν ΕΖ
σωλῆνα, ὥστε αὐτὸν
κρέμασθαι· τὰ δὲ ἄλλα
ταὐτὰ πάντα ἔστω τοῖς
ἐπάνω εἰρημένοις. συμβήσεται οὖν ἐμβληθέντος τοῦ
ὕδατος εἰς τὸ ΑΒ ἀγγεῖον μετεωριζόμενον τὸ Δ σφαιρίον
χαλᾶν τὸν ΕΖ σωλῆνα, ὥστε πάλιν ἐπιρρέειν τὸν οἶνον.
Δύναται δὲ καὶ ἄλλως.
Ἡ γὰρ ἐκ τοῦ Δ σφαιρίου σπάρτος ἀποδεδόσθω
διὰ τοῦ Γ τροχίλου εἰς ἕτερον τροχιλίδιον τὸ Σ καὶ
ἐκδεδέσθω διὰ τούτου εἰς τὸν ΚΛΜ διαβήτην. συμ–
βήσεται γὰρ μετεωριζομένου τοῦ σφαιρίου χαλᾶσθαι
τὸν ΚΛΜ διαβήτην κρεμάμενον ἐκ τῆς σπάρτου, ὥστε
πάλιν μείζονος γενηθέντος τοῦ ἐκτὸς σκέλους τοῦ σί–
φωνος τὸν οἶνον ῥέειν διὰ τοῦ Μ στομίου.
Οἱ δὲ σίφωνες, οἷς χρῶνται εἰς τοὺς ἐμπρησμούς,
κατασκευάζονται οὕτως.
Ἔστωσαν δύο πυξίδες χαλκαῖ κατατετορνευμέναι
τὴν ἐντὸς ἐπιφάνειαν πρὸς ἐμβολέα, καθάπερ αἱ τῶν
ὑδραύλεων πυξίδες, αἱ ΑΒΓΔ, ΕΖΗΘ· ἐμβολεῖς δὲ
αὐταῖς ἔστωσαν ἁρμοστοὶ οἱ ΚΛ, ΜΝ· συντετρήσθω–
σαν δὲ πρὸς ἀλλήλας αἱ πυξίδες διὰ σωλῆνος τοῦ
ΞΟΔΖ. ἐκ δὲ τῶν ἐκτὸς μερῶν αἱ πυξίδες ἐντὸς τοῦ
ΞΟΔΖ σωλῆνος ἐχέτωσαν ἀσσάρια προκείμενα, οἷα
εἴρηται ἐν τοῖς ἐπάνω, τὰ Π, Ρ, ὥστε εἰς τὸ ἐκτὸς
τῶν πυξιδίων ἀνοίγεσθαι μέρος. ἐχέτωσαν δὲ καὶ ἐν
τοῖς πυθμέσιν αἱ πυξίδες τρήματα στρογγύλα τὰ Σ,
Τ ἐπιπωμαννύμενα τυμπανίοις ἐσμηρισμένοις τοῖς ΥΦ,
ΧΨ, δι´ ὧν περόνια διαβεβλήσθω ἐπικεκολλημένα ἢ
προσκεκοινωμένα τοῖς πυθμέσι τῶν πυξιδίων τὰ Ω,
Ω, ἔχοντα ἐκ τῶν ἄκρων κωλυμάτια πρὸς τὸ τὰ τυμ–
πάνια μηκέτι ἐξέλκεσθαι ἐξ αὐτῶν. οἱ δὲ ἐμβολεῖς
ἐχέτωσαν ὄρθια συμφυῆ κανόνια μέσα τὰ ϛ, Ϟ, οἷς
ἐπιζευγνύσθω κανὼν ὁ ϡ ͵Α κινούμενος περὶ μὲν τὸ
μέσον περὶ περόνην τὴν ͵Δ μένουσαν, περὶ δὲ τὰ
κανόνια τὰ ϛ, Ϟ περὶ περόνας τὰς ͵Β, ͵Γ. τῷ δὲ ΞΟΔΖ
σωλῆνι συντετρήσθω ἕτερος σωλὴν ὄρθιος ὁ ͵Ε ͵ϛ εἰς
δίχηλον διεσχισμένος κατὰ τὸ ͵ϛ καὶ ἔχων τὰ σμηρί–
σματα, δι´ ὧν ἀναπιέζει τὸ ὑγρόν, οἷα καὶ ἔμπροσθεν
εἴρηται ἐν τῷ ἀναπυτίζοντι ὕδωρ ἀγγείῳ διὰ τοῦ
πεπιλημένου εἰς αὐτὸ ἀέρος. ἐὰν οὖν αἱ εἰρημέναι
πυξίδες σὺν τῇ πρὸς αὐτὰς κατασκευῇ ἐμβληθῶσιν εἰς
ὕδατος ἀγγεῖον τὸ ͵Ζ ͵Η ͵Θ Μ<Α> καὶ κηλωνεύηται ὁ ϡ ͵Α
κανὼν ἐκ τῶν ἄκρων αὐτοῦ τῶν ϡ, ͵Α ἐναλλὰξ κινου–
μένων περὶ τὴν ͵Δ περόνην, οἱ ἐμβολεῖς καθιέμενοι
ἐκθλίψουσι διὰ τοῦ ͵Ε ͵ϛ σωλῆνος καὶ τοῦ Μ<Β> ἐπι–
στρεπτοῦ στομίου τὸ ὑγρόν· ὁ γὰρ ΜΝ ἐμβολεὺς
ἀνασειόμενος μὲν ἀνοίγει τὸ Τ τρῆμα ἐπαιρομένου τοῦ
ΧΨ τυμπανίου, ἀποκλείει δὲ τὸ Ρ ἀσσάριον· καθιέ–
μενος δὲ τὸ μὲν Τ ἀποκλείει, τὸ δὲ Ρ ἀνοίγει, δι´ οὗ
καὶ τὸ ὕδωρ ἐκθλιβόμενον ἀναπιέζεται· τὰ δὲ αὐτὰ
συμβαίνει καὶ περὶ τὸν ΚΛ ἐμβολέα. τὸ μὲν οὖν Μ<Β>
σωληνάριον ἀνανεῦον καὶ ἐπινεῦον τὸν ἐκπιτυσμὸν
πρὸς τὸ δοθὲν ὕψος ποιεῖται, οὐκέτι μέντοι πρὸς τὴν
δοθεῖσαν ἐπιστροφήν, εἰ μὴ ὅλον τὸ ὄργανον ἐπιστρέ–
φεται· τοῦτο δὲ βραδὺ καὶ μοχθηρὸν πρὸς τὰς κατ–
επειγούσας χρείας ὑπάρχει. ἵν´ οὖν εὐκόπως εἰς τὸν
δοθέντα τόπον ἐκπιτύζηται τὸ ὑγρόν, ποιήσωμεν τὸν
͵Ε ͵ϛ σωλῆνα σύνθετον κατὰ τὸ μῆκος ἐκ δύο συνεσμη–
ρισμένων ἀλλήλοις, ὧν ὁ μὲν εἷς συμφυὴς ἔστω τῷ
ΞΟΔΖ σωλῆνι, ὁ δὲ ἕτερος τῷ διχήλῳ τῷ πρὸς τῷ
͵ϛ· ἐπιστρεφομένου γὰρ τοῦ ἐπάνω σωλῆνος καὶ ἐπι–
νεύοντος τοῦ Μ<Β> ὁ ἀναπιεσμὸς γίνεται, πρὸς ὃν ἐὰν
βουλώμεθα τόπον. ἕξει δὲ καὶ ὁ ἄνω συνεσμηρισμένος
σωλὴν κωλυμάτια πρὸς τὸ μὴ ὑπὸ τῆς τοῦ ὑγροῦ βίας
ἐκπίπτειν τοῦ ὀργάνου· ταῦτα δὲ ἔσται γαμμοειδῆ
συγκεκολλημένα αὐτῷ καὶ περὶ κρίκον στρεφόμενα περι–
κείμενον τῷ ὑποκάτω σωλῆνι.
Κατασκευάζεται δὲ ἔν τινι τόπῳ ὕδωρ ἐπίρρυτον
ἔχοντι ζῷον εἴτε χαλκοῦν εἴτε ἐξ ἄλλης τινὸς ὕλης·
προσενεχθέντος δὲ αὐτῷ ποτηρίου πίνει μετὰ ψόφου
καὶ βοῆς, ὥστε φαντασίαν ποιεῖν δίψης· ἔστι δὲ ἡ
κατασκευὴ τοιαύτη.
Ἔστω τι ἀγγεῖον τὸ ΑΒ, ἐν ᾧ ἐπίρρυτόν ἐστι
κρουνισμάτιον τὸ Γ· ἐν δὲ τῷ ΑΒ ἀγγείῳ καμπύλος
σίφων ἔστω ἢ πνικτὸς διαβήτης ὁ ΔΕΖ, οὗ τὸ ἕτερον
σκέλος ἐκτὸς ὑπερεχέτω τοῦ πυθμένος τοῦ ἀγγείου.
ὑποκείσθω δὲ τούτῳ βάσις στεγνὴ ἡ ΗΘΚΛ ἔχουσα
καὶ αὐτὴ ὁμοίως καμπύλον σίφωνα τὸν ΜΝΞ· ὑπο–
κείσθω δὲ τῷ Ζ στομίῳ χώνη ἡ ΟΠ, ἧς ὁ καυλὸς
φερέτω εἰς τὴν ΗΘΚΛ βάσιν ἀπέχων ἀπὸ τοῦ πυθ–
μένος ὅσον ὕδατι διάρρυσιν. τὸ δὲ τοῦ ζῳδίου στό–
μιον ἔστω πρὸς τῷ Ρ, δι´ οὗ σωλὴν κείσθω φέρων
δι´ ἑνὸς τῶν ποδῶν ἢ δι´ ἄλλου τινὸς μέρους τοῦ
ζῳδίου κρυπτῶς εἰς τὴν βάσιν· ἔστω δὲ οὗτος ὁ ΡΣΤ.
συμβήσεται οὖν πληρωθέντος τοῦ ΑΒ ἀγγείου ὑπερ–
βλύσαν τὸ ὑγρὸν ἐνεχθῆναι εἰς τὴν ΠΟ χώνην καὶ
πληρῶσαι μὲν τὴν ΗΘΚΛ βάσιν, κενῶσαι δὲ τὸ ΑΒ
ἀγγεῖον. πάλιν δὴ πληρωθείσης τῆς βάσεως ὑπερ–
βλύσαν τὸ ὕδωρ διὰ τοῦ ΜΝΞ σίφωνος κενώσει τὴν
βάσιν, ἧς κενουμένης ὁ ἀὴρ διὰ τοῦ Ρ στομίου ἀνα–
πληρώσει τὸν κενούμενον τόπον. ὅταν ἄρα προσενέγ–
κωμεν τῷ Ρ τὸ ποτήριον, πίεται μετὰ βίας ἐπισπώ–
μενον ἀντὶ τοῦ ἀέρος τὸ ὑγρόν, ἄχρις ἂν ἡ βάσις
κενωθῇ ἐντός. οὕτω δὲ πάλιν τοῦ ΑΒ ἀγγείου πλη–
ρωθέντος κενοῦται, καὶ ταὐτὰ ἔσται τοῖς εἰρημένοις.
ἵν´ οὖν κατὰ τὸν δέοντα καιρόν, τουτέστι κενουμένης
τῆς βάσεως, προσφέρηται τὸ ποτήριον, ἔστω διὰ τῆς
ἐκρύσεως τῆς διὰ τοῦ ΜΝΞ διαβήτου κινούμενόν τι
ἐπιπίπτοντος τοῦ ὕδατος αὐτῷ, ἐν ᾧ ἀποβλέποντες ὅταν
κινῆται προσοίσομεν τὸ ποτήριον.
Ἔστι δὲ καὶ ἄλλως ἐπιρρύτου ὄντος ὕδατος τοῦ
Πανίσκου ἐπιστρεφομένου πίνειν τὸ ζῷον.
Ἔστω γὰρ στεγνὴ βάσις πάντοθεν ἡ ΑΒΓΔ διά–
φραγμα ἔχουσα· ἐπὶ δὲ τῆς ἐφέδρας ἐφεστάτω τὸ ζῷον·
ὁ δὲ διὰ τοῦ στόματος αὐτοῦ σωλὴν ἔστω ὁ ΕΖΗ.
ἐχέτω δὲ ἡ βάσις ἐν ἑαυτῇ καὶ καμπύλον σίφωνα τὸν
ΘΚΛ ἐν τῇ κάτω χώρᾳ, οὗ τὸ ἓν σκέλος ἐκτὸς ὑπερ–
εχέτω τοῦ πυθμένος. διὰ δὲ τοῦ μέσου διαφράγματος
χώνη ἔστω ἡ ΜΝ, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ
πυθμένος βραχύ. ἐπικείσθω δὲ τῇ ΑΒΓΔ βάσει ἑτέρα
βάσις ἡ ΞΟ, ἐφ´ ἧς ἐφεστάτω Πανίσκος ὁ ΠΡ ἀξόνιον
ἔχων τὸ Σ ὑπερέχον εἰς τὸ ἄνω μέρος τῆς βάσεως, ᾧ
συμφυὴς ἔστω σωλὴν ὁ ΤΥ ἔχων ἐκ τοῦ ἄκρου φιάλιον
συμφυὲς καὶ συντετρημένον αὐτῷ τὸ ΥΦ· τηλικοῦτος
δὲ ἔστω ὁ ΤΥ σωλήν, ὥστε ἐπιστραφέντος τοῦ Πα–
νίσκου τὸ ΥΦ φιάλιον κεῖσθαι κατὰ τὴν ΜΝ χώνην
ὑπεράνω βραχύ. κατὰ δὲ τὴν ΜΝ χώνην ἐπὶ τῆς
βάσεως ἔστω φιάλιον τὸ ΧΨ συντετρημένον τῇ βάσει,
ἐν ᾧ φερέσθω τὸ ἐπίρρυτον ὕδωρ τὸ Ω τοσοῦτον,
ὥστε πλέον εἶναι τῆς διὰ τοῦ ΘΚΛ διαβήτου ἀπορ–
ρύσεως. ἐνεχθήσεται ἄρα τὸ προειρημένον ὑγρὸν διὰ
τῆς ΜΝ χώνης εἰς τὸ κάτω μέρος τῆς ΑΒΓΔ βάσεως,
τοῦ ἐν αὐτῇ ἀέρος χωροῦντος διὰ τοῦ ΕΖΗ σωλῆνος.
καὶ ἀεὶ ἔσται πλήρης ἡ βάσις τοῦ ὑγροῦ διὰ τὸ μεί–
ζονα εἶναι τὴν ἐπίρρυσιν τῆς ἀπορρύσεως. ὅταν ἄρα
ἐπιστρέφωμεν τὸν Πανίσκον, τὸ ΥΦ φιάλιον ὑπὲρ
τὴν χώνην γενόμενον δέξεται τὴν Ω ἐπίρρυσιν, ἥτις
διὰ τοῦ ΤΥ σωλῆνος εἰς ἕτερον χωρήσει τόπον. μη–
κέτι οὖν ἐπιρρέοντος τοῦ ὑγροῦ εἰς τὸ κάτω μέρος
τῆς ΑΒΓΔ βάσεως, ὁ ΘΚΛ διαβήτης κενώσει αὐτήν,
τοῦ ἀέρος εἰσπίπτοντος διὰ τοῦ ΕΖΗ σωλῆνος, ὥστε
προσενεχθέντος τοῦ ποτηρίου πάλιν πίεται τὸ ζῷον.
Δύναται δὲ καὶ ἄλλως πίνειν τὸ ζῷον μήτε ἐπιρ–
ρύτου ὄντος ὕδατος μήτε ἄλλου τινὸς κινοῦντος τὸν
Πανίσκον.
Ἔστω γὰρ βάσις μὲν ἡ ΑΒΓΔ· τὸ δὲ τοῦ ζῳδίου
στόμιον ἔστω πρὸς τῷ Ε, καὶ διὰ τῶν στέρνων τοῦ
ζῴου καὶ τοῦ ὀπισθίου ποδὸς ἢ τῆς οὐρᾶς ἀπὸ τοῦ Ε
στόματος διώσθω σωλὴν ὁ ΕΖΗ φέρων εἰς τὸ ἐντὸς
τῆς βάσεως, καὶ τεθείσης ἀκινήτου τῆς βάσεως τετρυ–
πήσθω ὁ ΕΖΗ σωλὴν ὁ διὰ τοῦ ζῴου λεπτῷ καὶ
δυσθεωρήτῳ τρυπήματι †τῷ Ε κειμένῳ πρὸς διαβήτην
τῷ Η στομίῳ. ἐὰν οὖν τις πληρώσῃ τὸν ΕΖΗ
διαβήτην ὕδατος διά τινος μετεώρου σωλῆνος, οὗ τὸ
ἄκρον πρόσκειται τῷ† Ε, μενεῖ πλήρης ὕδατος ὁ ΕΖΗ
διαβήτης διὰ τὸ ἐξ ἴσου κεῖσθαι τὰ στόμια αὐτοῦ.
ὅταν οὖν προσενέγκωμεν τῷ Ε στομίῳ τὸ ποτήριον
καὶ βαπτισθῇ τι μέρος τοῦ στομίου, συμβήσεται τοῦ
ΕΖΗ διαβήτου τὸ πρὸς τῷ Η κῶλον μεῖζον γενέσθαι.
καὶ διὰ τοῦτο ἐπισπάσεται τὸ ὑγρόν· τὸ δὲ ἐπισπώ–
μενον φέρεται εἰς τὴν ΑΒΓΔ βάσιν. οὐκ ἀνάγκη δὲ
τὴν ΑΒΓΔ βάσιν στεγνοῦν ἐπὶ ταύτης τῆς κατα–
σκευῆς.
Ἐν τοῖς Αἰγυπτίων ἱεροῖς πρὸς ταῖς παραστάσι
τροχοὶ χάλκεοι ἐπιστρεπτοὶ γίνονται πρὸς τὸ τοὺς
εἰσερχομένους ἐπιστρέφειν αὐτοὺς διὰ τὸ δοκεῖν τὸν
χαλκὸν ἁγνίζειν· ἔστι δὲ καὶ περιρραντήρια πρὸς τὸ
τοὺς εἰσερχομένους περιρραίνεσθαι. δέον οὖν ἔστω
ποιῆσαι, ὥστε ἐπιστραφέντος τοῦ τροχοῦ ὕδωρ ἐξ αὐτοῦ
ἐπιρρέειν εἰς τὸ ὡς εἴρηται περιρραίνεσθαι.
Ἔστω ὄπισθεν τῆς παραστάδος κρυπτὸν ἀγγεῖον
ὕδατος τὸ ΑΒΓΔ τετρημένον τὸν πυθμένα τῷ Ε
τρήματι. ὑποκεκολλήσθω ὑπὸ τὸν πυθμένα αὐλίσκος
ὁ ΖΗΘΚ ἔχων καὶ αὐτὸς τρύπημα κατὰ τὸ ἐν τῷ
πυθμένι τρῆμα· ἐντὸς δὲ τούτου ἕτερος αὐλίσκος
ὁ ΛΜ κατὰ μὲν τὸ Λ μέρος προσκεκολλημένος τῷ
ΖΗΘΚ, κατὰ δὲ τὸ Ε τρῆμα καὶ αὐτὸς τρῆμα ἔχων
τὸ Π· μεταξὺ δὲ τῶν εἰρημένων δύο αὐλίσκων ἕτερός
ἐστιν ὁ ΝΞΟΡ συνεσμηρισμένος ἀμφοτέροις καὶ ἔχων
τρῆμα κατὰ τὸ Ε τρῆμα τὸ Σ. καταλλήλων οὖν τού–
των τῶν τρημάτων ὄντων, ἐὰν ἐγχέῃ τις εἰς τὸ ΑΒΓΔ
ἀγγεῖον ὕδωρ, ἔξω ῥεύσει διὰ τοῦ ΛΜ αὐλίσκου· ἐὰν
δὲ ἐπιστρέφωμεν τὸν ΝΞΟΡ αὐλίσκον, ὡς παραλλάξαι
τὸ Σ τρῆμα, οὐκέτι ῥεύσει. γεγονέτω οὖν ὁ τροχὸς
συμφυὴς τῷ ΝΞΟΡ αὐλίσκῳ, ὥστε ἐπιστρεφομένου
αὐτοῦ πλεονάκις τὸ ὕδωρ ῥεύσει.
Ἀγγείου ὄντος ἑνός, ἐμβαλεῖν διὰ τοῦ στόματος
αὐτοῦ οἴνων πλείονα γένη καὶ διὰ τοῦ αὐτοῦ κρουνοῦ
λαμβάνειν ἕκαστον αὐτῶν, ὃ ἐάν τις προαιρῆται, ὥστε
πλειόνων ἐμβαλόντων τοὺς οἴνους ἕκαστον τὸν ἴδιον
δέξασθαι κατὰ μέρος, ὅσος ἐὰν ᾖ ὁ ἀφ´ ἑκάστου ἐμ–
βληθείς.
Ἔστω ἀγγεῖον στεγνὸν τὸ ΑΒΓΔ διαπεφραγμένον
τὸν τράχηλον τῷ ΕΖ διαφράγματι· διαπεφράχθω δὲ
καὶ τὸ ὅλον ἀγγεῖον εἰς χώρας τοσαύτας, ὅσους βουλό–
μεθα καὶ τοὺς οἴνους εἶναι· καὶ ἔστω διαφράγματα
τὰ ΗΘ, ΚΛ, ὥστε γίνεσθαι χώρας τρεῖς τὰς Μ, Ν, Ξ,
εἰς ἃς ἐμβληθήσεται ὁ οἶνος. τετρήσθω δὲ τὸ ΕΖ
διάφραγμα καθ´ ἑκάστην χώραν λεπτοῖς τρυπηματίοις·
καὶ ἔστω τὰ τρυπημάτια τὰ Ο, Π, Ρ· ἐκ δὲ τῶν
Ο, Π, Ρ τρυπηματίων σωληνάρια ἀνατεινέτω τὰ ΠΣ,
ΟΤ, ΡΥ εἰς τὸν τράχηλον τοῦ ἀγγείου συντετρημένα
αὐτῷ· παρὰ δὲ ἕκαστον σωληνάριον τρυπημάτια ἔστω
λεπτὰ ἐν τῷ ΕΖ διαφράγματι ἠθμοειδῆ, δι´ ὧν τὸ
ὑγρὸν εἰς τὰς χώρας χωρήσει. ὅταν οὖν βουλώμεθα
ἐγχέειν ἕκαστον οἶνον, καταληψόμεθα τοῖς δακτύλοις
τὰ Σ, Τ, Υ καὶ ἐγχέομεν τὸν οἶνον διὰ τοῦ Φ τρα–
χήλου· οὗτος δὲ εἰς οὐδεμίαν χώραν χωρήσει διὰ τὸ
μὴ ἔχειν διέξοδον τὸν ἐν ταῖς χώραις ἀέρα. ὅταν οὖν
ἀνέσωμεν ἓν τῶν Σ, Τ, Υ διαυγίων, ὁ ἐν τῇ κατ´
ἐκεῖνο χώρᾳ ἀὴρ ἐκχωρήσει, διὰ τοῦ ἠθμοῦ τοῦ οἴνου
εἰς τὴν χώραν ἐμπίπτοντος. πάλιν καταλαμβανόμενοι
τὸ διαύγιον, ἄλλο ὁμοίως ἀνήσομεν καὶ ἐμβαλοῦμεν
ἕτερον οἶνον, εἶτα ἑξῆς τοὺς λοιπούς, ὅσοι ἐὰν ὦσιν
οἵ τε οἶνοι καὶ αἱ ἐν τῷ ΑΒΓΔ ἀγγείῳ ἰσοπληθεῖς
χῶραι. δεξόμεθα δὲ ἕκαστον αὐτῶν κατὰ μέρος διὰ
τοῦ αὐτοῦ κρουνοῦ οὕτως. ἐν τῷ πυθμένι τοῦ ΑΒΓΔ
ἀγγείου ἐξ ἑκάστης χώρας σωλῆνες ἔστωσαν ἐκ μὲν
τῆς Μ ὁ ΧΨ, ἐκ δὲ τῆς Ν ὁ Ωϛ, ἐκ δὲ τῆς Ξ ὁ
Ϟϡ· τὰ δὲ ἄκρα αὐτῶν τὰ Ψ, ϛ, ϡ συντετρήσθω
ἑτέρῳ σωλῆνι τῷ Ψϛϡ ͵Α ἀπέχοντα ἀπ´ ἀλλήλων, καὶ
ἐστεγνώσθωσαν εἰς τὸ ἐντὸς τοῦ Ψϛϡ ͵Α. ἕτερος δὲ
σωλὴν 〈ἔστω〉 συνεσμηρισμένος ὁ ͵Β ͵Γ τῷ Ψϛϡ ͵Α,
ἐπεστομωμένος μὲν κατὰ τὸ ἐντὸς μέρος τὸ ͵Γ, τρή–
ματα δὲ ἔχων κατὰ τὰ Ψ, ϛ, ϡ, ὥστε ἐπιστρεφομένου
τοῦ ͵Β ͵Γ σωλῆνος τὰ ἐν αὐτῷ τρήματα παραγινόμενα
παρ´ ἕκαστον τῶν Ψ, ϛ, ϡ τρημάτων δέχεσθαι τὸν ἐν
ἑκάστῃ χώρᾳ οἶνον καὶ εἰς τὸ ἐκτὸς ἀποδιδόναι διὰ
τοῦ ἐκτὸς στομίου τοῦ ͵Β ͵Γ σωλῆνος. τῷ οὖν ͵Β ͵Γ
σωλῆνι συμφυὴς ἔστω σιδηροῦς ὀβελίσκος ὁ ͵Δ ͵Ε· καὶ
κατὰ μὲν τὸ ͵Ε μέρος 〈βάρος〉 ἐκ μολίβδου προσκε–
κολλήσθω τὸ ͵Ε, κατὰ δὲ τὸ ͵Δ περόνη σιδηρᾶ ἡ
͵Δ ͵ϛ ἔχουσα ἐκ τοῦ μέσου προσκεκολλημένον φιάλιον
τὸ ͵ϛ τὰ κοῖλα εἰς τὸ ἄνω μέρος ἔχον. ἔστω δέ τις
καὶ κῶνος κοῖλος κόλουρος, οὗ ὁ μὲν μείζων κύκλος
ἔστω ὁ ͵Ζ, ὁ δὲ ἐλάσσων ὁ ͵Θ, δι´ οὗ καὶ ἡ ͵Δ ͵ϛ
περόνη διερχέσθω. γεγονέτω δὲ καὶ σφαιρία μολιβᾶ
ἄνισα τοῖς μεγέθεσι τοσαῦτα ὅσαι εἰσὶ καὶ αἱ Μ, Ν, Ξ
χῶραι. ἐὰν οὖν τὸ ἔλασσον τῶν σφαιρίων ἐπιθῶμεν
τῷ ͵Ζ͵Θ φιαλίῳ, καταβαρῆσαν εἰς τὸ κάτω μέρος
ἐνεχθήσεται, ἄχρις ἂν ψαύσῃ τῆς τοῦ κώνου κολούρου
κοίλης ἐπιφανείας, καὶ ἐπιστρέψει τὸν ͵Β͵Γ σωλῆνα,
ὥστε τὸ ἐν αὐτῷ τρῆμα γενέσθαι κατὰ τὸ Ψ καὶ δέ–
χεσθαι τὸν ἐν τῇ Μ χώρᾳ οἶνον ῥέοντα ἐπὶ τοσοῦτον,
ἐφ´ ὅσον καὶ ἐπίκειται ἡ σφαῖρα τῷ φιαλίῳ, εἰ μὴ
ἄρα ὅλος ᾖ ἐκρερευκώς. ἐὰν δὲ ἀφέλωμεν τὸ σφαι–
ρίον, πάλιν τὸ ͵Ε βάρος καταστρέψαν ἀποκλείσει τὸ
Ψ τρῆμα, ὥστε μηκέτι ῥέειν τὸν οἶνον. πάλιν οὖν
ἢν ἕτερον τῶν σφαιρίων ἐπιθῶμεν, πλέον κατενεχθή–
σεται καὶ πλέον ἐπιστρέψει τὸν ͵Β σωλῆνα, ἄχρις ἂν
τὸ ἐν αὐτῷ τρῆμα γένηται κατὰ τὸ ϛ τρῆμα· καὶ οὕτως
ῥεύσει ὁ ἐν τῇ Ν χώρᾳ οἶνος. καὶ πάλιν ἀρθέντος
τοῦ σφαιρίου καταρρέψαν τὸ ͵Ε βάρος ἀποκλείσει τὸ
ϛ τρῆμα, ὥστε μηκέτι ῥέειν τὸν οἶνον. ἐὰν δὲ ἕτερον
μεῖζον ἐπιτεθῇ, πλέον ἐπιστραφήσεται ὁ ͵Β σωλήν,
ὥστε ῥέειν τὸν ἐν τῇ Ξ χώρᾳ οἶνον. δεῖ μέντοι τὸ
ἔλασσον τῶν σφαιρίων ἐπιτεθὲν ἐπὶ τῷ φιαλίῳ κατα–
κρατεῖν τοῦ ͵Ε βάρους, τουτέστιν ἐπιστρέφειν τὸν
͵Β σωλῆνα· οὕτως γὰρ καὶ τὰ σφαιρία τὰ λοιπὰ
κατακρατήσει καὶ ἐπιστρέψει τὸν ͵Β κρουνόν.
Λύχνον κατασκευάσαι ἑαυτὸν προσμύσσοντα.
Ἔστω ὁ λύχνος ὁ ΑΒΓ· διὰ δὴ τοῦ στόματος
αὐτοῦ περόνη σιδηρᾶ διώσθω ἡ ΔΕ κινουμένη εὐλύτως
περὶ τὸ Ε σημεῖον· περὶ δὲ τὴν περόνην τὸ ἐλλύχνιον
περιειλείσθω εὔλυτον. παρακείσθω δὲ καὶ τύμπανον
ὠδοντωμένον τὸ Ζ κινούμενον περὶ ἀξόνιον εὐλύτως,
οὗ οἱ ὀδόντες ψαυέτωσαν τῆς περόνης, ὅπως ἐπι–
στρεφομένου αὐτοῦ προωθῆται τὸ ἐλλύχνιον διὰ τῶν
ὀδόντων. ἐχέτω δὲ ὁ λύχνος ἀνεῳγότα τὸν ὀμφαλὸν
ἐπὶ πλέον. ἐμβληθέντος δὲ τοῦ ἐλαίου ἐπινηχέσθω
λεβητάριον τὸ Η ἔχον συμφυὲς ὄρθιον κανόνιον τὸ Θ
ὠδοντωμένον καὶ συμπεπλεγμένον τοῖς ὀδοῦσι τοῦ
τυμπανίου. συμβήσεται οὖν δαπανωμένου τοῦ ἐλαίου
τὸ λεβητάριον καταβαῖνον ἐπιστρέφειν τὸ Ζ τυμπάνιον
διὰ τῶν τοῦ κανονίου ὀδόντων, ὥστε προωθεῖσθαι τὸ
ἐλλύχνιον.
Ἀγγείου ὄντος καὶ κρουνὸν παρὰ τὸν πυθμένα
ἀνεῳγότα ἔχοντος καὶ ἐγχεομένου εἰς αὐτὸ ὑγροῦ,
ὁτὲ μὲν κατ´ ἀρχὰς ῥεύσει ὁ κρουνός, ὁτὲ δὲ κατὰ τὸ
ἥμισυ, ὁτὲ δὲ καὶ ὅλου πληρωθέντος· ἢ καὶ καθόλου,
ὁπόσου ἂν ἐμβληθέντος τοῦ ὑγροῦ ῥεύσει ὁ κρουνός,
καὶ πᾶν κενώσει τὸ ἐμβληθὲν ὑγρόν.
Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν
τράχηλον· διὰ δὲ τοῦ διαφράγματος καθείσθω σωλὴν
ὁ ΓΔ συνεστεγνωμένος τῷ διαφράγματι, ἀπέχων δὲ
τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. ἔστω δὲ καὶ
καμπύλος σίφων ὁ ΕΖΗ, οὗ τὸ μὲν ἐντὸς σκέλος
ἀπεχέτω ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν, τὸ
δὲ ἕτερον εἰς τὸ ἐκτὸς ἀποδοθὲν εἰς κρουνὸν διε–
σκευάσθω· ἡ δὲ κυρτότης τοῦ διαβήτου παρ´ αὐτὸν
ἔστω τὸν τράχηλον τοῦ ἀγγείου. ἐχέτω δὲ καὶ δι–
αύγιον τὸ ΑΒ ἀγγεῖον παρὰ τὸ διάφραγμα, τὸ Θ φέρον
εἰς τὸ κύτος. ἐὰν οὖν βουλώμεθα κατ´ ἀρχὰς ἐγχεο–
μένου τοῦ ὑγροῦ ῥέειν τὸν κρουνόν, καταληψόμεθα τῷ
δακτύλῳ τὸ Θ διαύγιον, καὶ ῥεύσει ὁ κρουνός· μὴ
γὰρ ἔχοντος τοῦ ἐν τῷ ἀγγείῳ ἀέρος ἀντιπερίστασιν,
τὸ ὑγρὸν ὁρμήσει διὰ τοῦ καμπύλου σίφωνος εἰς τὸ
ἐκτὸς μέρος. ἐὰν δὲ μὴ καταλαβώμεθα τὸ διαύγιον,
χωρήσει τὸ ὑγρὸν εἰς τὸ κύτος, καὶ οὐ μὴ ῥεύσει ὁ
κρουνός, ἄχρις ἂν πάλιν καταλαβώμεθα τὸ διαύγιον.
μετὰ δὲ ταῦτα ἀνεθέντος τοῦ διαυγίου ὁ διαβήτης
ἅπαν κενώσει τὸ ὑγρόν.
Κατασκευάζεται δὲ καὶ ἀγγεῖον, ὃ ἐφ´ ὅσον μὲν
ἐπιχέεις τὸ ὑγρὸν δέχεται, ἐὰν δὲ διαλίπῃς, οὐκέτι δέ–
χεται. γίνεται δὲ τὸν τρόπον τοῦτον.
Ἔστω τὸ ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν
τράχηλον τῷ ΓΔ διαφράγματι· διὰ δὲ τοῦ διαφράγ–
ματος καθείσθω σωλὴν ὁ ΕΖ ἀπέχων μὲν ἀπὸ τοῦ
πυθμένος βραχύ, ὑπερέχων δὲ τοῦ διαφράγματος, ὥστε
μικρὸν ἀπέχειν τοῦ χείλους τοῦ ἀγγείου. περὶ δὲ
τοῦτον περικείσθω ἕτερος ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ δια–
φράγματος ὅσον ὕδατι διάρρυσιν καὶ ἀπὸ τοῦ ΕΖ
σωλῆνος· ἐπιπεφράχθω δὲ ὁ ΗΘ σωλὴν τὸ ἄνω μέρος
λεπιδίῳ. ἐχέτω δὲ τὸ ἀγγεῖον καὶ διαύγιον τὸ Κ
φέρον εἰς τὸ κύτος. ὅταν οὖν ἐγχέωμεν τὸ ὑγρὸν διὰ
τοῦ τραχήλου, συμβήσεται χωρεῖν αὐτὸ διά τε τοῦ
ΗΘ σωλῆνος καὶ διὰ τοῦ ΕΖ εἰς τὸ κύτος, τοῦ ἀέρος
ἐκχωροῦντος διὰ τοῦ Κ διαυγίου. ἐὰν οὖν διαλίπω–
μεν καὶ κενωθῇ ὁ τοῦ ἀγγείου τράχηλος, ὁ ἀὴρ δια–
στήσει τὴν συνέχειαν, ὥστε τὸ ἐνὸν ἐν τῷ ΗΘ σωλῆνι
ὑγρὸν καταρραγὲν πεσεῖται ἐπὶ τὸ διάφραγμα· ἔστω
γὰρ τὸ εὖρος τὸ περὶ τὸν ΗΘ σωλῆνα μέγα, ὥστε
τῷ βάρει καταπεσεῖται τὸ ὑγρόν. ἐπεγχυθέντος δὲ
ἑτέρου ὑγροῦ ὁ ἐναποληφθεὶς ἐν τῷ ΕΖ σωλῆνι
ἀὴρ καὶ ἐν τῷ ΗΘ οὐκ ἐάσει παρεισελθεῖν τὸ ὑγρόν,
ἀλλ´ ὑπὲρ τὸ χεῖλος τοῦ ἀγγείου ὑπερχυθήσεται.
Κατασκευάζεται δὲ καὶ Σατυρίσκος ἐπί τινος
βάσεως ἀσκὸν ἐν ταῖς χερσὶ κατέχων, ᾧ προσπαρά–
κειται λουτηρίδιον, καὶ ἐγχυθέντος εἰς αὐτὸ ὑγροῦ,
ὥστε πληρω–
θῆναι, ἐπιρ–
ρεύσει διὰ
τοῦ ἀσκοῦ
ὕδωρ εἰς τὸ
λουτηρίδιον
καὶ οὐχ
ὑπερχυθή–
σεται, ἄχρις
οὗ πᾶν τὸ
διὰ τοῦ
ἀσκοῦ ὕδωρ
κενωθῇ·
ἔστι δὲ ἡ κα–
τασκευὴ τοι–
αύτη.
Ἔστω τις
βάσις ἡ ΑΒ
στεγνὴ πάν–
τοθεν, ἤτοι κυλινδρικὴ ἢ ὀκτάγωνος εὐπρεπείας ἕνεκα,
διαπεφραγμένη τῷ ΓΔ διαφράγματι· διὰ δὲ τοῦ δια–
φράγματος ἀνατεινέσθω σωλὴν ὁ ΕΖ συντετρημένος
τῷ διαφράγματι, ἀπέχων δὲ τῆς στέγης βραχύ. διὰ δὲ
τῆς στέγης διώσθω σωλὴν ὁ ΗΘ ὑπερέχων μὲν εἰς τὸ
ἄνω μέρος βραχὺ καὶ ἔχων λουτηρίδιον ἐπικείμενον,
ἀπέχων δὲ ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι
διάρρυσιν, συνεστεγνωμένος δὲ τῇ στέγῃ τοῦ ἀγγείου
καὶ τῷ διαφράγματι. ἕτερος δὲ ὁμοίως διώσθω διὰ τῆς
στέγης ὁ ΚΛΜ ἀπέχων μὲν ἀπὸ τοῦ διαφράγματος
βραχύ, συνεστεγνωμένος δὲ τῇ στέγῃ καὶ φέρων τὴν ἐξ
αὑτοῦ ῥύσιν εἰς τὸ λουτηρίδιον, ὃ δὴ πρόσκειται τῷ
ΗΘ σωλῆνι συντετρημένον αὐτῷ. πεπληρώσθω οὖν τὸ
ΑΔ ἀγγεῖον ὑγροῦ διά τινος ὀπῆς τῆς Ν, ἥτις μετὰ τὴν
ἔγχυσιν ἐστεγνώσθω. ἐὰν οὖν ἐγχέωμεν εἰς τὸ λουτη–
ρίδιον ὑγρόν, χωρήσει διὰ τοῦ ΗΘ σωλῆνος εἰς τὸ
ΒΓ ἀγγεῖον, τοῦ ἐν αὐτῷ ἀέρος χωροῦντος διὰ τοῦ
ΕΖ σωλῆνος, ὃς χωρήσας εἰς τὸ ΑΔ ἀγγεῖον ἐκθλίψει
τὸ ἐν αὐτῷ ὑγρὸν διὰ τοῦ ΚΛΜ σωλῆνος εἰς τὸ
λουτηρίδιον. τοῦτο δὲ πάλιν φερόμενον εἰς τὸ ΒΓ
ἀγγεῖον ἐκθλίψει ὁμοίως τὸν ἐν αὐτῷ ἀέρα, ὃς δὴ
πάλιν τὸ ἐν τῷ ΑΔ ἀγγείῳ ὕδωρ ἐκθλίψει εἰς τὸ
λουτηρίδιον· καὶ τοῦτο ἔσται, ἄχρις ἂν κενωθῇ τὸ ἐν
τῷ ΑΔ ἀγγείῳ ὕδωρ. δεήσει δὲ τὸν ΜΛΚ σωλῆνα
διὰ τοῦ στόματος τοῦ ἀσκοῦ εἶναι καὶ λεπτὸν παντά–
πασιν ὑπάρχειν ἕνεκα τοῦ τὴν ἐπίδειξιν ἐπὶ πλείονα
χρόνον παραμένειν.
Ναΐσκου κατασκευή, ὥστε θυσίας γινομένης τὰς
θύρας αὐτομάτως ἀνοίγεσθαι, σβεσθείσης δὲ τῆς θυσίας
πάλιν κλείεσθαι.
Ἔστω ὁ προειρημένος ναΐσκος ἐπὶ βάσεως τῆς
ΑΒΓΔ, ἐφ´ ἧς ἐπικείσθω βωμίσκος ὁ ΕΔ· διὰ δὲ
τοῦ βωμίσκου διώσθω σωλὴν ὁ ΗΖ, οὗ τὸ μὲν Ζ
στόμιον ἐντὸς ἔστω τοῦ βωμίσκου, τὸ δὲ Η ἐν
σφαίρᾳ τινὶ περιειλήφθω τῇ Θ ἀπέχον ἀπὸ τοῦ κέν–
τρου αὐτῆς βραχύ· συνεστεγνώσθω δὲ καὶ ἡ σφαῖρα
τῷ ΗΖ σωλῆνι. ἔστω δὲ καὶ ἐν τῇ σφαίρᾳ καμπύλος
σίφων ὁ ΚΛΜ. οἱ δὲ στροφεῖς τῶν θυρῶν παρεκτε–
τάσθωσαν εἰς τὸ κάτω μέρος καὶ στρεφέσθωσαν ἐν
κνωδακίοις οὖσιν ἐν τῇ ΑΒΓΔ βάσει εὐλύτως. ἐκ δὲ
τῶν στροφέων ἁλυσείδια εἰς ἓν ἀποδεθέντα διὰ τρο–
χίλου ἀποδεδέσθω εἰς ἀγγεῖον κοῖλον τὸ ΝΞ κρεμά–
μενον· ἕτερα δὲ ἁλυσείδια ἐπειληθέντα πρὸς τοὺς
στροφεῖς τὰ ἐναντία τοῖς πρότερον εἰς ἓν ἀποδεθέντα
διὰ τροχίλου εἰς βάρος μολιβοῦν ἀποδεδέσθω, δι´ οὗ
καταρρέποντος ἀποκεκλεισμέναι ἔσονται αἱ θύραι. ὁ
δὲ ΚΛΜ σίφων τὸ ἐκτὸς σκέλος ἐχέτω φέρον εἰς τὸ
κρεμαστὸν ἀγγεῖον. ἐμβεβλήσθω δὲ διά τινος τρυπή–
ματος τοῦ Π ὕδωρ εἰς τὴν σφαῖραν, ὥστε δι´ ἡμίσους
γενέσθαι, ὃ μετὰ τὴν ἔγχυσιν ἐστεγνώσθω. συμβή–
σεται οὖν τοῦ πυρὸς θυμιαθέντος θερμαινόμενον τὸν
ἐν τῷ βωμίσκῳ ἀέρα χεῖσθαι εἰς πλείονα τόπον· οὗτος
δὲ διὰ τοῦ ΗΖ σωλῆνος εἰς τὴν σφαῖραν χωρῶν ἐκ–
θλίψει τὸ ἐν αὐτῇ ὑγρὸν διὰ τοῦ ΚΛΜ σίφωνος εἰς
τὸ κρεμαστὸν ἀγγεῖον, ὃ δὴ καταβαρῆσαν ἐπισπάσεται
τὰ ἁλυσείδια καὶ ἀνοίξει τὰς θύρας. πάλιν δὴ σβε–
σθέντος τοῦ πυρὸς ὁ μὲν λεπτυνθεὶς ἀὴρ ἐκχωρήσει
διὰ τῶν ἀραιωμάτων τοῦ τεύχους τῆς σφαίρας. ὁ δὲ
καμπύλος σίφων ἐπισπάσεται τὸ ὑγρὸν τὸ ἐκ τοῦ κρε–
μαστοῦ ἀγγείου, ὥστε ἀναπληρῶσαι τὸν τῶν ἐκκρι–
θέντων ἀραιωμάτων τόπον· ἔσται γὰρ αὐτοῦ τὸ ἄκρον
βαπτιζόμενον εἰς τὸ ἐν τῷ κρεμαστῷ ἀγγείῳ ὕδωρ.
κουφισθέντος δὲ τοῦ ἀγγείου πάλιν τὸ ἐκκρεμάμενον
βάρος καταρρέψαν κλείσει τὰς θύρας. ἔνιοι δὲ ἀντὶ
ὕδατος ὑδραργύρῳ χρῶνται, ἐπειδήπερ βαρύτερός
ἐστι τοῦ ὕδατος καὶ εὐκόπως ὑπὸ τῆς θερμότητος
λύεται.
Ἔστι δὲ καὶ ἄλλως θυσίας γινομένης τὰς θύρας
ἀνοίγεσθαι.
Ἔστω πάλιν ναΐσκος ἐπί τινος βάσεως τῆς ΑΒΓΔ,
ἐφ´ ἧς ἔστω βωμὸς ὁ Ε. διὰ δὲ τοῦ βωμοῦ σωλὴν
ἔστω ὁ ΖΗΘ· ἀποδεδόσθω δὲ εἰς ἀσκωμάτιον τὸ Κ
στεγνὸν πάντοθεν, ᾧ ἐπικείσθω βαρύλλιον τὸ Λ, ἐξ
οὗ ἁλυσείδιον διὰ τροχίλου ἀποδεδέσθω εἰς τὰ περὶ
τοὺς στροφεῖς ἁλυσείδια, ὥστε ἐπτυγμένου τοῦ ἀσκώ–
ματος κατακρατεῖν τὸ Λ βάρος καὶ κλείειν τὰς θύρας,
ἐπιτεθέντος δὲ τοῦ πυρὸς ἀνοίγειν· πάλιν γὰρ θερ–
μαινόμενος ὁ ἐν τῷ βωμίσκῳ ἀὴρ χεθεὶς χωρήσει
διὰ τοῦ ΖΗΘ σωλῆνος εἰς τὸ ἀσκωμάτιον καὶ
ἐπαρεῖ αὐτὸ σὺν τῷ Λ βάρει, καὶ ἀνοιχθήσονται αἱ
θύραι· ἤτοι γὰρ αὗται δι´ ἑαυτῶν αὐτομάτως ἀνοιχθή–
σονται, καθάπερ καὶ αἱ τῶν βαλανείων θύραι αὐτο–
μάτως κλείονται, ἢ ἕξουσί τι ἀντισηκοῦν βάρος τὸ
ἀνοῖγον αὐτάς. σβεσθείσης δὲ τῆς θυσίας καὶ ἐκχω–
ροῦντος τοῦ ἐν τῷ ἀσκωματίῳ εἰσελθόντος ἀέρος, τὸ
Λ βάρος καταφερόμενον σὺν τῷ ἀσκώματι ἐπισπάσεται
καὶ κλείσει τὰς θύρας.
Ἀγγείου ὄντος πλήρους οἴνου καὶ κρουνοὺς ἔχοντος
τρεῖς διὰ μὲν τοῦ μέσου ῥέειν τὸν οἶνον· ὅταν δὲ
ὕδωρ ἐπιχέωμεν, τὸν μὲν οἶνον μηκέτι ῥέειν, ἀλλὰ τὸ
ὕδωρ διὰ τῶν λοιπῶν δύο κρουνῶν· ὅταν δὲ παύση–
ται τὸ ὕδωρ ῥέον, τὸν οἶνον διὰ τοῦ μέσου ῥέειν·
καὶ τοῦτο γίνεται, ὁσάκις ἂν ὕδωρ ἐπιχέωμεν.
Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχη–
λον τῷ ΓΔ διαφράγματι. πρὸς δὲ τῷ πυθμένι κρουνὸν
ἐχέτω τὸν Ε. διὰ δὲ τοῦ διαφράγματος δύο καθεί–
σθωσαν σωλῆνες οἱ ΖΗΘ, ΚΛΜ εἰς κρουνοὺς ἀπο–
δεδομένοι καὶ ὑπερέχοντες ἄνω τοῦ διαφράγματος·
περὶ δὲ τὰς ὑπεροχὰς ἕτεροι ἐπικείσθωσαν οἱ Ν, Ξ
ἐπιπεπωμασμένοι ἄνωθεν καὶ ἀπέχοντες ἀπὸ τοῦ δια–
φράγματος ὅσον
ὕδατι διάρρυσιν.
ἕτερος δὲ σωλὴν ὁ
ΠΟ συντετρήσθω
τῷ ΖΗΘ σωλῆνι
ἀπέχων ἀπὸ τοῦ
ΓΔ διαφράγματος
βραχύ. καταλη–
φθέντος οὖν τοῦ Ε
κρουνοῦ, πεπλη–
ρώσθω διά τινος
ὀπῆς τῆς Φ τὸ ΑΒ
ἀγγεῖον οἴνου, ὃ μετὰ τὴν ἔγχυσιν ἐστεγνώσθω. συμ–
βήσεται οὖν ἀφεθέντος τοῦ Ε κρουνοῦ ῥέειν τὸν οἶνον·
ὁ γὰρ ἀὴρ ἔξωθεν διὰ τοῦ Θ στομίου καὶ τοῦ ΟΠ
σωλῆνος εἰς τὸν κενούμενον τόπον χωρεῖ. ἐὰν δὲ
ἐγχέωμεν ὕδωρ ἐπὶ τὸ ΓΔ διάφραγμα, ἐνεχθήσεται
εἰς τὸ ἐκτὸς μέρος διὰ τῶν ΖΗΘ, ΚΛΜ σωλήνων·
τοῦ δὲ ἀέρος μὴ ἔχοντος παρείσδυσιν εἰς τὸ ΑΒ
ἀγγεῖον, οὐκέτι ῥεύσει ὁ οἶνος, ἄχρις ἂν ἐκρεύσῃ πᾶν
τὸ ὕδωρ. καὶ πάλιν τοῦ ἀέρος ἔχοντος παρείσδυσιν
ὁ οἶνος ῥέει. δύναται δὲ ἀντὶ τοῦ ΟΠ σωλῆνος
ἕτερος συντετρημένος τῷ διαφράγματι εἶναι ὁ ΡΣ,
περὶ ὃν ἕτερος ὁ ΤΥ περικείσθω ὁμοίως τοῖς Ν, Ξ,
ὑψηλότερος μέντοι αὐτῶν, ὥστε ὑπὲρ τὸ χεῖλος εἶναι
τοῦ ἀγγείου τὸν ΡΣ. καὶ τὰ αὐτὰ συμβήσεται.
Βάσεως οὔσης, ἐφ´ ἧς ἐφέστηκε δενδρύφιον, περὶ
ὃ δράκων εἱλεῖται, καὶ παρεστὼς Ἡρακλῆς τοξεύων
καὶ μήλου ἐπικειμένου τῇ βάσει, ἐπὰν τὸ μῆλον μικρὸν
ἀπὸ τῆς βάσεώς τις κουφίσῃ τῇ χειρί, ὁ μὲν Ἡρακλῆς
ἀφήσει τὸ βέλος πρὸς τὸν δράκοντα, ὁ δὲ δράκων
συρίσει.
Ἔστω ἡ μὲν εἰρημένη βάσις στεγνὴ ἡ ΑΒ διά–
φραγμα ἔχουσα τὸ ΓΔ· τῷ δὲ διαφράγματι συμφυὲς
ἔστω κοῖλον κόλουρον κωνάριον τὸ ΕΖ ἔχον ἐλάσσονα
τὸν Ζ κύκλον ἀνεῳγότα πρὸς τῷ πυθμένι, ὀλίγον δὲ
ἀπέχοντα ὅσον ὕδατι διάρρυσιν· τούτῳ δὲ συνεσμηρι–
σμένον ἔστω ἕτερον τὸ Θ καὶ ἐξ ἁλυσειδίου τινὸς
ἀποδεδεμένον διὰ τρήματος εἰς τὸ Κ μῆλον ἐπικεί–
μενον τῇ βάσει. κατεχέτω δὲ ὁ Ἡρακλῆς τοξάριον
κεράτινον ἔχον ἐντεταμένην τὴν νευρὰν ἀπέχουσαν
ἀπὸ τῆς δεξιᾶς χειρὸς τὸ αὔταρκες· ἐν δὲ τῇ δεξιᾶ
χειρὶ κατὰ τὸν δράκοντα ἔστω χεὶρ ὁμοία τῇ ἐκτὸς
κατὰ πάντα πλὴν ὅτι μικρά, ἔχουσα καὶ τὴν σχαστηρίαν.
ἐκ δὲ τοῦ ἄκρου τῆς σχαστηρίας ἁλυσείδιον ἢ σπάρτος
ἀποδεδόσθω διὰ τῆς βάσεως
εἰς τρόχιλον ὑπὲρ τὸ διά–
φραγμα κείμενον καὶ ἔτι εἰς
τὸ ἁλυσείδιον τὸ ἐνδεδεμένον
εἴς τε τὸ κωνάριον καὶ τὸ
μῆλον. ἐπισπασώμεθα οὖν
τὸ τόξον καὶ ὑποβαλόντες ὑπὸ
τὴν χεῖρα κατακλείσωμεν τὴν
σχαστηρίαν, ὥστε εἶναι τετα–
μένην τὴν σπάρτον καὶ βιά–
ζεσθαι τὸ μῆλον εἰς τὸ κάτω μέρος. ἔστω δὲ ἡ σπάρ–
τος διὰ τοῦ σώματος καὶ τῆς χειρὸς ἔσωθεν τοῦ Ἡρα–
κλέους. ἐκ δὲ τοῦ διαφράγματος ἀνατεινέτω σωληνά–
ριον ὑπὲρ τὴν βάσιν τῶν εἰθισμένων συρίζειν· τοῦτο δὲ
ἔστω ὑπὸ τὸ δενδρύφιον ἢ παρ´ αὐτὸ τὸ δενδρύφιον.
πεπληρώσθω δὲ τὸ ΑΔ ἀγγεῖον ὕδατος. καὶ ἔστω τὸ
μὲν δενδρύφιον τὸ ΛΜ, τοξάριον δὲ τὸ ΝΞ, νευρὰ δὲ
ἡ ΟΠ, ἡ δὲ ἐπιλαμβανομένη χεὶρ ἡ ΡΣ, σχαστηρία δὲ
ἡ ΤΥ, σπάρτος δὲ ἡ ΦΧ, τρόχιλος δὲ ὁ Χ, περὶ ὃν ἡ
σπάρτος, συρίγγιον δὲ τὸ ΨΩ. ἐὰν οὖν ἐπάρῃ τις τὸ
Κ μῆλον, συνεπαρεῖ καὶ τὸ Θ κωνάριον καὶ ἐπισπάσεται
τὴν ΥΦΧ σπάρτον καὶ σχάσει τὴν χεῖρα, ὥστε ἀφεθῆναι
τὸ βέλος. καὶ τὸ ἐν τῷ ΑΔ ἀγγείῳ ὕδωρ φερόμενον
εἰς τὸ ΒΓ ἐκκρούσει τὸν ἐν αὐτῷ ἀέρα διὰ τοῦ
συριγγίου καὶ τὸν ἦχον ἀποτελέσει. τεθέντος δὲ τοῦ
μήλου πάλιν τὸ κωνάριον ἐναρμόσαν τῷ ἑτέρῳ στε–
γνώσει τὴν ῥύσιν, ὥστε μηκέτι φθέγγεσθαι. πάλιν
οὖν καταρτισώμεθα τὰ κατὰ τὸ βέλος καὶ ἐάσωμεν.
πληρωθέντος δὲ τοῦ ΓΒ ἀγγείου, πάλιν κενωθήσεται
διά τινος κρουνοῦ κλειδίον ἔχοντος· τὸ δὲ ΑΔ πληρώ–
σομεν ὡς καὶ τὸ πρότερον.
Ὑδραυλικοῦ ὀργάνου κατασκευή.
Ἔστω τις βωμίσκος χάλκεος ὁ ΑΒΓΔ, ἐν ᾧ ὕδωρ
ἔστω· ἐν δὲ τῷ ὕδατι κοῖλον ἡμισφαίριον κατεστραμ–
μένον ἔστω, ὃ καλεῖται πνιγεὺς ὁ ΕΖΗΘ ἔχων ἐν
τῷ ὑγρῷ διάρρυσιν εἰς τὰ πρὸς τῷ πυθμένι μέρη.
ἀπὸ δὲ τῆς κορυφῆς αὐτοῦ δύο ἀνατεινέτωσαν σωλῆνες
συντετρημένοι αὐτῷ ὑπὲρ τὸν βωμίσκον, εἷς μὲν ὁ
ΗΚΛΜ κατακεκαμμένος εἰς τὸ ἐκτὸς τοῦ βωμίσκου
μέρος καὶ συντετρημένος πυξίδι τῇ ΝΞΟΠ κάτω τὸ
στόμα ἐχούσῃ καὶ τὴν ἐντὸς ἐπιφάνειαν ὀρθὴν πρὸς
ἐμβολέα ἀπειργασμένην. ταύτῃ δὲ ἐμβολεὺς ἁρμοστὸς
ἔστω ὁ ΡΣ, ὥστε ἀέρα μὴ παραπνεῖν· τῷ δὲ ἐμβολεῖ
συμφυὴς ἔστω κανὼν ὁ ΤΥ ἰσχυρὸς σφόδρα· πρὸς δὲ
τὸν ἁρμόζοντα ἕτερος κανὼν ὁ ΥΦ περὶ περόνην
κινούμενος τὴν πρὸς τῷ Υ· ὁ αὐτὸς δὲ κηλωνευέσθω
πρὸς ὄρθιον κανόνα τὸν ΨΧ βεβηκότα ἀσφαλῶς. τῇ
δὲ ΝΞΟΠ πυξίδι ἐπικείσθω κατὰ τὸν πυθμένα ἕτερον
πυξίδιον τὸ Ω συντετρημένον αὐτῇ καὶ ἐπιπεπωμα–
σμένον ἐκ τῶν ἄνω μερῶν καὶ ἔχον τρύπημα, δι´ οὗ
ὁ ἀὴρ εἰσελεύσεται εἰς τὴν πυξίδα. ὑπὸ δὲ τὸ τρύ–
πημα λεπίδιον ἔστω ἐπιφράσσον αὐτὸ καὶ ἀνεχόμενον
διὰ τρηματίων ὑπό τινων περονίων κεφαλὰς ἐχόντων,
ὥστε μὴ ἐκπίπτειν τὸ λεπίδιον, ὃ δὴ καλεῖται πλατυ–
σμάτιον. ἀπὸ δὲ τοῦ Ζ ἕτερος ἀνατεινέτω σωλὴν ὁ
ϛΖ συντετρημένος ἑτέρῳ σωλῆνι πλαγίῳ τῷ Ϟϡ, ἐν
ᾧ ἐπικείσθωσαν οἱ αὐλοὶ συντετρημένοι αὐτῷ οἱ ͵Α
καὶ ἔχοντες ἐκ τῶν κάτω μερῶν καθάπερ γλωσσόκομα
συντετρημένα αὐτοῖς, ὧν τὰ στόματα ἀνεῳγότα ἔστω
τὰ ͵Β. διὰ δὲ τῶν στομάτων τὰ πώματα διώσθω
τρήματα ἔχοντα, ὥστε εἰσαγομένων τῶν πωμάτων τὰ
ἐν αὐτοῖς τρήματα κατάλληλα γίνεσθαι τοῖς τῶν αὐλῶν
τρήμασιν, ἐξαγομένων δὲ παραλλάσσειν καὶ ἀποφράσσειν
τοὺς αὐλούς. ἐὰν οὖν ὁ πλάγιος κανὼν κηλωνεύηται
διὰ τοῦ Φ εἰς τὸ κάτω μέρος, ὁ ΡΣ ἐμβολεὺς ἐκθλίψει
μετεωριζόμενος τὸν ἐν τῇ ΝΞΟΠ πυξίδι ἀέρα, ὃς
ἀποκλείσει μὲν τὸ ἐν τῷ Ω πυξιδίῳ τρύπημα διὰ τοῦ
προειρημένου πλατυσματίου· χωρήσει δὲ διὰ τοῦ
ΜΛΚΗ σωλῆνος εἰς τὸν πνιγέα· ἐκ δὲ τοῦ πνιγέως
χωρήσει εἰς τὸν πλάγιον σωλῆνα τὸν Ϟϡ διὰ τοῦ ϛΖ
σωλῆνος· ἐκ δὲ τοῦ πλαγίου σωλῆνος εἰς τοὺς αὐλοὺς
χωρήσει, ὅταν κατάλληλα ᾖ κείμενα [ἐν] τοῖς αὐλοῖς
τὰ ἐν τοῖς πώμασι τρήματα, τουτέστιν ὅταν εἰσηγμένα
ᾖ τὰ πώματα ἤτοι πάντα ἤ τινα αὐτῶν. ἵνα οὖν,
ὅταν προαιρώμεθα τῶν αὐλῶν τινα φθέγγεσθαι, ἀνοίγη–
ται τὰ κατ´ ἐκείνους τρήματα, ὅταν δὲ βουλώμεθα
παύεσθαι, ἀποκλείηται, κατασκευάσωμεν τάδε.
Νοείσθω ἓν τῶν γλωσσοκόμων ἐγκείμενον χωρὶς
τὸ ͵Γ͵Δ, οὗ τὸ στόμα ἔστω τὸ ͵Δ, ὁ δὲ συντετρημένος
τούτῳ αὐλὸς ὁ ͵Ε, πῶμα δὲ ἔστω ἁρμοστὸν αὐτῷ τὸ
͵ϛ͵Ζ τρῆμα ἔχον τὸ ͵Η παρηλλαγμένον ἀπὸ τοῦ ͵Ε
αὐλοῦ. ἔστω δέ τις καὶ ἀγκωνίσκος τρίκωλος ὁ
͵Ζ͵ΘΜ<Α>Μ<Β>, οὗ τὸ ͵Ζ͵Θ κῶλον συμφυὲς μὲν ἔστω τῷ
͵ϛ͵Ζ πώματι· πρὸς δὲ τῷ ͵ΘΜ<Α> περὶ περόνην κινείσθω
μέσην τὴν Μ<Γ>. ἐὰν οὖν κατάξωμεν τῇ χειρὶ τὸ Μ<Β>
ἄκρον τοῦ ἀγκωνίσκου ἐπὶ τὸ ͵Δ στόμιον τοῦ γλωσσο–
κόμου, παρώσομεν τὸ πῶμα εἰς τὸ ἔσω μέρος, ὥστε
ὅταν ἐμπέσῃ εἰς τὸ ἐντὸς μέρος, τότε τὸ ἐν αὐτῷ
τρῆμα κατάλληλον τῷ αὐλῷ γίνεται. ἵνα οὖν, ὅταν
ἀφέλωμεν τὴν χεῖρα, αὐτόματον τὸ πῶμα ἐξελκυσθῇ
καὶ παραλλάξῃ τὸν αὐλόν, ἔσται τάδε· ὑποκείσθω ὑπὸ
τὰ γλωσσόκομα κανὼν ἴσος τῷ Ϟϡ σωλῆνι καὶ παράλ–
ληλος αὐτῷ κείμενος ὁ Μ<Δ>Μ<Ε>. ἐν δὲ τούτῳ ἐμπεπηγέτω
σπαθία κεράτινα εὔτονα καὶ ἐπικεκαμμένα, ὧν ἓν ἔστω
τὸ Μ<ϛ> κείμενον κατὰ τὸ ͵Δ͵Γ γλωσσόκομον. ἐκ δὲ
τοῦ ἄκρου αὐτοῦ νευρὰ ἀποδεθεῖσα ἀποδεδόσθω περὶ
τὸ ͵Θ ἄκρον, ὥστε ἔξω παρωσθέντος τοῦ πώματος
τετάσθαι τὴν νευράν. ἐὰν οὖν κατάξαντες τὸ Μ<Β>
ἄκρον τοῦ ἀγκωνίσκου παρώσωμεν τὸ πῶμα εἰς τὸ
ἔσω μέρος, ἡ νευρὰ ἐπισπάσεται τὸ σπαθίον, ὥστε
ἀνορθῶσαι τὴν καμπὴν αὐτοῦ βίᾳ· ὅταν δὲ ἀφῶμεν,
πάλιν τὸ σπαθίον εἰς τὴν ἐξ ἀρχῆς τάξιν καμπτόμενον
ἐξελκύσει τὸ πῶμα τοῦ στόματος, ὥστε παραλλάξαι τὸ
τρῆμα. τούτων οὖν καθ´ ἕκαστον γλωσσόκομον γενη–
θέντων, ὅταν βουλώμεθά τινας τῶν αὐλῶν φθέγγεσθαι,
κατάξομεν τοῖς δακτύλοις τὰ κατ´ ἐκείνους ἀγκωνίσκια·
ὅταν δὲ μηκέτι φθέγγεσθαι βουλώμεθα, ἐπαροῦμεν
τοὺς δακτύλους, καὶ τότε παύσονται τῶν πωμάτων
ἐξελκυσθέντων. τὸ δὲ ἐν τῷ βωμίσκῳ ὕδωρ ἐμβάλλε–
ται ἕνεκα τοῦ τὸν περισσεύοντα ἀέρα ἐν τῷ πνιγεῖ,
λέγω δὴ τὸν ἐκ τῆς πυξίδος ὠθούμενον, ἐπαίροντα τὸ
ὕδωρ συνέχεσθαι πρὸς τὸ ἀεὶ ἔχειν τοὺς αὐλοὺς δυνα–
μένους φθέγγεσθαι. ὁ δὲ ΡΣ ἐμβολεὺς ἐπαιρόμενος
μὲν ἐπὶ τὸ ἄνω, ὡς εἴρηται, ἐξωθεῖ τὸν ἐν τῇ πυξίδι
ἀέρα εἰς τὸν πνιγέα, καταγόμενος δὲ ἀνοίγει τὸ ἐν
τῷ Ω πυξιδίῳ πλατυσμάτιον, δι´ οὗ ἡ πυξὶς ἀέρος
ἔξωθεν πληροῦται, ὥστε πάλιν τὸν ἐμβολέα ἀνωθού–
μενον ἐκθλίβειν αὐτὸν εἰς τὸν πνιγέα. βέλτιον δέ
ἐστι καὶ τὸν ΤΥ κανόνα περὶ περόνην κινεῖσθαι πρὸς
τῷ Τ διτορμίας οὔσης ἐν τῷ πυθμένι τοῦ ἐμβολέως
†ἁρμοσθήσεται, δι´ ἧς δεήσει περόνην διωθεῖσθαι πρὸς
τὸ τὸν ἐμβολέα μὴ διαστρέφεσθαι, ἀλλὰ ὀρθὸν ἀνωθεῖ–
σθαί τε καὶ κατάγεσθαι.
Ὀργάνου κατασκευή, ὥστε ἀνέμου συρίζοντος ἦχον
ἀποτελεῖσθαι αὐλοῦ.
Ἔστωσαν αὐλοὶ μὲν οἱ Α, ὁ δὲ συντετρημένος
αὐτοῖς πλάγιος σωλὴν ὁ ΒΓ, ὁ δὲ ὄρθιος ὁ ΔΕ, ἐκ
δὲ τούτου πλάγιος ἕτερος ὁ ΕΖ φέρων εἰς πυξίδα
τὴν ΗΘ ἔχουσαν τὴν ἐντὸς ἐπιφάνειαν πρὸς ἐμβολέα
ἀπωρθωμένην. ταύτῃ δὲ ἁρμοζέτω ἐμβολεὺς ὁ ΚΛ
εὐλύτως δυνάμενος εἰς αὐτὴν κατέρχεσθαι· τούτῳ δὲ
συμφυὲς ἔστω κανόνιον τὸ ΜΝ προσκείμενον ἑτέρῳ
κανονίῳ τῷ ΝΞ κηλωνευομένῳ περὶ ἄξονα τὸν ΡΠ·
καὶ πρὸς μὲν τῷ Ν περόνιον ἔστω εὔλυτον· πρὸς δὲ
τῷ Ξ πλατυσμάτιον προσκείσθω συμφυὲς τὸ ΞΟ, τῷ
δὲ ΞΟ παρακείσθω ἄξων ὁ Σ καὶ ἔστω κινούμενος
περὶ κνώδακας σιδηροῦς ἐν πήγματι δυναμένῳ μετά–
γεσθαι. τῷ δὲ Σ ἄξονι συμφυῆ ἔστω τυμπάνια δύο
τὰ Υ, Φ, ὧν τὸ μὲν Υ σκυτάλια ἐχέτω ἐπικείμενα τῷ
ΞΟ πλατυσματίῳ· τὸ δὲ Φ πλάτας ἐχέτω καθάπερ
τὰ καλούμενα ἀνεμούρια. ὅταν οὖν ὑπὸ τοῦ ἀνέμου
τυπτόμεναι ἐπείγωνται πᾶσαι καὶ ἐπιστρέφωσι τὸ Φ
τυμπάνιον, ἐπιστραφήσεται καὶ ὁ ἄξων, ὥστε καὶ τὸ
Υ τυμπάνιον καὶ τὰ ἐν αὐτῷ σκυτάλια ἐκ διαλείμματος
τύπτοντα τὸ ΞΟ πλατυσμάτιον ἐπαίρει τὸν ΚΛ ἐμβο–
λέα· καὶ ἀποστάντος τοῦ σκυταλίου κατενεχθήσεται ὁ
ἐμβολεὺς καὶ ἐκθλίψει τὸν ἐν τῇ ΗΘ πυξίδι ἀέρα εἰς
τὰς σύριγγας καὶ τοὺς αὐλοὺς καὶ τὸν ἦχον ἀποτελέσει.
ἔξεστι δὲ τὸ πῆγμα τὸ ἔχον τὸν ἄξονα ἐπιστρέφειν
ἀεὶ πρὸς τὸν πνέοντα ἄνεμον, ὡς ἂν βιαιοτέρα καὶ
συνεχεστέρα ἡ ἐπιστροφὴ γίνηται.
Ἀγγείου κατασκευὴ τοῦ λεγομένου δικαιομέτρου·
τούτου δὲ πληρωθέντος ὑγροῦ, ὁσάκις ἐὰν καταστραφῇ,
τὸ ἴσον ἐκρεῖ.
Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν
τράχηλον τῷ ΑΒ διαφράγματι· πρὸς δὲ τῷ πυθμένι
τοῦ ἀγγείου σφαιρίον ἔστω τὸ Γ χωροῦν τὸ μέτρον
ὅσον βουλόμεθα ἀπορρέειν. διὰ δὲ τοῦ διαφράγματος
καθείσθω σωληνάριον λεπτότατον τὸ ΔΕ συντετρη–
μένον τῷ σφαιρίῳ· εἰς δὲ τὸ σφαιρίον τρημάτιον
ἔστω τὸ Ζ ἐν τῷ κατωτάτω μέρει, ἀφ´ οὗ ἀνατείνεται
σωληνάριον τὸ ΖΗ φέρον ὑπὸ τὸ ὠτίον τοῦ ἀγγείου
συντετρημένον αὐτῷ κοίλῳ ὑπάρχοντι. παρὰ δὲ τὸ
εἰρημένον τρῆμα ἕτερον ἔστω τρῆμα φέρον εἰς τὸ
κύτος τοῦ ἀγγείου τὸ Λ. ἐχέτω δὲ τὸ ὠτίον καὶ
διαύγιον τὸ Θ. καταλαβόμενοι οὖν τὸ Θ διαύγιον
πληρώσομεν τὸ ἀγγεῖον ὑγροῦ διά τινος ὀπῆς, ἥτις
μετὰ τὴν ἔγχυσιν στεγνωθήσεται, ἢ καὶ δι´ αὐτοῦ
τοῦ ΔΕ σωλῆνος πληρούσθω τὸ ἀγγεῖον, ὄντος μέντοι
ἐν τῷ κύτει τοῦ ἀγγείου λεπτοῦ τρήματος, δι´ οὗ ὁ
ἀὴρ ἐκκρουσθήσεται· συμπληρωθήσεται δὲ καὶ τὸ Γ
σφαιρίον ὑγροῦ διὰ τοῦ ΔΕ σωληναρίου. ἐὰν οὖν
καταστρέψαντες τὸ ἀγγεῖον ἀνῶμεν τὸ Θ διαύγιον,
ἐκρεύσει τὸ ἐν τῷ Γ σφαιρίῳ ὑγρὸν καὶ τὸ ἐν τῷ
ΔΕ σωληναρίῳ. πάλιν οὖν ἐὰν καταλαβόμενοι τὸ
διαύγιον ἀναστρέψωμεν, πληρωθήσεται τὸ σφαιρίον
καὶ τὸ σωληνάριον· ὁ γὰρ ἐν αὐτοῖς ἀὴρ ἐκκρουσθή–
σεται ὑπὸ τοῦ ἐμπίπτοντος ὑγροῦ. εἶτα πάλιν ὅταν
καταστρέψωμεν τὸ ἀγγεῖον, πάλιν τὸ ἴσον ὑγρὸν ῥυή–
σεται, εἰ μὴ ἄρα παρὰ τὴν διαφορὰν τοῦ ΔΕ σωλῆνος·
οὐ γὰρ ἀεὶ πληρωθήσεται, ἀλλὰ κατὰ τὴν τοῦ ἀγγείου
κένωσιν καὶ αὐτὸς κενωθήσεται· αὕτη δὲ ἡ διαφορὰ
παντάπασιν ἐλαχίστη ἐστίν.
Εἰς ἔνια ἀγγεῖα διαφυσηθέντα ὕδωρ ἀναπιέζει οὕτως.
Διὰ τοῦ στόματος αὐτοῦ διωθεῖται σωλὴν ἀπέχων
μὲν ἀπὸ τοῦ πυθμένος βραχύ, συνεστεγνωμένος δὲ τῷ
στόματι καὶ εἰς λεπτὸν συνηγμένος στόμιον. ἐὰν
〈οὖν〉 καταλαβόμενοι τὸ εἰρημένον στόμιον τῷ δακτύλῳ
ἐγχέωμεν διά τινος ὀπῆς ὑγρὸν καὶ μετὰ τὴν ἔγχυσιν
διὰ τῆς αὐτῆς ὀπῆς ἐμφυσήσαντες κλειδίῳ ἀποκλεί–
σωμεν τὴν ὀπὴν καὶ ἀνῶμεν τὸ τοῦ σωλῆνος στόμιον,
ἀναπυτισθήσεται δι´ αὐτοῦ τὸ ὑγρὸν ὑπὸ τοῦ ἐμφυση–
θέντος καὶ πεπιλημένου ἀέρος.
Ἐπί τινος βωμοῦ πυρὸς ἀνακαυθέντος ζῴδια κατα–
φανήσεται χορεύοντα· οἱ γὰρ βωμοὶ διαφανεῖς, ἤτοι
ὑάλινοι ἢ κεράτινοι, ἔσονται.
Διὰ τοῦ ἐπιπύρου καθίεται σωλὴν πρὸς μὲν τὴν
βάσιν τοῦ βωμοῦ ἐν κνώδακι στρεφόμενος, πρὸς δὲ
τὸ ἄνω μέρος συριγγίῳ συμφυεῖ ὄντι τῷ ἐπιπύρῳ.
ἐχέτω δὲ καὶ ἐπικεκαμμένα σωληνάρια ὁ σωλὴν συν–
τετρημένα καὶ συμφυῆ ἑαυτῷ κατὰ διάμετρον κείμενα
ἀλλήλοις καὶ τὰς 〈καμπὰς〉 καὶ ἐναλλὰξ ἔχοντα. ἐχέτω
δὲ ὁ σωλὴν καὶ τύμπανον συμφυές, ᾧ ἐπίκειται τὰ
χορεύοντα ζῴδια. ἐξαφθείσης οὖν τῆς θυσίας θερμαι–
νόμενος ὁ ἀὴρ διὰ τοῦ συριγγίου χωρήσει εἰς τὸν
σωλῆνα, ἐκ δὲ τούτου διὰ τῶν ἀνακεκαμμένων 〈σωλη–
ναρίων〉 ἐξωθούμενος καὶ ἀντερείδων τῷ τεύχει τοῦ
βωμοῦ ἐπιστρέψει τὸν σωλῆνα καὶ τὰ χορεύοντα ζῴδια.
Ἐκ διαλειμμάτων φωναὶ γίνονται ὀρνιθαρίων οὕτως.
Ἀγγεῖον ἔσται στεγνόν, δι´ οὗ χώνη διεῖται, ἧς ὁ
καυλὸς ἀπέχει ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν.
ὑπέρκειται δὲ τῆς χώνης ἀγγεῖον κοῖλον ἐν κνώδαξι
στρεφόμενον τὰ βάρη εἰς τὸ ἄνω μέρος ἔχον, εἰς ὃ
φέρεται ἀεὶ ἐπίρρυτον ὕδωρ. συμβαίνει οὖν κενοῦ
ὄντος τοῦ ἐκνωδακισμένου ἀγγείου ὀρθὸν αὐτὸ δια–
μένειν· βαρύλλιον γὰρ ἔχει προσκείμενον τῷ πυθμένι.
πληρωθέντος δὲ καταστρέφεται τὸ ὕδωρ εἰς τὸ στεγνὸν
ἀγγεῖον. ὁ δὲ ἐν τούτῳ ἀὴρ ἐκθλιβόμενος διά τινος
συριγγίου τὸν ἦχον ἀποτελεῖ. κενοῦται δὲ τὸ ἀγγεῖον
διά τινος καμπύλου σίφωνος. ἐν ὅσῳ δὲ ἡ κένωσις
γίνεται, πάλιν τὸ ἐκνωδακισμένον ἀγγεῖον πληρωθὲν
καταστρέφεται. δεήσει δὲ τὴν ἐπίρρυσιν μὴ κατὰ
μέσον φέρεσθαι τοῦ ἐκνωδακισμένου, ὥστε πληρωθὲν
ταχέως καταστρέφεσθαι.
Καὶ ἄλλως δὲ ἐκ διαλειμμάτων ἦχοι γίνονται τόνδε
τὸν τρόπον.
Ἀγγεῖόν ἐστι πλείονα ἔχον διαφράγματα πλάγια·
ἐν δὲ ταῖς χώραις διαβῆταί εἰσι φέροντες εἰς τὰς
ὑποκειμένας χώρας ἄνισοι ταῖς ἐπιρρύσεσιν· ἐν δὲ τῷ
ὑποκάτω ἀγ–
γείῳ πρόσ–
κειται τὸ
συρίγγιον
τὸ καὶ τὸν
ἦχον ποι–
οῦν· εἰς δὲ
τὸ ἄνω ἀγ–
γεῖον φέρε–
ται ἡ ῥύσις.
καὶ συμβαί–
νει πληρω–
θέντος τοῦ
ἄνω ἀγγείου
μεταχωρεῖν
διὰ τοῦ ἐν
αὐτῷ διαβή–
του εἰς τὸ ὑποκείμενον, ἄχρις ἂν ἐπὶ τὸ τελευταῖον παρα–
γένηται τὸ ὑγρὸν στεγνοῦ αὐτοῦ ὄντος· ὁ δ´ ἐν τούτῳ
ἀὴρ ἐκθλιβόμενος διὰ τοῦ συριγγίου τὸν ἦχον ἀποτελεῖ.
Καὶ σφαῖραι δὲ ὀχοῦνται ἐπ´ ἀέρος οὕτως.
Λέβης ὕδωρ ἔχων ὑποκαίεται ἐπιπεφραγμένος τὸ
στόμα· ἀπὸ δὲ τοῦ ἐπιφράγματος ἀνατείνεται σωλήν,
οὗ ἐκ τοῦ ἄκρου ἡμισφαίριον κοῖλον συντέτρηται.
ἐὰν οὖν κοῦφον σφαιρίον ἐμβάλωμεν εἰς τὸ ἡμισφαίριον,
συμβήσεται τὴν ἐκ τοῦ λέβητος ἀτμίδα διὰ τοῦ σωλῆνος
φερομένην ἀνακουφίζειν τὸ σφαιρίον εἰς τὸν ἀέρα,
ὥστε ἐποχεῖσθαι.
Γίνεται δὲ καὶ σφαῖρα διαφανὴς ἔχουσα ἐντὸς
ἑαυτῆς ἀέρα καὶ ὑγρὸν καὶ ἐντὸς αὑτῆς ἐν μέσῳ
σφαιρίον εἰς ὑπόδειγμα τοῦ κόσμου.
Γίνεται γὰρ δύο ἡμισφαίρια ὑάλινα· τὸ δὲ ἓν
αὐτῶν ἐπιφράσσεται λεπίδι χαλκῇ τρύπημα ἐχούσῃ
ἐν μέσῳ στρογγύλον· τούτῳ δὲ σφαιρίον γίνεται
ἔλαττον κοῦφον, καὶ ἐμβάλλεται τὸ σφαιρίον εἰς ὕδωρ
ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ. εἶτα προστίθεται τούτῳ τὸ
διαπεφραγμένον ἡμισφαίριον, καὶ ποσοῦ ὑγροῦ ἐξαιρε–
θέντος ἐκ τοῦ ὕδατος καθέξει τὸ σφαιρίον ὁ ἐν μέσῳ
τόπος. προστεθέντος οὖν τοῦ ἑτέρου ἡμισφαιρίου
ἀποτελεῖται τὸ προκείμενον.
Ἡ καλουμένη λιβὰς στάξει, ἡλίου ἐπιβαλόντος αὐτῇ.
Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓΔ, δι´ ἧς χώνη διώσθω,
ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθμένος βραχὺ λίαν.
ἔστω δὲ καὶ σφαιρίον τὸ ΕΖ, ἀφ´ οὗ σωλὴν φερέτω
εἰς τὴν βάσιν ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου
καὶ τοῦ τεύχους τοῦ σφαιρίου βραχύ. καμπύλος δὲ
σίφων ἐναρμοσθεὶς εἰς τὸ σφαιρίον φερέτω εἰς τὴν
χώνην, καὶ ἐμβεβλήσθω εἰς τὸ σφαιρίον ὕδωρ. ὅταν
οὖν ὁ ἥλιος ἐπιβάλῃ τῷ σφαιρίῳ, θερμανθεὶς ὁ ἐν
αὐτῷ ἀὴρ ἐκθλίψει τὸ ὑγρόν, ὃ δὴ διὰ τοῦ Η σίφωνος
ἔξω ἐνεχθήσεται καὶ διὰ τῆς χώνης εἰς τὴν βάσιν
χωρήσει. ὅταν δὲ ἐπισκιασθῇ, ἐκχωρήσαντος τοῦ ἀέρος
διὰ τοῦ σφαιρίου ὁ σωλὴν ἀναλήψεται τὸ ὑγρὸν καὶ
ἀναπληρώσει τὸν κενωθέντα τόπον· καὶ τοῦτο ἔσται,
ὁσάκις ἂν ὁ ἥλιος ἐπιβάλῃ.
Θύρσον εἰς ὕδωρ χαλάσαντα ἦχον ἀποτελέσαι ἤτοι
σύριγγος ἢ ὀρνέου τινός.
Ἔστω θύρσος ὁ ΑΒΓΔ τρῆμα ἔχων κατὰ τὴν
τοῦ κορύμβου κορυφὴν τὸ Δ· κοῖλος δὲ ἔστω ὁ κόρυμβος
καθάπερ στρόβιλος καὶ τὸν καυλὸν ἐχέτω διαπεφραγ–
μένον μικρὸν ὑπὸ τὸ στόμα τῷ ΑΕ διαφράγματι·
τούτῳ δὲ προσκείσθω συρίγγιον τὸ Ζ ὑπὸ τὸ στόμα
κείμενον τοῦ σωλῆνος καὶ συντετρημένον τῷ διαφράγ–
ματι. ὅταν οὖν ἐμβαλόντες τὸ θυρσίον εἰς ὕδωρ θλί–
βωμεν εἰς τὸ κάτω, ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλιβόμενος ἐκ
τοῦ ὕδατος ἦχον ἀποτελέσει. καὶ ἐὰν μὲν ᾖ ψιλὸν τὸ
συρίγγιον, συρίσει μόνον· ἐὰν δὲ ἔχῃ καὶ ποσὸν
ὑδάτιον ὑπὲρ τὸ διάφραγμα, καχλάζων ἔσται ἦχος.
Ζῳδίου ἐπὶ βάσεως ὄντος καὶ ἔχοντος ἐν τῷ στό–
ματι σάλπιγγα, ἐὰν ἐμφυσήσωμεν, σαλπίσει.
Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓΔ, ἐφ´ ἧς ἐφεστάτω
ζῴδιον· ἐντὸς δὲ τῆς βάσεως ἡμισφαίριον ἔστω κοῖλον
ἐπιπεφραγμένον τὸ ΕΖΗ ἔχον παρὰ τὸν πυθμένα
τρυπημάτια· ἐκ δὲ τοῦ ἡμισφαιρίου ἀνατεινέτω σωλὴν
ὁ ΘΖ εἰς τὸ ζῴδιον φέρων ἐπὶ τὴν σάλπιγγα· ἐχέτω
δὲ καὶ γλωσσίδα ἡ σάλπιγξ. κεχύσθω δὲ εἰς τὴν
βάσιν ὑγρὸν διά τινος ὀπῆς, ἣ μετὰ τὴν ἔγχυσιν πάλιν
ἀπεστεγνώσθω σμηρίσματί τινι. ὅταν οὖν ἐμφυσῶ–
μεν εἰς τὸν κώδωνα τῆς σάλπιγγος, ὁ ἐξ ἡμῶν ἀὴρ
ἐκθλίψει τὸ ἐν τῷ ἡμισφαιρίῳ ὕδωρ διὰ τῶν τρυπημά–
των, ὃ προσαναβήσεται εἰς τὴν βάσιν μετεωριζόμενον·
ὅταν δὲ ἀποσπάσωμεν, πάλιν εἰσελεύσεται εἰς τὸ ἡμι–
σφαίριον καὶ ἐκθλίψει τὸν ἀέρα. οὗτος δὲ διὰ τῆς
γλωσσίδος ἐξερχόμενος τὸν τῆς σάλπιγγος ἦχον ἀποτε–
λέσει.
Λέβητος ὑποκαιομένου σφαιρίον πρὸς κνώδακα
κινεῖσθαι.
Ἔστω λέβης ὑποκαιόμενος ἔχων ὕδωρ ὁ ΑΒ καὶ
ἐπιπεφράχθω τὸ στόμιον τῷ ΓΔ πώματι· τούτῳ δὲ
συντετρήσθω σωλὴν ἐπικαμπὴς ὁ ΕΖΗ, οὗ τὸ ἄκρον
εἰς κοῖλον σφαιρίον ἐνηρμόσθω τὸ ΘΚ· τῷ δὲ ἄκρῳ
τῷ Η κατὰ διάμετρον ἔστω κνώδαξ ὁ ΛΜ βεβηκὼς
ἐπὶ τοῦ ΓΔ
πώματος. ἡ
δὲ σφαῖρα
ἐχέτω δύο
σωληνάρια
ἐπικαμπῆ
κατὰ διάμε–
τρον συντε–
τρημένα αὐ–
τῇ καὶ ἐπι–
κεκαμμένα
ἐναλλάξ. αἱ
δὲ καμπαὶ
ἔστωσαν
πρὸς ὀρθὰς
ἐπινοούμε–
ναι καὶ διὰ
τῶν Η, Λ
εὐθειῶν.
συμβήσεται
οὖν θερμαινομένου τοῦ λέβητος τὴν ἀτμίδα διὰ τοῦ
ΕΖΗ εἰς τὴν σφαῖραν ἐμπίπτουσαν ἐκπίπτειν διὰ τῶν
ἀνακεκαμμένων 〈σωληναρίων〉 εἰς τὸ πῶμα καὶ στρέφειν
τὴν σφαῖραν, καθάπερ ἐπὶ τῶν χορευόντων ζῳδίων.
Κρατῆρος ὄντος ἐπί τινος βάσεως καὶ κρουνὸν
ἔχοντος ἀνεῳγότα μεταξὺ τοῦ ῥέειν παύσασθαι μὴ
ὄντος ἁρμοστοῦ πώματος τοῦ κλείοντος τὸν κρουνόν.
Ἔστω κρατὴρ ὁ ΑΒ ἐπὶ βάσεως τῆς Γ. διὰ δὲ
τοῦ πυθμένος τοῦ ἀγγείου καὶ τῆς βάσεως σωλὴν
διώσθω ὁ ΔΕΖ εἰς κρουνὸν ἀποδεδομένος. ἐπὶ δὲ
τοῦ ὠτίου τοῦ κρατῆρος κανόνιον ἐφεστάτω τὸ ΗΘ
πεπηγός, πρὸς ὃ κηλωνευέσθω ἕτερον τὸ ΚΛ περὶ
περόνην τὴν Θ· ἐκ δὲ τοῦ Κ ἄκρου κανόνιον καθείσθω
ἕτερον τὸ ΚΜ περὶ μὲν τὸ Κ περόνῃ κινούμενον·
πρὸς δὲ τῷ Μ πυξίδα ἐχέτω τὴν ΝΞ βάρος ἔχουσαν
καὶ δυναμένην περιβαίνειν περὶ τὸν ΔΕΖ σωλῆνα.
ὅταν οὖν πλήρους ὄντος τοῦ κρατῆρος πιέσωμεν τὸ Λ
ἄκρον τοῦ κανόνος εἰς τὸ κάτω μέρος, ἀνενεχθήσεται
ἡ ΝΞ πυξίς· ταύτης δὲ ἐπαρθείσης τὸ ἐν τῷ κρα–
τῆρι ὕδωρ διὰ τοῦ ΔΕΖ σωλῆνος ἔξω ἐνεχθήσεται·
ἐὰν δὲ ἀφῶμεν τὸ Λ ἄκρον, καταχθήσεται ἡ πυξὶς καὶ
περικείσεται τῷ ΔΕΖ σωλῆνι, καὶ ὁ ἐν αὐτῇ ἀὴρ
μὴ ἔχων διέξοδον διαστέλλει τὸ περὶ τὸν ΔΕΖ σωλῆνα
ὑγρόν, ὥστε μηκέτι φέρεσθαι διὰ τοῦ Δ στομίου.
ὅταν δὲ πάλιν πιέσωμεν εἰς τὸ κάτω μέρος τὸ Λ ἄκρον,
ῥεύσει ὁ κρουνός.
Ῥυτοῦ κατασκευή, ὥστε ἐπικειμένου ὑελίνου ἐπιθέ–
ματος καὶ ἐκρέοντος τοῦ ῥυτοῦ προσαναβαίνειν τῷ
ὑαλίνῳ καὶ ἀναβάλλεσθαι τὸ ὑγρόν.
Ἔστω ῥυτὸν τὸ ΑΒΓ ἐπιπεφραγμένον τῷ ΔΕ
ἐπιφράγματι· ἐκ δὲ τοῦ ΔΕ δύο σωλῆνες φερέτωσαν
οἱ ΖΗ, ΘΚ, ὧν ὁ μὲν ΖΗ εἰς τὸ ἐκτός, ὁ δὲ ΘΚ
εἰς τὸ ἐντός. τούτους δὲ περιλαμβανέτω ὑέλινον ἐπί–
θεμα τὸ ΜΝ. ἔστω δὲ τῷ ἐπιφράγματι ἐκ τοῦ ὑελίνου
διαύγιον τὸ Ξ, δι´ οὗ ὕδωρ ἐγχυθήσεται. πληρω–
θέντος οὖν τοῦ ῥυτοῦ διὰ τοῦ εἰρημένου διαυγίου,
συμπληρωθήσεται καὶ ὁ
ΘΚ σωλήν· καὶ ἐγχυνο–
μένου τοῦ ὑγροῦ, προσ–
αναβήσεται εἰς τὸ ὑέλι–
νον, ὥστε διὰ τοῦ ΖΗ
σωλῆνος εἰς τὸ ἐκτὸς ἐνε–
χθήσεται· καὶ ἔσται σί–
φωνος καμπύλου τάξις,
οὗ τὸ μὲν ἔλασσον σκέλος
τὸ ΘΚ, τὸ δὲ μεῖζον τὸ
ΖΗ. διὸ δὴ ἐπισπάσεται
τὸ ἐν τῷ ῥυτῷ ὑγρὸν
προσαναβαῖνον εἰς τὸ
ὑέλινον ἐπίθεμα. πρό–
τερον δὲ τὸν ἐν αὐτῷ
ἀέρα ἐπισπάσεται διὰ τὸ
κουφότερον εἶναι τοῦ ὑγροῦ. εἰς δὲ τὸν κενούμενον
τοῦ ἀέρος τόπον τὸ ὑγρὸν ἀναβαλλόμενον φανήσεται
καὶ τῷ ἰδίῳ βάρει καταφερόμενον· παρὰ φύσιν γὰρ
αὐτῷ ἡ φορὰ εἰς τὸ ἄνω μέρος γίνεται.
Ἔστι δὲ καὶ ἄλλο κατασκεύασμα, ἐν ᾧ ὑγρὸν ἀνα–
φέρεται ἠρέμα καὶ μένει, ὥστε ἀεὶ προσαναβαῖνον
ὁρᾶσθαι.
Ἔστω τις βάσις ἡ ΑΒ στεγνὴ πάντοθεν διάφραγμα
ἔχουσα τὸ ΓΔ, ὑέλινον δὲ ἐπίθεμα κυλινδρικὸν τὸ
ΕΖ καὶ αὐτὸ στεγνὸν πάντοθεν· ἐν δὲ τῷ ΕΖ ἐπι–
θέματι σωλὴν ἔστω ὁ ΗΘ ἀπέχων ἀπὸ τῆς στέγης
αὐτοῦ βραχύ, συντετρημένος δὲ τῷ ΓΔ διαφράγματι.
ἕτερος δὲ σωλὴν ὁ ΚΛ συν–
τετρήσθω μὲν τῷ ἐπιφράγματι
τῆς βάσεως, ἀπεχέτω δὲ ἀπὸ τοῦ
διαφράγματος βραχύ. ἔστω δὲ
καὶ τῇ βάσει ἐκτὸς τοῦ ὑελίνου
ἐπιθέματος ὀπὴ ἡ Μ, δι´ ἧς
πληρωθήτω τὸ ΑΔ ἀγγεῖον.
ἐχέτω δὲ καὶ ἡ ΑΒ βάσις κρου–
νὸν παρ´ αὐτὸν τὸν πυθμένα,
τὸν Ν. ἔστω δὲ καὶ ἕτερος σωλὴν ὁ ΞΟ συντετρη–
μένος μὲν τῷ διαφράγματι, ἀπέχων δὲ ἀπὸ τῆς βάσεως
βραχύ, δι´ οὗ πληρωθήσεται τὸ ΓΒ ἀγγεῖον. κατα–
ληφθέντος οὖν τοῦ Ν κρουνοῦ, ὁ ἐν τῷ ΓΒ ἀὴρ ἐκχω–
ρήσει διὰ τοῦ ΗΘ καὶ τοῦ ΚΛ καὶ τῆς Μ ὀπῆς εἰς
τὸ ἐκτός. ὅταν οὖν πληρωθῇ τὸ ΓΒ ἀγγεῖον, πληρώ–
σωμεν καὶ τὸ ΑΔ διὰ τῆς Μ ὀπῆς· ὁ γὰρ ἐν αὐτῷ
ἀὴρ διὰ τῆς ὀπῆς ἐκχωρήσει. ἐὰν οὖν ἀφῶμεν τὸν Ν
κρουνὸν ῥέειν, εἰς τὸν κενούμενον τοῦ ΓΒ τόπον ὁ
ἀὴρ ἐκ τοῦ ὑελίνου ἐπιθέματος μεταχωρήσει διὰ τοῦ
ΗΘ σωλῆνος· εἰς δὲ τὸν κενούμενον τούτου τόπον ἐκ
τοῦ ΑΔ ἀγγείου ὕδωρ προσαναβήσεται διὰ τοῦ ΚΛ
σωλῆνος. πάλιν δὲ εἰς τὸν κενούμενον τόπον τοῦ ΑΔ
ἀγγείου ὁ ἀὴρ διὰ τῆς Μ ὀπῆς παρεισελεύσεται· καὶ
τοῦτο 〈ἔσται〉, ἄχρις ἂν πληρωθῇ τὸ ὑέλινον ἐπίθεμα.
δεήσει δὲ τὰ ΑΔ, ΓΒ, ΕΖ χωρήματα ἴσα εἶναι, ὅπως
εἰς ἄλληλα μεταχωρῇ ὅ τε ἀὴρ καὶ τὸ ὑγρόν. ὅταν δὲ
κενωθῇ τὸ ΓΒ ἀγγεῖον καὶ διασταθῇ ἡ τοῦ ἀέρος συν–
έχεια, πάλιν κατενεχθήσεται ἐκ τοῦ ὑελίνου ὕδωρ εἰς
τὸ ΑΔ ἀγγεῖον, τοῦ ἀέρος μεταχωροῦντος διὰ τοῦ Ν
κρουνοῦ καὶ τοῦ ΗΘ σωλῆνος εἰς τὸ ὑέλινον ἐπίθεμα·
ὁ δὲ ἐν τῷ ΑΔ ἀὴρ ἐκχωρήσει διὰ τῆς Μ ὀπῆς.
Εἰς ἔνια ζῴδια ἐμφυσηθέντα διὰ τοῦ στόματος δι´
ἑτέρου τόπου ὕδωρ ἐκπυτίζει· οἷον ἐὰν Σατυρίσκος
ἀσκὸν κατέχῃ, διὰ τοῦ ἀσκοῦ ἐκπυτισθήσεται.
Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓΔ, ἐφ´ ἧς ἐπικείσθω
τὸ ζῴδιον, καὶ διὰ τοῦ στόματος τοῦ ζῳδίου σωλὴν
διώσθω ὁ ΕΖ συντετρημένος τῇ βάσει καὶ ἔχων
ὑποκείμενον πλατυσμάτιον τὸ ΗΘ ἐπιφράσσον τὸ Ζ
τρῆμα τοῦ σωλῆνος καὶ ἀνεχόμενον ὑπὸ περονίων
κωλυμάτια ἐχόντων πρὸς τὸ μηκέτι ἐκπίπτειν τὸ
πλατυσμάτιον. ἕτερος δὲ σωλὴν ὁ ΚΛ διὰ τῆς βάσεως
διώσθω, οὗ τὸ μὲν Κ ἄκρον προσκείσθω τῷ ..., δι´
οὗ βουλόμεθα τὸ ὕδωρ ἐκπυτίζεσθαι. τὸ δὲ Λ ἀπεχέτω
τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. τὸ δὲ Κ ἄκρον
αὐτοῦ ἐχέτω σμηρισμάτιον, δι´ οὗ ἀποκλεισθήσεται τὸ
Κ στόμιον αὐτοῦ λεπτὸν ὑπάρχον. ἐγχέοντες οὖν εἰς
τὴν βάσιν ποσὸν ὑγρὸν διά τινος ὀπῆς, ἣν μετὰ τὴν
ἔγχυσιν ἀποστεγνώσομεν, ἐὰν ἀποκλείσαντες τὸ Κ
στόμιον ἐμφυσήσωμεν διὰ τοῦ ΕΖ σωλῆνος ἀέρα, ὁ
ἐμφυσηθεὶς ἀὴρ παρώσει τὸ πλατυσμάτιον καὶ κατενε–
χθήσεται εἰς τὴν βάσιν, καὶ τούτου πλεονάκις γινομένου
πιληθήσεται ὁ ἐν τῇ βάσει ἀὴρ καὶ ἀποκλείσει τὸ
πλατυσμάτιον. ἀνοιχθέντος οὖν τοῦ σμηρίσματος, μετ´
ὀλίγον χρόνον ὁ πιληθεὶς ἀὴρ ἐκθλίψει τὸ ἐν τῇ
βάσει ὑγρὸν διὰ τοῦ Κ στομίου μετὰ πολλῆς βίας,
ἄχρις ἂν ἤτοι πᾶν ἐκπυτισθῇ τὸ ὑγρὸν καὶ ὁ ἀὴρ
εἰς τὴν κατὰ φύσιν τάξιν κατασταθῇ, τουτέστιν ὅταν
πίλησιν ἐν ἑαυτῷ μηκέτι ἔχῃ.
Ἔνια δὲ ἀγγεῖα κατ´ ἀρχὰς ἐγχυθέντος τοῦ ὑγροῦ
ῥέει· διαλείμματος δὲ γενομένου οὐκέτι ῥέει ἐγχυνο–
μένου τοῦ ὑγροῦ, ἄχρι δι´ ἡμίσους γένηται· καὶ τότε
ἄρχεται ῥέειν· διαλείμματος δὲ γενομένου οὐκέτι ῥέει,
ἄχρις ἂν πληρωθῇ.
Ἔστω γὰρ ἀγγεῖον τὸ ΑΒ ἔχον ἐν ἑαυτῷ τρεῖς
καμπύλους σίφωνας τοὺς Γ, Δ, Ε κεκρυμμένους ἐν
τῇ γάστρᾳ, ὧν τὰ μὲν ἕτερα σκέλη πρὸς τῷ πυθμένι
ἔστω τοῦ ἀγγείου, τὰ δὲ ἕτερα ἐκτὸς φερέτω εἰς κρου–
νοὺς διεσκευασμένα. τοῖς δὲ ἐκτὸς ἄκροις αὐτῶν
προσκείσθω ἀγγεῖα τὰ Ζ, Η, Θ, ὧν οἱ πυθμένες
ἀπεχέτωσαν ἀπὸ τῶν στομίων ὅσον ὕδατι διάρρυσιν.
πάντα δὲ περιειλήφθωσαν ἑτέρῳ ἀγγείῳ καθάπερ βάσει
τῇ ΚΛΜΝ κρουνὸν ἐχούσῃ τὸν Ξ. καὶ ὁ μὲν Γ
διαβήτης τὴν κυρτότητα ἐχέτω πρὸς αὐτῷ τῷ πυθμένι,
ὁ δὲ Δ πρὸς τῷ ἡμίσει τοῦ ὕψους τοῦ ΑΒ ἀγγείου,
ὁ δὲ Ε παρ´ αὐτὸν τὸν τράχηλον. ἐὰν οὖν ἐγχέωμεν
ὕδωρ εἰς τὸ ΑΒ ἀγγεῖον, κατ´ ἀρχὰς μὲν ῥεύσει διὰ
τοῦ Γ διαβήτου, ἐπείπερ ἡ κυρτότης αὐτοῦ πρὸς τῷ
πυθμένι ἐστίν· ἐὰν δὲ διαλίπωμεν, κενωθήσεται μὲν
τὸ ὑγρὸν τὸ ἐγχυθὲν διὰ τοῦ Ξ κρουνοῦ, τὸ δὲ Ζ
ἀγγεῖον καταλειφθήσεται πλῆρες ὕδατος· τὸ δὲ λοιπὸν
τοῦ Γ σίφωνος μέρος ἔσται ἀέρος πλῆρες. ὅταν οὖν
πάλιν ἐπιχέωμεν τὸ ὑγρόν, οὐ χωρήσει διὰ τοῦ Γ
σίφωνος διὰ τὸ ἀέρα εἶναι ἐν τῷ Γ σίφωνι μεταξὺ
τοῦ τε ἐγχυνομένου καὶ τοῦ ἐν τῷ Ζ ἀγγείῳ ὕδατος.
προσαναβήσεται οὖν τὸ ὑγρὸν ἄχρι τῆς τοῦ Δ δια–
βήτου καμπῆς, ἥτις πρὸς τῷ ἡμίσει μέρει ἐστί. καὶ
τότε ἄρχεται ῥέειν. διαλείμματος δὲ γενομένου πάλιν
τὸ αὐτὸ συμβήσεται, ὃ καὶ ἐπὶ τοῦ Γ εἴρηται. τὰ δ´
αὐτὰ καὶ ἐπὶ τοῦ Ε διαβήτου νοείσθω. δεήσει δὲ τὸ
ἐγχυνόμενον ὑγρὸν ἠρέμα ἐγχύνειν πρὸς τὸ μὴ ὑπὸ
τῆς βίας ἐκθλιβῆναι τὸν ἐναπολαμβανόμενον ἐν τοῖς
σίφωσιν ἀέρα.
Σικύας κατασκευὴ τῆς ἄνευ πυρὸς ἐπισπωμένης.
Ἔστω σικύα ἡ ΑΒΓ, οἵα εἴθισται γίνεσθαι τῷ
σχήματι, διάφραγμα μέσον ἔχουσα τὸ ΔΕ· διὰ δὲ τοῦ
πυθμένος σμήρισμα διώσθω, οὗ ὁ μὲν ἐκτὸς αὐλίσκος
ἔστω ὁ ΖΗ, ὁ δὲ
ἐντὸς ὁ ΘΚ. οὗτοι
δὲ ἐχέτωσαν κα–
τάλληλα τρήματα
τὰ Λ, Μ ἐκτὸς
ὄντα τῆς σικύας·
τὰ δὲ ἐντὸς αὐτῶν
στόμια ἀνεῳγότα
ἔστω· τοῦ δὲ ΘΚ
τὸ ἐκτὸς ἐπιπε–
φράχθω καὶ ἐπι–
τόνιον ἐχέτω. ἔστω
δὲ καὶ ὑπὸ τὸ ΔΕ
διάφραγμα σμήρι–
σμα τὸ ΝΞ ὅμοιον
τῷ πρὸς τῷ πυθ–
μένι εἰρημένῳ. τὰ
μέντοι κατάλληλα τρήματα εἰς τὸ ἐντὸς τῆς σικύας
μέρος 〈ἔστω〉 καὶ συντετρημένα τῷ ΔΕ διαφράγματι.
τούτων δὴ κατασκευασθέντων ἐπιστρεφέσθω τὰ ἐπιτόνια
τῶν σμηρισμάτων, ὥστε τὰ μὲν ἐν τῷ πυθμένι τρήματα
κατάλληλα κεῖσθαι, τὰ δὲ ὑπὸ τὸ διάφραγμα παρηλ–
λαχέναι καὶ ἀποκεκλεῖσθαι. τοῦ ΔΓ ἄρα ἀγγείου
πλήρους ὄντος ἀέρος, δυνατόν ἐστι προσθέντα τῷ
στόματι τὸ ΛΜ τρῆμα ἐκμυζῆσαί τι μέρος τοῦ ἀέρος,
εἶτα πάλιν ἐπιστρέψαντα τὸ ἐπιτόνιον καὶ μὴ ἀφελόντα
τοῦ στόματος τὸ σμήρισμα ἔχειν ἠραιωμένον τὸν ἐν
τῷ ΓΔ ἀγγείῳ ἀέρα. τοῦτο οὖν πλεονάκις ποιοῦμεν,
μέχρις οὗ πολὺν ἐκμυζήσωμεν ἀέρα. ἔπειτα προσθεὶς
τῇ σαρκὶ τὴν σικύαν, ὡς ἔθος ἐστίν, ἀνοίγω τὰ ἐν
τῷ ΝΞ σμηρίσματι τρήματα διὰ τοῦ ἐπιτονίου. ἀναγ–
καῖον οὖν ἐστιν εἰς τὸν τοῦ ἐν τῷ ΓΔ ἀέρος τόπον
μεταχωρῆσαί τι μέρος τοῦ ἐν τῷ ΑΔΕ ἀγγείῳ ἀέρος·
εἰς δὲ τὸν κενούμενον ἀντὶ τούτου τόπον ἐπισπάσεται
τήν τε σάρκα καὶ τὴν ὑπὸ τὴν σάρκα ὕλην διὰ τῶν
ἀραιωμάτων τῆς σαρκός, ἃ δὴ ἀθεωρήτους πόρους
καλοῦμεν.
Καὶ ὁ καλούμενος δὲ πυοῦλκος διὰ ταύτην τὴν
αἰτίαν ἐνεργεῖ.
Κατασκευάζεται γὰρ αὐλίσκος κοῖλος ἐπιμήκης ὁ
ΑΒ, ᾧ ἕτερος συνεσμηρισμένος ὁ ΓΔ, οὗ τὸ μὲν Γ
ἄκρον ἐπιπεπωμάσθω λεπιδίῳ· πρὸς δὲ τῷ Δ ἐπιτόνιον·
ἐχέτω τὸ ΕΖ. καὶ τοῦ ΑΒ δὲ αὐλίσκου τὸ πρὸς τῷ
Α στόμιον ἐπιπεφράχθω λεπίδι ἐχούσῃ συντετρημένον
λεπτὸν συρίγγιον τὸ ΗΘ. ὅταν οὖν βουλώμεθα πῦον
ἕλκειν, προσθέντες τῷ τόπῳ, ἐν ᾧ τὸ πῦόν ἐστι, τὸ
ἄκρον τοῦ συριγγίου, τὸ Θ στόμιον, ἐπισπώμεθα τὸν
ΓΔ αὐλίσκον διὰ τοῦ ἐπιτονίου εἰς τὸ ἐκτὸς μέρος.
γενομένου δὴ τόπου ἐν τῷ ΑΒ αὐλίσκῳ κενοῦ, ἀνάγκη
εἰς τοῦτον ἄλλο τι ἀντικαταστῆναι. μὴ ὄντος οὖν
ἄλλου τόπου ἢ τοῦ στόματος τοῦ συριγγίου, ἀνάγκη
διὰ τούτου τὸ παρακείμενον ὑγρὸν ἐπισπάσασθαι.
πάλιν οὖν ὅταν ἐνέσαι τι βουλώμεθα ὑγρόν, ἐμβα–
λόντες αὐτὸ εἰς τὸν ΑΒ αὐλίσκον καὶ καταλαβόμενοι
τὸ ΕΖ ὠθοῦντες τὸν ΓΔ αὐλίσκον θλίβομεν, ἄχρις
ἂν ἡμῖν αὐτοῖς δόξῃ ἡ ἔνεσις γενέσθαι.
Ἀγγείου τινὸς ὄντος πλήρους οἴνου καὶ κρουνὸν
ἔχοντος ῥέοντα, ὅταν ἐπιχέωμεν ἐπὶ τὸν τράχηλον
αὐτοῦ κύαθον ὕδατος, οὐκέτι ῥυήσεται· ἐὰν δὲ ἕτερον
κύαθον ἐπιχέωμεν, τότε ῥυήσεται καὶ αὐτὸς σὺν τῷ
προτέρῳ κυάθῳ ἤτοι καὶ οἱ δύο κύαθοι τοῦ ὕδατος
ἐξ ἑτέρων δύο κρουνῶν. καὶ μετὰ τὸ ἐκρεῦσαι τὸ
ὕδωρ πάλιν ὁ οἶνος ἐκ τοῦ μέσου κρουνοῦ ῥυήσεται·
καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ἐπιχεόμενος ἐκρυῇ.
Ἔστω τι ἀγγεῖον τὸ ΑΒ ἔχον περὶ τὸν πυθμένα
κρουνὸν τὸν Γ καὶ διαπεφράχθω τὸν τράχηλον τῷ
ΔΕ διαφράγματι· ἐκ δὲ τοῦ διαφράγματος σωλὴν
ἀνατεινέτω ὁ ΖΗ, περὶ ὃν ἕτερος περικείσθω ἀπέχων
ἀπὸ τοῦ διαφράγματος ὅσον ὕδατι διάρρυσιν, καθάπερ
ἐπὶ τῶν πνικτῶν διαβητῶν. διώσθω δὲ καὶ ἕτερος
διὰ τοῦ διαφράγματος σωλὴν ὁ ΘΚ ὑπερέχων εἰς τὸ
ἄνω τοῦ διαφράγματος ἔλασσον ἢ ὁ πρότερος, ἐσχι–
σμένος εἰς δύο κρουνοὺς τοὺς Λ, Μ· καὶ τούτῳ δὲ
περικείσθω ἕτερος σωλὴν ἀπέχων τοῦ διαφράγματος
βραχύ. ἐχέτω δὲ τὸ ἀγγεῖον καὶ ὑπὸ τὸ διάφραγμα
διαύγιον τὸ Ν. ἐὰν οὖν καταλαβόμενοι τοὺς κρουνοὺς
ἐγχέωμεν τὸν οἶνον, χωρήσει εἰς τὸ κύτος διὰ τοῦ
ΖΗ σωλῆνος· ὁ γὰρ ἀὴρ ἐκχωρήσει διὰ τοῦ Ν διαυ–
γίου· ἐὰν δὲ καταλαβόμενοι τὸ διαύγιον ἀφῶμεν τοὺς
κρουνούς, ἐκ μὲν τῶν Λ, Μ ῥυήσεται τὸ ἐναποληφθὲν
ἐν τῷ ΘΚ σωλῆνι ὑγρόν, ἐκ δὲ τοῦ Γ τὸ ἐν τῷ
κύτει ὑγρόν. ἐὰν οὖν ῥέοντος τοῦ Γ ἐπεγχέωμεν
κύαθον ὕδατος ἐπὶ τὸ διάφραγμα, οὐκέτι ἕξει ὁ ἀὴρ
παρεισπίπτειν διὰ τοῦ ΖΗ σωλῆνος, ἀλλὰ παύσεται
ὁ Γ κρουνὸς ῥέων. ἐὰν δὲ ἕτερον ἐπεγχέωμεν, ὑπερ–
βλύσει τὸν ΘΚ σωλῆνα καὶ δι´ αὐτοῦ ἐνεχθήσεται
εἰς τοὺς Λ, Μ κρουνούς, καὶ ὅλον ἐπισπάσεται τὸ
ὕδωρ. εἶτα λαβὼν ἀναπνοὴν ὁ ΖΗ σωλὴν ποιήσει
ὁμοίως τὸν Γ κρουνὸν ῥέειν. καὶ τοῦτο ἔσται, ὁσάκις
ἂν ἐπεγχέωμεν τοὺς κυάθους.
Ἀγγείου ὄντος πλήρους ἀκράτου καὶ κρουνὸν ἔχον–
τος ὁτὲ μὲν τὸν οἶνον ἐκρέειν, ὕδατος δὲ ἐγχυνομένου
καθαρὸν τὸ ὕδωρ ἐκρεῖν, εἶτα πάλιν τὸν ἄκρατον·
κἂν βούληταί τις, τοῦ ὕδατος ἐγχυνομένου κρᾶμα
ῥυήσεται.
Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διάφραγμα ἔχον περὶ
τὸν τράχηλον τὸ ΓΔ, δι´ οὗ καθείσθω σωλὴν ὁ ΕΖ
ἔξω τοῦ πυθμένος φέρων, ὃς ἔσται κρουνός. ἐχέτω
δὲ ὁ ΕΖ σωλὴν τρυπημάτιον ἐντὸς τοῦ ἀγγείου παρὰ
τὸν πυθμένα τὸ Η. ἔστω δὲ καὶ διαύγιον ὑπὸ τὸν
τράχηλον τὸ Θ. ἐὰν οὖν καταλαβόμενοι τὸν κρουνὸν
τὸν Ζ ἐγχέωμεν τὸν οἶνον, χωρήσει εἰς τὸ κύτος,
τοῦ ἀέρος ἐκχωροῦντος διὰ τοῦ Θ διαυγίου. ἐὰν δὲ
καταλαβόμενοι τὸ διαύγιον ἀφῶμεν τὸν κρουνόν, οὐ
ῥυήσεται, εἰ μὴ μόνον τὸ ἐναπολειφθὲν ἐν τῷ ΖΕ
σωλῆνι. ἐὰν οὖν ἐπεγχέωμεν ὕδωρ, καθαρὸν ῥυήσεται,
ἐὰν δὲ ἀνῶμεν τὸ διαύγιον, κρᾶμα, ἐὰν δὲ μηκέτι
ἐγχύνωμεν, καθαρὸς ὁ οἶνος.
Βωμοῦ ἀναπτομένου τὰ μὲν παριδρυμένα ζῴδια
σπένδειν, τὸν δὲ δράκοντα συρίζειν.
Ἔστω τις βάσις κοίλη ἡ ΑΒ, ἐφ´ ἧς βωμὸς ὁ Γ
ἔχων αὐλὸν μέσον ἐπὶ τὴν βάσιν καθιέμενον ἀπὸ τοῦ
ἐπιπύρου τὸν ΔΕ, ὃς εἰς τρεῖς ἐσχίσθω σωλῆνας τὸν
μὲν ΕΖ ἐπὶ τὸ στόμα τοῦ δράκοντος φέροντα, τὸν δὲ
ΕΗΘ ἐπὶ οἰνοδόχον ἀγγεῖον τὸ ΚΛ, οὗ ὁ πυθμὴν
ἀνωτέρω ἔστω τοῦ Μ ζῳδίου, προσηνωμένον τῷ ἐπι–
φράγματι τοῦ ΚΛ ἀγγείου χαρακοειδῶς· ἕτερος δὲ ὁ
ΕΝΞ καὶ αὐτὸς ὁμοίως ἀνηκέτω εἰς ἕτερον οἰνοδόχον
ἀγγεῖον τὸ ΟΠ καὶ αὐτὸς χαρακοειδῶς· συνεστεγνώ–
σθωσαν δὲ καὶ ἀμφότεροι τοῖς πυθμέσι τῶν ἀγγείων.
ἔστωσαν δὲ ἐν ἑκατέρῳ τῶν οἰνοδόχων 〈ἀγγείων〉 καμ–
πύλοι σίφωνες ὅ τε ΡΣ καὶ ὁ ΤΥ, ὧν αἱ μὲν ἀρχαὶ
ἔστωσαν ἐν τῷ οἴνῳ, τὰ δὲ τέλη διήκοντα πνικτῶς
διὰ τοῦ περιφράγματος τῶν οἰνοδοχείων, καθ´ ὧν δεῖ
γίνεσθαι τὰς σπενδούσας χεῖρας τῶν ζῳδίων. ὅταν
οὖν μέλλῃς ἐξάπτειν, προεμβάλλων τοῖς σωλῆσιν ὑδά–
τιον βραχύ, ὥστε μὴ διαρραγῆναι τοὺς σωλῆνας ὑπὸ
ξηροῦ τοῦ πυρός, ἀπόφραξον ἅπαντα, ὡς μὴ διαπνέειν.
τὸ δὲ τοῦ πυρὸς πνεῦμα ἐγκαταμιγὲν τῷ ὕδατι διὰ
τῶν σωλήνων ἀνελεύσεται ἐπὶ τοὺς χάρακας καὶ δι´
αὐτῶν θλῖψαν τὸν οἶνον ἀνοίσει ἐπὶ τοὺς καμπύλους
σίφωνας τόν τε ΡΣ καὶ τὸν ΤΥ, ὥστε διὰ τῶν χειρῶν
τῶν ζῳδίων ῥέοντα σπένδειν, ἐφ´ ὅσον ὁ βωμὸς καίεται·
ὁ δὲ ἕτερος σωλὴν τὸ πνεῦμα ἀνενεγκὼν ἐπὶ τὸ στό–
μιον τοῦ δράκοντος συρίζειν ποιήσει τὸν δράκοντα.
Λυχνίας κατασκευή, ὥστε λύχνου ἐπικειμένου, ὅταν
ἐλλιπὴς ἐλαίου γένηται, ἐκ τοῦ ὠτὸς αὐτοῦ ἐπιχεῖσθαι
ἔλαιον εἰς τὸν λύχνον, ὅσον ἂν προαιρώμεθα, μηδενὸς
ἀγγείου ἐπὶ τοῦ λύχνου ἐπικειμένου, ἐξ οὗ τὸ ἔλαιον
ἐπιρρέει.
Κατασκευαζέσθω ἡ λυχνία κοίλην ἔχουσα βάσιν
τρίγωνον καθάπερ πυραμίδα γίνεσθαι. καὶ ἔστω βάσις
ἡ ΑΒΓΔ κοίλη διάφραγμα ἔχουσα τὸ ΕΖ. ὁ δὲ τῆς
λυχνίας καυλὸς ἔστω ὁ ΗΘ καὶ αὐτὸς κοῖλος, ὑπὲρ
δὲ τὸν καυλόν, ὡς εἴρηται, κοῖλος κάλαθος ὁ ΚΛ
δυνάμενος πλέον ἔλαιον χωρεῖν. καὶ ἐκ μὲν τοῦ ΕΖ
διαφράγματος ἀνατεινέτω σωλὴν ὁ ΜΝ συντετρημένος
τῷ διαφράγματι καὶ ἀπέχων ἀπὸ τοῦ ΚΛ ἐπιφράγ–
ματος τοῦ καλάθου, ἐφ´ ὃ δὴ καὶ ἐπίκειται ὁ λύχνος,
ὅσον ἀέρι διέξοδον. ἕτερος δὲ σωληνίσκος ὁ ΞΟ
καθείσθω διὰ τοῦ ΚΛ ἐπιφράγματος ἀπέχων ἀπὸ τοῦ
πυθμένος τοῦ καλάθου ὅσον ὕδατι διάρρυσιν. ὑπερε–
χέτω δὲ ὁ ΞΟ σωλὴν τοῦ ΚΛ ἐπιφράγματος βραχύ.
τῇ δὲ ὑπεροχῇ συνεσμηρίσθω ἕτερον σωληνάριον τὸ
Π ἐπιπεφραγμένον τὸ ἄνω στόμιον, ὃ διὰ τοῦ πυθ–
μένος τοῦ λύχνου †διωθει συνηνώσθω τῷ λύχνῳ μηδὲν
†ἔχων εἰς τὸ ἐκτὸς τοῦ λύχνου. τῷ δὲ Π σωλῆνι
συγκεκολλήσθω ἕτερον σωληνάριον λεπτὸν ἀνατεῖνον
εἰς τὸ ἄκρον τοῦ ὠτὸς καὶ συντετρήσθω αὐτῷ, ὥστε
ἐπιρρεῖν ἐν τῷ κοιλάσματι τοῦ λύχνου, ἔχον τρῆμα
ὥσπερ καὶ οἱ ἄλλοι. ὑπὸ δὲ τὸ ΕΖ διάφραγμα
ὑποκεκολλήσθω κλειδίον φέρον εἰς τὴν ΓΔΕΖ χώραν,
ὥστε, ἐὰν ἀνοιχθῇ, τὸ ἐκ τῆς ΑΒΕΖ χώρας ὕδωρ
μεταβαίνειν εἰς τὴν ΓΔΕΖ. ἔστω δὲ ἐν τῷ ΑΒ
ἐπιφράγματι τρημάτιον, δι´ οὗ πληρώσομεν τὴν ΑΒΕΖ
χώραν ὕδατος, καὶ ὁ ἐν αὐτῇ 〈ἀὴρ〉 ἐκχωρήσει διὰ
τοῦ εἰρημένου τρήματος. ἀφαιρεθέντος οὖν τοῦ
λύχνου πληρώσομεν ἐλαίου τὸν κάλαθον διὰ τοῦ ΞΟ
σωληναρίου, τοῦ ἐν τῷ καλάθῳ ἀέρος ἐκχωροῦντος
διὰ τοῦ ΜΝ σωληνίσκου καὶ ἔτι διὰ τῆς ἐν τῷ ΓΔ
πυθμένι κλειδὸς ἀνοιχθείσης, ὅτε δὴ καὶ τὸ ἐν τῇ
ΓΔΕΖ χώρᾳ ὕδωρ ἐκρυήσεται. ἐπιτεθέντος οὖν τοῦ
λύχνου διὰ τοῦ Π σμηρίσματος, ὅταν δέῃ ἔλαιον
ἐπιχέειν, ἀνοίξωμεν τὸ ἐν τῷ ΓΔ πυθμένι κλειδίον.
μεταχωροῦντος οὖν τοῦ ἐν τῇ ΑΒΕΖ χώρᾳ ὕδατος
εἰς τὴν ΓΔΕΖ, ὁ ἐν τῇ ΓΔΕΖ ἀὴρ διὰ τοῦ ΜΝ
σωληνίσκου εἰς τὸν κάλαθον ἀφικνούμενος θλίψει τὸ
ἐν αὐτῷ ἔλαιον, ὃ δὴ διὰ τοῦ ΞΟ σωλῆνος καὶ τοῦ
συνεχοῦς αὐτῷ εἰς τὸν λύχνον χωρήσει. ὅταν δὲ
μηκέτι βουλώμεθα ῥέειν, ἀποκλείσεται τὸ κλειδίον καὶ
παύσεται. καὶ πάλιν ὅταν δέῃ, 〈τὸ〉 αὐτὸ ποιήσομεν.
Δύναται δὲ καὶ ἄλλως ἐπὶ τῆς αὐτῆς καταγραφῆς
προχειρότερον, ὥστε 〈μὴ〉 βάσιν κατασκευάζειν, ἐν ᾗ
τὸ ὕδωρ ἐστί· τὰ μὲν οὖν ἄλλα τὰ αὐτὰ ἔστω χωρὶς
τῆς βάσεως καὶ τοῦ ἐν αὐτῇ ὕδατος.
Ὁ δὲ ΜΝ σωλὴν τὸ Μ
στόμιον ἐχέτω συντετρημένον
τῷ τεύχει τοῦ καυλοῦ, ὥστε εἰς
τὸ ἐκτὸς φαίνεσθαι τοῦ καυλοῦ,
καὶ περιεστεγνώσθω. ἐὰν οὖν
τις προσαγαγὼν τὸ στόμα ἐμ–
φυσήσῃ εἰς τὸ ἐκτὸς στόμιον,
χωρήσει τὸ πνεῦμα εἰς τὸν
κάλαθον καὶ θλίψει τὸ ἔλαιον
διὰ τοῦ ΞΟ σωλῆνος. καὶ ἔσται
τὸ αὐτὸ τῷ πρότερον· ὁσάκις
γὰρ ἐὰν ἐμφυσῶμεν, ἐπιχυθή–
σεται εἰς τὸν λύχνον ἔλαιον.
δεήσει δὲ τὸ τοῦ ὠτὸς ἄκρον
ἐπικεκάμφθαι κατὰ κάθετον τῷ
λύχνου τρήματι, ὥστε μὴ ἔξω
ἀκοντίζειν τὸ ἔλαιον.
〈Λυχνίας κατασκευή, ὥστε
τοῦ ἐλαίου μειουμένου ἐν τῷ
τὸν λύχνον ἅπτειν ὕδατος ἐγ–
χυνομένου προσαναπληροῦσθαι
τὴν λυχνίαν ἐλαίου.〉
Ἔστω γὰρ ὑπὸ τὴν λυχνίαν
ἀγγεῖον στεγνὸν πάντοθεν τὸ
ΑΒ ἤτοι συμφυὲς αὐτῇ ἢ καὶ
ἰδίᾳ κείμενον. ἐκ δὲ τούτου ἀνατεινέτωσαν δύο σωλῆνες
οἱ ΓΔ, ΕΖ συντετρημένοι τῷ ΑΒ ἀγγείῳ. τὸ δὲ Γ
στόμιον τοῦ σωλῆνος ἀπεχέτω ἀπὸ τοῦ πυθμένος τοῦ
ΑΒ ἀγγείου ὅσον ὕδατι διάρρυσιν· καὶ ὁ μὲν ΓΔ
ἄχρι τῆς ἐπιφανείας ἔστω τοῦ λύχνου φιάλιον ἔχων
πρὸς τῷ Δ ἄκρῳ, δι´ οὗ ἔσται ἡ ἔγχυσις τοῦ ὕδατος.
ὁ δὲ ΕΖ σωλὴν συντετρήσθω τῷ πυθμένι τοῦ λύχνου.
ἐὰν οὖν τις διὰ τοῦ ὀμφαλοῦ τοῦ λύχνου ἐγχύνῃ
ἔλαιον, χωρήσει πρῶτον εἰς τὸ ΑΒ ἀγγεῖον, εἶτα
πληρωθέντος αὐτοῦ πληρωθήσονται καὶ οἱ ΓΔ, ΕΖ
σωλῆνες καὶ ὁ λύχνος. καιόμενος οὖν ὁ λύχνος ἀπό–
κενος ἔσται. ὅταν οὖν ἐγχέωμεν διὰ τοῦ πρὸς τῷ
Δ φιαλίου ὕδωρ, χωρήσει εἰς τὸ ΑΒ ἀγγεῖον μιγνύ–
μενον τῷ ἐλαίῳ, τὸ δὲ ἐν τῷ ΑΒ ἀγγείῳ ἔλαιον
προσαναβὰν πληρώσει τὸ ἐλλιπὲς τοῦ λύχνου, ἄχρις
ἂν πρὸς τὴν μύξαν γένηται τὸ ἔλαιον. εἶτα πάλιν ἐὰν
ὑποκαθίσῃ τὸ ἔλαιον, τὸ αὐτὸ ποιήσομεν καὶ τοῦτο,
ἄχρις ἂν τὸ ἔλαιον δαπανηθῇ. ἐὰν δὲ δέῃ ἔτι κατα–
λειφθέντος ἐλαίου εἰς
τὸν λύχνον ἀφελεῖν τὸ
ΑΒ ἀγγεῖον, ἔσται σμη–
ρισμάτια ἐν τοῖς ΓΔ,
ΕΖ σωλῆσι πρὸς τῷ
ΑΒ ἀγγείῳ καὶ πρὸς
τῷ λύχνῳ κλειδία, ὥστε
ἐπιστραφέντων αὐτῶν
συνέχεσθαι τό τε ἐν τῷ
λύχνῳ ἔλαιον καὶ τὸ ἐν
τοῖς σωλῆσι, καὶ οὕτως
ἀφαιρετὸν ἔσται. καὶ
ὅταν βουλώμεθα, πάλιν
προστεθέντων αὐτῶν
ἀνοίξομεν τὰ κλειδία. βέλτιον δὲ τὸ μὲν ΕΖ σωλη–
νάριον εἰς τὸ οὖς τοῦ λύχνου φέρειν, τὸ δὲ ΓΔ ὀπίσω
τοῦ ὠτὸς μικρὸν μετεωρότερον ἔχον προσκείμενόν τι
ἄνω φιαλοειδὲς συντετρημένον αὐτῷ, δι´ οὗ ἐγχυθήσε–
ται τὸ ὕδωρ, ὥστε ἅμα τῇ ἐγχύσει τοῦ ὕδατος ἐκ τοῦ
ὠτὸς τὸ ἔλαιον ἐπιρρεῖν.
Ἀγγείου ὄντος στεγνοῦ καὶ κρουνὸν ἔχοντος ἀνεῳ–
γότα καὶ θύρσου παρακειμένου, ᾧ ὑπόκειται ποτήριον
πλῆρες ὕδατος, ἐὰν ἀποσπάσῃ τις τὸ ποτήριον, μικρὸν
ῥεύσει ὁ κρουνός, ἐφ´ ὅσον ἂν τὸ ποτήριον εἴη
ὑπεσπασμένον. ἀνωσθέντος οὖν τοῦ ποτηρίου, οὐκέτι
ῥεύσει ὁ κρουνός.
Ἔστω τὸ εἰρημένον ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον
τὸν τράχηλον τῷ ΓΔ διαφράγματι. ἐκ δὲ τοῦ ΓΔ
σωλὴν ἀνατεινέτω συντετρημένος αὐτῷ ὁ ΕΖ. τούτῳ
δὲ περικείσθω ἕτερος ὁ ΚΛ, ὥστε εἶναι πνικτὸν δια–
βήτην. τῷ δὲ ΚΛ συντετρήσθω ἕτερος σωλὴν ὁ ΜΝ
ἀνεῳγὸς ἔχων τὸ Μ· τὸ δὲ ἐκτὸς σκέλος τοῦ ΜΝ
σωλῆνος ἔστω ἔν τινι ποτηρίῳ τῷ ΟΞ, εἰς ὃ ἐγκεχύσθω
ὕδωρ, ὥστε πλῆρες εἶναι. συμπληρωθήσεται δὴ καὶ
τὸ ἐν τῷ ποτηρίῳ σκέλος τοῦ σωλῆνος. ἐγκεχύσθω
δὲ καὶ εἰς τὸν τράχηλον τοῦ ΑΒ ἀγγείου ὕδωρ ὀλίγον,
ὥστε ἐπιφράξαι τὴν ἀναπνοήν. πλήρους ὄντος τοῦ
ΑΒ ἀγγείου, οὐ ῥεύσει ὁ Π κρουνὸς καίτοι ἀνεῳγώς,
ἐπειδήπερ ὁ ἀὴρ οὐκ ἔχει παρείσδυσιν διὰ τὸ ἐγχυθὲν
εἰς τὸν τράχηλον ὕδωρ. ὑποσπασθέντος δὲ τοῦ ποτη–
ρίου ἀνάγκη κενωθῆναί τι μέρος τοῦ ἐν τῷ ποτηρίῳ
σκέλους τοῦ σίφωνος· εἰς δὲ τὸν κενούμενον τόπον
ἐπισπασθήσεται ὁ συνεχὴς ἀήρ. οὗτος δὲ τὸ ἐγχυθὲν
εἰς τὸν τράχηλον ὑδάτιον συνεπισπάσεται, ὥστε ὑπερ–
βῆναι τὸ Ζ στόμιον. καὶ διὰ τοῦτο τοῦ ἀέρος ἐσχη–
κότος παρείσδυσιν, ῥεύσει ὁ Π κρουνός, ἄχρις ἂν τὸ
ΞΟ ποτήριον ἀνωσθὲν τὸ ἐν τῷ τραχήλῳ ὕδωρ ποιήσῃ
ἐπιφράξαι τὴν ἀναπνοήν· πάλιν γὰρ εἰς τὸν ἐξ ἀρχῆς
τόπον ἀποκατασταθήσεται· καὶ οὐκέτι ῥεύσει ὁ Π
κρουνός. καὶ τοῦτο, ὁσάκις ἂν ὑποσπᾶται καὶ προσ–
φέρηται τὸ ποτήριον. δεῖ δὲ αὐτὸ μὴ ὅλον ὑποσπάσαι,
ἵνα μὴ ὅλον γυμνωθῇ τὸ σκέλος τοῦ σίφωνος. ὁ μὲν
οὖν ΜΝ σωλὴν εἰς θύρσον διεσκευάσθω, ὁ δὲ ΡΝ
εἰς τὴν περὶ τοῦτον διάμετρον, ἵνα εὐδιάθετον ᾖ τὸ
ὅραμα.
Λαγύνου κατασκευὴ τῆς φθεγγομένης, ὅταν προΐη–
ται ὑγρόν.
Ἔστω ἡ ὑπογεγραμμένη λάγυνος διαπεφραγμένη
τὸν μὲν τράχηλον τῷ ΑΒ, τὸ δὲ στόμα τῷ ΓΔ. διὰ
δὲ ἀμφοτέρων τῶν διαφραγμάτων σωλὴν διώσθω ὁ
ΕΖ συντετρημένος ἀμφοτέροις τοῖς διαφράγμασι. τὸ
δὲ τῆς λαγύνου ὠτίον ἔστω τὸ ΗΘ. ἐκ δὲ τοῦ
ἑτέρου μέρους τοῦ ὠτὸς σωλὴν ἔστω ὁ ΚΛ συντετρη–
μένος μὲν τῷ ΑΒ διαφράγματι, ἀπὸ δὲ τοῦ ΓΔ
ἀπέχων ὅσον ὕδατι διάρρυσιν. πρὸς δὲ τῷ ΓΔ
συρίγγιον ἔστω τὸ Μ δυνάμενον φθέγγεσθαι. πληρω–
θήσεται οὖν ἡ λάγυνος διὰ τοῦ ΕΖ σωλῆνος, τοῦ
ἀέρος ἐκχωροῦντος διά τε τοῦ ΚΛ σωλῆνος καὶ διὰ
τοῦ Μ συριγγίου. ὅταν οὖν κατασχόντες τὸ ὠτίον
τῆς λαγύνου ἐπικλίνωμεν, ὥστε προέσθαι, προήσεται
μὲν διὰ τοῦ ΕΖ σωλῆνος εἰς τὸ ἐκτὸς μέρος· διὰ δὲ
τοῦ ΚΛ τὸ ὑγρὸν χωρήσει εἰς τὸν ΒΓ τράχηλον·
ὁ δὲ ἐν αὐτῷ ἀὴρ ἐκκρουόμενος διὰ τοῦ Μ συριγγίου
φθέγξεται. ἔστω δὲ καὶ ἐν τῷ ΑΒ διαφράγματι
τρύπημα ἕτερον, δι´ οὗ ὀρθωθείσης τῆς λαγύνου τὸ
ἐν τῷ τραχήλῳ ἀπολειφθὲν ὑγρὸν πάλιν χωρήσει εἰς
τὸ κύτος τῆς λαγύνου τοῦ ἀέρος ἀντιμεταχωροῦντος.
Ἐπί τινος βάσεως ἀγγείου ὄντος οἶνον ἔχοντος καὶ
κρουνὸν ἀνεῳγότα παραφερομένης λείας ποιῆσαι ῥέειν
τὸν κρουνὸν πρὸς μέτρον, οἷον ὁτὲ μὲν ἡμικοτύλιον,
ὁτὲ δὲ κοτύλην καὶ καθόλου ὅσον ἐάν τις προαιρῆται.
Ἔστω τὸ μὲν ἀγγεῖον τὸ ΑΒΓ, ἐν ᾧ ὁ οἶνος
ἐγχυθήσεται, κρουνὸς δὲ ἐν αὐτῷ παρὰ τὸν πυθμένα
ἔστω ὁ Δ· διαπεφράχθω δὲ τὸν τράχηλον τῷ ΕΖ
διαφράγματι. διὰ δὲ τοῦ ΕΖ διαφράγματος διώσθω
σωλὴν ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου
ὅσον ὕδατι διάρρυσιν. ἡ δὲ ὑποκειμένη τῷ ἀγγείῳ
βάσις ἔστω ἡ ΚΛΜΝ. ἕτερος δὲ σωλὴν ἔστω ὁ ΞΟ
ἀπέχων μὲν ἀπὸ τοῦ διαφράγματος βραχύ, διήκων δὲ
διὰ τῆς βάσεως. ἔστω δὲ καὶ ἐν τῇ βάσει ὕδωρ
ἐπιφράσσον τὸ στόμιον τοῦ ΞΟ σωλῆνος. ἔστω δὲ
καὶ κανὼν ὁ ΠΡ ἔχων τὸ μὲν ἥμισυ μέρος ἐντὸς τῆς
βάσεως, τὸ δὲ ἥμισυ ἐκτὸς κηλωνευόμενον περὶ τὸ
Σ σημεῖον. ἐκκρεμάσθω δὲ ἐκ τοῦ Π ἄκρου τοῦ
κανόνος κλεψύδρα ἡ Τ τρύπημα ἔχουσα ἐν τῷ πυθ–
μένι. τὸ μὲν οὖν ἀγγεῖον πληρώσομεν διὰ τοῦ ΗΘ
σωλῆνος, πρὶν ἐγχυθῆναι τὸ ἐν τῇ βάσει ὕδωρ, τοῦ
ἀέρος ἐκχωροῦντος διὰ τοῦ ΞΟ σωλῆνος, καταλαβόμενοι
τὸν Δ κρουνόν. εἶτα ἐμβαλοῦμεν ἐν τῇ βάσει τὸ
ὕδωρ διά τινος ὀπῆς, ἄχρις οὗ ἐπιφράξωμεν τὸ Ο
στόμιον, καὶ ἀφῶμεν τὸν Δ κρουνόν. φανερὸν οὖν
ὅτι οὐ ῥεύσει ὁ οἶνος διὰ τὸ μηδαμόθεν ἀέρα δύνασθαι
εἰσκριθῆναι. ὅταν δὲ κατάξωμεν τὸ Ρ ἄκρον τοῦ
κανόνος, ἐπαρθήσεται μέρος τι τῆς κλεψύδρας ἐκ τοῦ
ὕδατος, καὶ γυμνωθείσης τῆς Ο ἀναπνοῆς ῥεύσει ὁ Δ
κρουνός, ἄχρις ἂν τὸ μετεωρισθὲν τῇ κλεψύδρᾳ ὕδωρ
ἀπορρεῦσαν ἐπιφράξῃ τὴν Ο ἀναπνοήν. ἐὰν δὲ πάλιν
πληρωθείσης τῆς κλεψύδρας κατάγωμεν τὸ Ρ ἄκρον
πλέον ἢ τὸ πρότερον, πλείονα χρόνον ἐκρεύσει τὸ ἐν
τῇ κλεψύδρᾳ μετεωρισθὲν ὑγρόν, ὥστε καὶ ἐκ τοῦ
κρουνοῦ πλέον ῥυήσεται. ἐὰν δὲ καὶ ὅλη ἡ κλεψύδρα
μετεωρισθῇ, πολλῷ πλέον ῥυήσεται. ἵνα οὖν μὴ τῇ
χειρὶ κατάγωμεν τὸ Ρ ἄκρον τοῦ κανόνος, ἔσται τις
λεία ἡ Φ παραφερομένη ἐν τῷ ἐκτὸς μέρει τοῦ κανόνος
τῷ ΡΧ. καὶ ὅταν μὲν ἐγγὺς ᾖ τοῦ Ρ, ὅλην ἀνάξει
τὴν κλεψύδραν· ὅταν δὲ ἀπώτερον, ἔλαττον. πείρᾳ
οὖν εὑρόντες τὰ μέτρα ἃ βουλόμεθα ῥεῖν τὸν Δ
κρουνόν, ἐντομὰς ποιήσωμεν ἐν τῷ ΡΧ κανόνι καὶ
ἐπιγραφὰς τῶν μέτρων, ὥστε ὁπόταν βουλώμεθα μέρος
τι ἐκρεῦσαι, ἐπ´ ἐκείνην τὴν ἐντομὴν παράγοντες τὴν
λείαν ἀφῶμεν ῥεῖν.
Ῥυτοῦ κατασκευή, ὥστε ἐν ἀρχῇ μὲν κρᾶμα ῥέειν,
ὅταν δὲ βουλώμεθα ἐπεγχυνομένου ὕδατος, τὸ ὕδωρ
αὐτὸ καθ´ αὑτὸ ἐκρέειν, καὶ πάλιν κρᾶμα.
Ἔστω ῥυτὸν τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον
τῷ ΓΔ 〈διαφράγματι〉, δι´ οὗ σωλὴν διώσθω ὁ ΕΖ
φέρων εἰς τὴν ἔκρυσιν, τρημάτιον ἔχων ἐντὸς τοῦ
ῥυτοῦ τὸ Η. διαύγιον δὲ ἔστω ἐν τῷ ῥυτῷ ὑπὸ τὸ
διάφραγμα, τὸ Θ. ἐὰν οὖν καταλαβόμενοι τὴν Ζ
ἔκρυσιν ἐγχέωμεν τὸ κρᾶμα, εἰσελεύσεται εἰς τὸ ῥυτὸν
διὰ τοῦ Η τρηματίου· ὅταν δὲ ἀφῶμεν τὴν ἔκρυσιν,
ῥεύσει τὸ κρᾶμα, τοῦ ἀέρος εἰσπίπτοντος διὰ τοῦ Θ
διαυγίου. ὅταν δὲ καταλαβόμενοι τὸ Θ διαύγιον ὕδωρ
καθαρὸν ἐπεγχέωμεν, τὸ μὲν κρᾶμα οὐ ῥυήσεται διὰ
τὸ μὴ ἔχειν παρείσδυσιν τὸν ἀέρα, ὕδωρ δὲ καθαρόν.
ὅταν δὲ ἀνῶμεν τὸ Θ, ἀμφότερα ῥυήσεται, τό τε ὕδωρ
καὶ τὸ κρᾶμα, ὃ δὴ ἐξ ἀμφοτέρων πάλιν γίνεται
κρᾶμα.
Ἀγγείου ὄντος ἐπὶ βάσεως καὶ κρουνὸν ἔχοντος
ὑπεράνω τοῦ πυθμένος ... καὶ ἐγχυνομένου εἰς αὐτὸ
ὕδατος, ὁτὲ μὲν καθαρὸν τὸ ὕδωρ ἐκρέειν, ὁτὲ δὲ
κρᾶμα, ὁτὲ δὲ μόνον ἄκρατον.
Ἔστω ἀγγεῖον τὸ ΑΒ ἐπὶ βάσεως κρουνὸν ἔχον
τὸν ΓΔ, οὗ τὸ Γ στόμιον ὑπεράνω ἔστω τοῦ πυθμένος
τοῦ ἀγγείου. διαπεφράχθω δὲ τὸν τράχηλον τῷ ΕΖ
διαφράγματι, δι´ οὗ καθείσθω σωλὴν ὁ ΗΘ μικρὸν
ὑπερέχων τοῦ διαφράγματος εἰς τὸ ἄνω μέρος, ἀπέχων
δὲ ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου ὅσον ὕδατι διάρ–
ρυσιν. ἔστω δὲ καὶ ἕτερος σωλὴν πρὸς τῇ γάστρᾳ τοῦ
ἀγγείου ὁ ΚΛ ἐκτός, ᾧ ὑποκείσθω ἀγγεῖον ἀκράτου
τὸ ΚΜ. ἔστω δὲ καὶ ἐν τῷ ΕΖ διαφράγματι λεπτὸν
τρύπημα τὸ Ν. τούτων οὖν ὄντων ἐὰν ἐγχέωμεν
ὕδωρ εἰς τὸ ἀγγεῖον διὰ τοῦ τραχήλου, τὸ μὲν περὶ
τὴν ὑπεροχὴν τοῦ σωλῆνος ἐν τῷ τραχήλῳ μενεῖ, τὸ
δὲ ὑπὲρ τοῦτον εἰς τὸ κύτος ἐνεχθήσεται, ἄχρις ἂν
ἐπὶ τὸ Γ στόμιον τοῦ κρουνοῦ παραγένηται. καὶ οὕτως
καθαρὸν τὸ ὕδωρ ἐκρυήσεται. ἀρξαμένου δὲ ῥέειν
τοῦ κρουνοῦ, καθάπερ ἐπὶ τοῦ διαβήτου συνεπισπάσεται
καὶ τὸν ἐν τῷ ΚΜ ἀγγείῳ ἄκρατον, καὶ ἐκρυήσεται
κρᾶμα. ὅταν δὲ δαπανηθῇ τὸ ὕδωρ, τότε ἄκρατος
μόνος ῥυήσεται, εἰ μὴ παρ´ ὅσον τὸ παρὰ τὸ ΕΖ
διάφραγμα ὕδωρ συνεπισπάσεται. ὅταν δὲ διὰ τοῦ
Ν τρυπήματος πᾶν ἐκρεύσῃ τὸ περὶ τὸ διάφραγμα
ὑδάτιον, τότε παρεισελθὼν ὁ ἀὴρ διαλύσει τε τὴν
συνέχειαν, καὶ οὐδὲν ἔτι ῥεύσει.
Ἀγγείου ὄντος πλήρους οἴνου καὶ κρουνὸν ἔχοντος,
ᾧ ὑπόκειται ποτήριον, πρὸς μέτρον τὸ δοθὲν τὸν
οἶνον εἰς τὸ ποτήριον ἐπιρρέειν.
Ἔστω τὸ τὸν οἶνον ἔχον ἀγγεῖον τὸ ΑΒ κρουνὸν
ἔχον τὸν ΓΔ· τὸ δὲ πρὸς τῷ Γ στόμιον τοῦ κρουνοῦ
λείαν ἐχέτω τὴν ἄνω ἐπιφάνειαν, ὥστε τυμπανίου
ἐπιτεθέντος τοῦ ΕΖ στέγειν τὸ ὕδωρ. ἔστω δὲ καὶ
κανόνιον ὀρθὸν πεπηγὸς ἐπὶ τοῦ ὠτὸς τὸ ΗΘ, ἀφ´
οὗ ἕτερον κηλωνευέσθω τὸ ΚΛ. ἔστω δὲ καὶ ἕτερος
κανὼν ὑπὸ τὴν βάσιν τοῦ ἀγγείου ὁ ΜΝ κηλωνευ–
όμενος περὶ τὸ Ξ· ἕτεροι δὲ δύο κανόνες οἱ ΚΟ, ΛΠ
προσήφθωσαν ἐν περόναις κινούμενοι, ὥστε ὁπόταν
κατάγῃ τις τὸ Μ ἄκρον τοῦ κανόνος, ἐπαιρομένου τοῦ
ΕΖ τυμπάνου ἀνοίγεσθαι τὸν κρουνὸν καὶ ἐκρεῖν,
ἀφεθέντος δὲ πάλιν κατακλείεσθαι. ἐπικείσθω οὖν
τῷ ΜΝ κανόνι ποτήριον, εἰς ὃ βουλόμεθα τὸ πρὸς
μέτρον ὑγρὸν δέξασθαι, καὶ ἔσται τὸ Ρ ὑποκείμενον
τῷ κρουνῷ. ἔστω δὲ καὶ λεία τις ἡ Σ δυναμένη διὰ
κρίκου παράγεσθαι εἰς τὴν ὑπεροχὴν τοῦ κανόνος τὴν
ΜΟ. ἐὰν οὖν παράξω εἰς τὸ πρὸς τῷ Μ μέρος,
ἀνοιχθήσεται ὁ κρουνὸς καὶ ῥεύσει εἰς τὸ ποτήριον,
καὶ βαρουμένου τοῦ ποτηρίου πάλιν ἀνανεύσει ἡ λεία
καὶ ἀποκλείσει τὸν κρουνόν. ἵνα οὖν πρὸς μέτρον
ἀπορρέῃ, ἐμβεβλήσθω εἰς τὸ ποτήριον, εἰ τύχοι, κοτύλη.
τὸ δ´ ἐκ τοῦ κρουνοῦ ἐκρέον ἐν ἄλλῳ ἀγγείῳ λαμβα–
νέσθω, καὶ παραγέσθω ἡ λεία, ἕως οὗ πρώτως μηκέτι
ῥέῃ ὁ κρουνός, καὶ σεσημειώσθω ἐπὶ τοῦ κανόνος καὶ
ἐπιγεγράφθω κοτύλη· ὁμοίως δὲ καὶ ἡμικοτύλη καὶ
δύο κοτυλῶν· καὶ οὗ ἐὰν βουλώμεθα μέτρου, τὰ αὐτὰ
ποιήσομεν καὶ ἕξομεν τῶν μέτρων τὰ σημεῖα, καθ´ ἃ
δεῖ παραγομένην τὴν λείαν τὰ μέτρα ἀποδιδόναι.
δυνατὸν δὲ ἀντὶ τοῦ ΕΖ τυμπανίου περιτίθεσθαι τῷ
κρουνῷ ὡς στεγνόν τι ἀγγεῖον, ὥστε διαστελλομένου
τοῦ ὑγροῦ ὑπὸ τοῦ ἐν αὐτῷ ἀέρος μηκέτι ῥέειν τὸν
κρουνόν.
Ἀγγείου οἶνον ἔχοντος καὶ κρουνὸν καὶ ὑποκειμένου
κρατῆρος, ὅσον ἄν τις τοῦ κρατῆρος ἀφέληται, τοσοῦτον
εἰς αὐτὸν ἐπιρρέειν οἶνον ἐκ τοῦ κρουνοῦ.
Ἔστω τὸ τοῦ οἴνου ἀγγεῖον τὸ ΑΒ (κρουνὸς δὲ
ὁ ΓΔ) ἔχον τὸ ΕΖ τυμπάνιον καὶ τοὺς ΗΘ, ΚΛ,
ΚΟ, ΛΜ κανόνας ὡς καὶ ἐπάνω· ὑποκείσθω δὲ τῷ
κρουνῷ ποτήριον τὸ Π· τῷ δὲ ΚΟ κανονίῳ προσφυὲς
ἔστω λεβητάριον τὸ Ρ ἐνὸν ἐν ἀγγείῳ τῷ ΣΤ. σωλὴν
δὲ ὁ ΥΦ συντετρήσθω τοῖς ΣΤ, Π ἀγγείοις. τούτων
... ὄντων καὶ κενῶν ὄντων τῶν Π, ΣΤ ἀγγείων τὸ
Ρ λεβητάριον πρὸς τῷ πυθμένι ἔσται τοῦ ΣΤ ἀγγείου
καὶ ἀνοίξει τὸν ΓΔ κρουνόν. ῥέοντος δὲ αὐτοῦ εἰς
ἀμφότερα τὰ ΤΣ, Π ἀγγεῖα, προσαναβαῖνον τὸ λεβη–
τάριον πάλιν κλείσει τὸν κρουνόν, ἕως οὗ πάλιν
ἀφέλωμεν ἀπὸ τοῦ κρατῆρος. καὶ τοῦτο ἔσται, ὁσάκις
ἂν ἀφέλωμεν.
Θησαυροῦ κατασκευὴ τροχὸν ἔχοντος στρεφόμενον
χάλκεον, ὃς καλεῖται ἁγνιστήριον· τοῦτο γὰρ εἰώθασιν
οἱ εἰς τὰ ἱερὰ εἰσιόντες στρέφειν. ἔστω οὖν τοῦ
τροχοῦ στραφέντος μελαγκορύφου γίνεσθαι φωνήν,
καὶ αὐτὸ δὲ τὸ ὀρνύφιον ἐφεστὼς στρέφεσθαι, σταθέν–
τος δὲ τοῦ τροχοῦ μηκέτι φθέγγεσθαι τὸν μελαγκόρυφον
μήτε στρέφεσθαι.
Ἔστω θησαυρὸς μὲν ὁ ΑΒΓΔ, ἄξων δὲ διακείμενος
ἐν αὐτῷ ὁ ΕΖ εὐλύτως δυνάμενος στρέφεσθαι, ᾧ
συμφυὴς ἔστω ὁ ΘΚ τροχός, ὃν δεῖ στρέφειν. ἔστωσαν
δὲ τῷ ἄξονι δύο τροχοὶ συμφυεῖς ἐντὸς οἱ Λ, Μ, ὧν
ὁ μὲν Λ ἐξελίκτραν ἐχέτω, ὁ δὲ Μ ἀκτινωτὸς ἔστω.
περὶ δὲ τὴν ἐξελίκτραν σπάρτος ἐπειλήσθω, ἧς ἀπὸ
τοῦ ἄκρου ἐκκρεμάσθω πνιγεὺς ὁ Ν σωλῆνα ἔχων τὸν
ΞΟ καὶ συρίγγιον ἔχων ἐπ´ ἄκρου μελαγκορυφίζον.
ὑποκείσθω δὲ τῷ πνιγεῖ ὕδατος ἀγγεῖον τὸ ΠΡ.
καθείσθω δὲ καὶ ἀξονίσκος ὁ ΣΤ ἀπὸ τῆς κορυφῆς
τοῦ θησαυροῦ εὐλύτως δυνάμενος στρέφεσθαι, πρὸς
μὲν τῷ Σ ἔχων τὸν μελαγκόρυφον, πρὸς δὲ τῷ Τ
ἀκτινωτὸν τύμπανον ἐμπεπλεγμένον τῷ Μ τυμπάνῳ.
συμβήσεται οὖν ἐπιστραφέντος τοῦ ΘΚ τροχοῦ ἐπει–
λεῖσθαι τὴν σπάρτον περὶ τὴν ἐξελίκτραν καὶ ἀνέχειν
τὸν πνιγέα, ἀφεθέντος δὲ τοῦ τροχοῦ τῷ βάρει κατα–
φερόμενον τὸν πνιγέα εἰς τὸ ὕδωρ τὸν ἦχον ἀποτελεῖν
τοῦ ἀέρος ἐκθλιβομένου, ἅμα δὲ καὶ τὸν μελαγκόρυφον
ἐπιστρέφεσθαι διὰ τῆς τῶν τυμπάνων ἐπιστροφῆς.
Ἔνιοι ἐν τοῖς ἀγγείοις ἐμβαλλόμενοι σίφωνες ῥέουσιν,
ἕως ἂν ἢ κενωθῇ τὰ ἀγγεῖα ἢ ἡ τοῦ ὕδατος ἐπιφάνεια
γένηται κατὰ
τὸ ἐκτὸς στό–
μιον τοῦ σίφω–
νος· δέον ἔστω
ῥέοντος αὐτοῦ,
ὅτε βουλόμεθα,
μηκέτι ῥέειν.
Ἔστω τι ἀγ–
γεῖον τὸ ΑΒ,
ἐν ᾧ σίφων
〈ἔστω〉 ὁ ΓΔΕ
ἔχων τὸ μὲν ἐν–
τὸς σκέλος ἀνα–
κεκαμμένον ὡς
τὸ ΓΖΗ. ἔστω
δὲ καὶ κανόνιον
ὀρθὸν πεπηγὸς
τὸ ΘΚ, πρὸς
ὃ ἕτερον κη–
λωνευέσθω τὸ
ΛΜ, ἐξ οὗ ἕτε–
ρον κανόνιον ἐν περόνῃ κινούμενον τὸ ΜΝ ἔχον πρὸς
τῷ Ν ἄκρῳ ἀγγεῖον δυνάμενον περιβαίνειν τὴν ΖΗ
τοῦ σίφωνος ἀνακαμπήν· ἐχέτω δὲ τὸ ΛΜ κανόνιον
βάρος ἐκκρεμάμενον πρὸς τῷ Λ, ὥστε τὸ περιβαῖνον
ἀγγεῖον τὴν τοῦ σίφωνος ἀνακαμπὴν ὑπεράνω εἶναι
τοῦ στομίου καὶ ῥεῖν τὸν σίφωνα. ὅταν δὲ βουλώ–
μεθα μηκέτι ῥέειν, ἀφελοῦμεν τὸ πρὸς τῷ Λ βάρος,
ὥστε καταχθῆναι τὸ πρὸς τῷ Ν ἀγγεῖον καὶ περιβῆναι
τὴν ΖΗ ἀνακαμπήν. καὶ οὕτως οὐκέτι ῥεύσει ὁ δια–
βήτης. ὅταν δὲ βουλώμεθα ῥέειν, πάλιν ἐκκρεμάσομεν
τὸ βάρος.
Μιλιαρίου κατασκευή, ὥστε ἐπικειμένου ζῳδαρίου
διεσκευασμένου εἰς φυσῶντος τρόπον αὐτό τε τὸ ζῴδιον
φυσᾶν εἰς τοὺς ἄνθρακας καὶ οὕτως καίεσθαι τὸ
μιλιάριον ἔτι τε κρουνοῦ προσκειμένου παρὰ τὸν
τράχηλον τοῦ μιλιαρίου καὶ ἀνεῳγότος μὴ ῥέειν, εἰ
μὴ πρότερον ψυχρὸν [ἂν] ἐγχέομεν εἴς τι κρατήριον,
τὸ δὲ ψυχρὸν μὴ πρότερον συναναμίγνυσθαι τῷ θερμῷ,
εἰ μὴ εἰς τὸν πυθμένα χωρήσει, ἐκ δὲ τοῦ κρουνοῦ
τὸ θερμότατον ἐκρέειν.
Ἔστω τὸ μὲν σχῆμα τοῦ μιλιαρίου οἷον ἄν τις
προαιρῆται. ἐν δὲ τῇ χώρᾳ τῇ τὸ ὕδωρ δεχομένῃ
ἀπολαμβάνεταί τις χώρα μικρὰ δυσὶ διαφράγμασιν
ὀρθίοις, ὡς πάντοθεν εἶναι στεγνήν, ἐξ ἧς παρὰ τὸν
πυθμένα σωλὴν συντέτρηται εἷς ὢν τῶν ὑποκειμένων
τοῖς ἄνθραξιν, οὗ τὸ ἕτερον μέρος ἀποπεφράχθω,
ὥστε μὴ εἰσιέναι εἰς αὐτὸν ὕδωρ ἐκ τοῦ μιλιαρίου.
οἱ δὲ λοιποὶ σωλῆνες εἰς τὴν λοιπὴν χώραν, ἐν ᾗ τὸ
ὕδωρ, φέρουσιν, ὥστε καιομένους τοὺς ἄνθρακας διὰ
μὲν τοῦ ἑνὸς σωλῆνος τοῦ εἰς τὴν μικρὰν ἔχοντος
φέρειν χώραν ἀτμὸν ἐγγεν〈ν〉ᾶν. οὗτος δὲ διά τινος
σωλῆνος συντετρημένου τῷ ἐπιφράγματι τοῦ μιλιαρίου
φέρεται διὰ τοῦ στόματος τοῦ ζῳδαρίου εἰς τοὺς
ἄνθρακας· ἐπινένευκε γὰρ τὸ ζῴδιον, ὥστε κάτω
φυσᾶν. ἀεὶ οὖν ἀτμοῦ ἐγγεν〈ν〉ωμένου ἀεὶ καὶ φυσᾷ.
ὁ δὲ ἀτμὸς γεννᾶται ἐκ τοῦ πυρός. ἐὰν δὲ καὶ μικρὸν
ὑδάτιον ἐγχέωμεν εἰς τὴν μικρὰν χώραν, πλέονα τὸν
ἀτμὸν γεννήσομεν, ὥστε ὑπὲρ μέτρον φυσῶν τὸ ζῴδιον
πλεῖον ἐκθερμαίνειν τὸ μιλιάριον, καθάπερ ὁρῶμεν
ἐπὶ τῶν καιομένων λεβήτων ἀναφερόμενον καπνὸν ἐκ
τοῦ ὕδατος. ἔσται δὲ ἀφαιρετὸν τὸ ζῳδάριον διά
τινος σμηρισματίου πρὸς τὸ ἐγχύνεσθαι τὸ μικρὸν
ὑγρόν. ἅμα δὲ καὶ ἐὰν μὴ βουλώμεθα τὸ ζῴδιον
φυσᾶν εἰς τοὺς ἄνθρακας, ἀποστρέφομεν αὐτὸ διὰ
τοῦ σμηρίσματος εἰς τὸ ἔξω μέρος. ἔστω δὲ καὶ
κρατηρίδιον ἐπικείμενον τῷ ἐπιφράγματι, ἐξ οὗ σωλὴν
φερέτω παρὰ τὸν πυθμένα τοῦ μιλιαρίου, ὥστε δι´
αὐτοῦ τὸ ὕδωρ τὸ ψυχρὸν ἐγχυνόμενον εἰς τὸν πυθ–
μένα χωρεῖν. ἵνα δὲ καὶ δύνηται τὸ μιλιάριον πληροῦ–
σθαι ἐγχυνομένου τοῦ ὕδατος καὶ ἅμα τὸ ὑπερκαχλάζον
ὕδωρ μὴ ἔξω ἐκχύνηται, ἕτερον σωληνίδιον συντετρήσθω
εἰς τὸ κρατηρίδιον διὰ τῆς ἐντὸς αὐτοῦ ἐπιφανείας,
ὥστε μὴ τραχύτητα τῇ ὄψει παρέχειν. τὴν δὲ τοῦ
μιλιαρίου κατασκευὴν ὑπ´ ὄψιν ἐκθησόμεθα.
Ἐκκείσθω δὴ κύλινδρος κοῖλος, οὗ ἕδρα μὲν ἡ
ΑΒ, ἐφέδρα δὲ ἡ ΓΔ· ἄλλος δέ τις κύλινδρος κοῖλος
κατεσκευάσθω περὶ τὸν αὐτὸν ἄξονα τῷ προειρημένῳ,
οὗ ἡ μὲν ἕδρα ἔστω ἡ ΕΖ, ἐφέδρα δὲ ἡ ΗΘ. ταῖς
δὲ ἴτυσι τῶν ἔξω τῶν κοίλων ἐπικείσθω ἐπιφράγματα
δυνάμενα συνέχειν τοὺς κυλίνδρους καὶ ἐπιφράσσοντα
τὰς ἴτυας. ἐχέτω δὲ ὁ ΕΖΗΘ κύλινδρος σωλῆνας
τοὺς ΟΚ, ΛΞ, ΜΝ, ὧν ὁ μὲν ΛΞ συντετρήσθω ἐκ
τοῦ ἑνὸς μέρους τοῦ πρὸς τῷ Ξ· οἱ δὲ λοιποὶ ἐξ
ἑκατέρου μέρους διατετρήσθωσαν, καὶ ἔστωσαν αὗται
αἱ ἀρχαὶ ἐξ ἑκατέρου εἰς τὴν χώραν τὴν ἐν μέσῳ τῶν
κυλίνδρων. καθείσθω δὲ εἰς τὴν χώραν τὴν ἀπολαμβανο–
μένην ὑπὸ τῶν δύο κυλίνδρων δύο διαφράγματα τὰ
ΕΗ, ΖΘ ἀπολαμβάνοντα χώραν τὴν ΗΘΕΖ, εἰς ἣν
τετρήσθω τὸ εἰρημένον σωληνάριον τὸ ἐκ τοῦ ἑνὸς
μέρους τετρημένον. ἐπικείσθω δὲ τῷ ἐπιφράγματι,
τουτέστι τῷ ΗΘ, σωληνάριον ἔχον τὸ ζῳδάριον ἐπι–
κείμενον καὶ συντετρημένον· καὶ διόλου δὲ τὸ ζῳδα–
ρίδιον τετρήσθω καὶ ἐπικεκάμφθω πρὸς τὸ ἐννεύειν
εἰς τὴν τῶν ἀνθράκων χώραν. πρὸς δὲ τὸ ὁπόταν
βουλώμεθα μὴ φυσᾶν τὸ ζῳδάριον ὁ σωλήν, ἐφ´ ᾧ
κάθηται, συνεσμηρισμένος ἔστῳ ἑτέρῳ, ὡς ὅταν ἐπι–
στρέψωμεν αὐτὸν εἰς τὸ ἔξω μέρος, οὐκέτι φυσήσῃ
εἰς τὸν τῶν ἀνθράκων τόπον, ἀλλ´ ἐκτός. πρὸς δὲ
τὸ βάλλειν ἡμᾶς ὕδωρ εἰς τὴν ΗΖΕΘ χώραν ἔσται
ἡμῖν χρήσιμον αὐτὸ τὸ σωληνάριον τὸ συνεσμηρισμένον·
ἀρθέντος γὰρ τοῦ ζῳδίου ἐκ τοῦ σωλῆνος, ᾧ ἐπίκειται,
ἐγχέομεν δι´ αὐτοῦ τὸ ὑδάτιον· πλείων γὰρ ἀτμὸς
διαδοθήσεται εἰς τὸ ζῳδάριον. ἐπικείσθω δὴ τῷ ΘΓ
ἐπιφράγματι κρατὴρ ὁ ΡΣ συντετρημένος αὐτῷ καὶ
ἔχων πρὸς τὸ ἄκρον σωλῆνα διήκοντα μέχρι τοῦ πυθ–
μένος τοῦ μιλιαρίου, ἀπέχοντα δὲ ἀπὸ τοῦ πυθμένος
ὅσον ὕδατι διάρρυσιν. ὅταν οὖν βουλώμεθα προέσθαι
θερμόν, ἐμβαλοῦμεν διὰ τοῦ ΡΣ ψυχρόν. τὸ δὲ
διελεύσεται διὰ τοῦ σωλῆνος τοῦ συντετρημένου εἰς
τὴν χώραν τοῦ θερμοῦ· καὶ ὑπεραναβὰν τὸ θερμὸν
ἐκρεύσει διὰ τοῦ περὶ τὸν τράχηλον κρουνοῦ· οὐδέπω
γὰρ τὸ εἰσκριθὲν ψυχρὸν διὰ τοῦ σωλῆνος συνεμίγη
τῷ ὑποκειμένῳ θερμῷ. καὶ τοῦτο ἀεὶ ποιοῦντες ἕξομεν
θερμὸν ἀντὶ 〈τοῦ〉 ἐπιβαλλομένου ψυχροῦ. ὑπὲρ δὲ
τοῦ γινώσκειν ἡμᾶς, πότε τὸ μιλιάριον ἀναβράσει,
κατασκευάζεται τὸ χασμάτιον τετρημένον διόλου· καὶ
τρηθέντος τοῦ ἐπιφράγματος ἐπικαθήσθω τῷ τραχήλῳ
ἔχον σωλῆνα μικρόν. οὗτος δὲ ἀποβλέψει εἰς τὸν ΡΣ
κρατῆρα, ὅπως παραγινομένου τοῦ θερμοῦ ἡ προφορὰ
εἰς τὸν κρατῆρα γίνηται. ἡ μὲν οὖν κατασκευὴ τοιαύτη.
ἐὰν μέντοι προαιρώμεθα μὴ διόλου τὴν ΖΗΕΘ χώραν
ἀπολαμβάνειν, ἀλλὰ μέχρι μέρους, κατασκευάζεται τὰ
διαφράγματα μέχρι τοῦ ἡμίσους. καὶ ἐπιτίθεται αὐτοῖς
ἕτερον διάφραγμα καὶ σωλῆνα λαμβάνει διήκοντα μέχρι
τοῦ ζῳδίου, καὶ ἐπικαιομένου ἔσται ἡ προφορὰ τῆς
ἀτμίδος ἐκ τῆς μικρᾶς χώρας. ὁμοίως δὲ καὶ εἰς αὐτὴν
τὸ ὕδωρ ἐμβληθήσεται.
Χρῶνται δὲ καὶ ἑτέρᾳ κατασκευῇ τοιαύτῃ πρὸς τὸ
σαλπίζειν καὶ κοσσύφου φωνὴν ἀποτελεῖν.
Πάλιν γὰρ τὸ αὐτὸ μιλιάριον κατασκευάζεται ἔχον
πάντας τοὺς σωλῆνας τοὺς ἐν τῇ ἕδρᾳ συντετρημένους
εἰς τὰ παρ´ ἑκάτερα μέρη. περὶ δὲ τὴν ἐφέδραν ἔστω
τις σωλὴν ὁ ΦΕ θῆλυς ἔχων ἕτερον συνεσμηρισμένον
τὸν ΚΛ διηνοιγμένον εἰς τὴν χώραν τοῦ θερμοῦ καὶ
κινούμενον περὶ τὴν περόνην τὴν ΚΛ. τοῦτο δὲ
τιτρᾶται εἰς τρία τρήματα κατὰ τὰ Μ, Ν, Ξ· ὁμοίως
καὶ ὁ ΦΕ σωλὴν τιτρᾶται εἰς τρία τρήματα κατάλληλα
τοῖς Μ, Ν, Ξ, καὶ πρὸς μὲν τῷ Ξ τιτρᾶται βάσις τις
ἔχουσα ἐν αὑτῇ σωλῆνα συνεστεγνωμένον τῷ Ξ, ἐφ´
ὃν κεῖται τὸ ζῳδάριον ὁμοίως, ὥσπερ καὶ ἐπάνω
εἰρήκαμεν. ἐκ δὲ τῶν Μ, Ν σωλῆνές εἰσι διήκοντες
οἱ ΜΟ, ΝΠ ἔχοντες τὰ μὲν ἄνω ἄκρα κεκαμμένα·
τούτοις δὲ συντετρήσθω καὶ συνεστεγνώσθω ἡ ἐφέδρα
τοῦ μιλιαρίου. διὰ δὲ τῶν τρημάτων διήκουσιν ἕτεροι
σωλῆνες συνεσμηρισμένοι τοῖς Π, Ο, οἷς ἐπικάθηται
τάδε· ἐφ´ ἑνὶ μὲν στρουθίον ἔχον τὰ ἐντὸς κενὰ πρὸς
τὸ δύνασθαι δέξασθαι ὕδωρ. αὐτὸς οὖν ὁ σωλήν, ᾧ
ἐπικάθηται, κέκαμπται ἔχων φθογγάριον τῶν γινο–
μένων πρὸς τὸ τὰς φωνὰς παρίεσθαι· καὶ ἡ ἀνακαμπὴ
διήκουσα μέχρι τοῦ ὕδατος ἐν τῷ στρουθίῳ. ὅταν
μὲν οὖν ἡ φωνὴ τοῦ φθογγαρίου προΐῃ εἰς τὸ ὕδωρ,
τότε ἦχον κοσσύφου ποιεῖ. πάλιν δὲ ὁ ἕτερος σωλὴν
ἔχει καὶ αὐτὸς ἕτερον σωλῆνα συνεσμηρισμένον, ᾧ
ἐπικάθηται ζῳδάριον ἐσχηματισμένον εἰς Τρίτωνα καὶ
ἔχον ἐν τῷ στόματι σάλπιγγα. πάλιν δὲ αὐτὸς οὗτος
ὁ σωλήν, ᾧ ἐπικάθηται, ἕξει τὴν γλωσσίδα καὶ τὸν
κώδωνα, ὡς εἰώθει γίγνεσθαι. προϊοῦσα οὖν ἡ ἀτμὶς
καὶ συναντῶσα τῇ τε γλωσσίδι καὶ τῷ κώδωνι τὴν
φωνὴν ἀποτελέσει τῆς σάλπιγγος. πείρᾳ οὖν σκεψώ–
μεθα, πότε μὲν κατάλληλον τὸ τρῆμα τῷ ΜΟ σωλῆνι,
πότε δὲ τῷ ΝΠ, πότε δὲ τῷ Ξ ἐπὶ Ζ τῷ ἐπικειμένῳ
ζῳδαρίῳ. καὶ ταῦτα γνόντες σημεῖά τινα ἐν αὐτοῖς
παρασημειωσόμεθα παρὰ τὴν ΚΛ περόνην πρὸς τὸ
ὁπόταν μὲν προαιρώμεθα σαλπίζειν, ὅταν δὲ πάλιν
βουλώμεθα φυσᾶν, αὐτὸ φυσᾶν, ὁπόταν δὲ βουλώμεθα,
κοσσυφίζειν. τὸ δὲ τοῦ κρατῆρος καὶ τῆς τοῦ θερμοῦ
ἀναβάσεως, ὥσπερ καὶ ἐπάνω εἰρήκαμεν, οὕτως γίγνεται.
Ζῷον τέμνεσθαί τε καὶ πίνειν.
Ἔστω γὰρ ἐν τῷ στόματι αὐτοῦ σωλὴν ὁ ΑΒ, ἐν
δὲ τῷ τραχήλῳ ὁ ΓΔ διήκων δι´ ἑνὸς τῶν ἐκτὸς
ποδῶν· μέσος δὲ ἀμφοτέρων ἄρρην κύλινδρος ἔστω
ὁ ΕΖ, ᾧ προσκεκολλήσθωσαν κανόνες ὀδοντωτοὶ οἱ
Η, Θ. καὶ τοῦ μὲν Η ὑπερκείσθω τυμπάνου ὀδοντω–
τοῦ μέρος τὸ Κ· τῷ δὲ Θ ὑποκείσθω ὁμοίως μέρος
τυμπάνου ὀδοντωτοῦ τὸ Λ· ὑπερκείσθω δὲ πάντων τὸ
Μ τρόχιον ἔχον τὴν ἐντὸς ἄντυγα παχυτέραν τῆς ἐκτός.
ἐκτετμήσθω κύκλοις τρισὶ τοῖς Μ, Ν, Ξ, ὥστε ἕκαστον
διάστημα τῶν τομῶν ἴσον εἶναι τῇ ἐκ τοῦ κέντρου
τοῦ τυμπάνου· τοῖς δὲ κύκλοις συντετμήσθω καὶ ἡ
ἄντυξ, ὥστε μηκέτι κύκλον εἶναι τὴν τοῦ τροχοῦ περι–
φέρειαν. διατετμημένου δὲ ἐπάνωθεν τοῦ τραχήλου
τῇ ΟΠ τομῇ καὶ ἐντὸς τῆς τομῆς κεχωρισμένης τῆς
κεφαλῆς, ἐγκεκολάφθω ἐν αὐτῇ κοιλότης περιφερὴς τὰ
ἐν βάθει πλατύτερα ἔχουσα τῶν ἐκτὸς μερῶν, ἵνα ᾖ
ὥσπερ θῆλυς πελεκινοειδὴς σωλήν, ὅσπερ ἕξει δύο
πλευρὰς τοῦ ἐγγραφομένου ἑξαγώνου εἰς τὸν τύμπανον·
ἔστω δὲ ἡ ΡΣ, εἰς ἣν ἐμβᾶσα πᾶσα τροχάσει ἡ ΜΝΞ
ἄντυξ, ὥστε πρὶν ἐκφανῆναι τὸ τέλος τοῦ ἑνὸς μέρους,
ἀντεισελθεῖν τὴν ἀρχὴν τοῦ δευτέρου καὶ οὕτως τὸ
τρίτον, ὥστε βληθέντος περονίου διὰ τοῦ τυμπάνου
στρέφεσθαι μὲν τὸν τροχόν, συνέχεσθαι δὲ τὴν κεφαλὴν
τῷ σώματι. ἐὰν οὖν καθῇ τις μαχαίριον διὰ τῆς
ΟΠ τομῆς, ἐμβὰν εἰς μίαν τοῦ τροχίου περιφερῆ
ἐντομήν, τὴν Ξ, †παρακλεῖσθαι αὐτὸ τῇ ΟΠ κοίλῃ
κεκολαμμένῃ περιφερείᾳ· καταβὰν δὲ ἐπιβήσεται τῇ
ἐξεχούσῃ κεραίᾳ τοῦ Κ μέρους τοῦ τυμπάνου, ὅπερ
μέρος καταγόμενον ἐναρμόσει τοὺς ἰδίους ὀδόντας τοῖς
ὀδοῦσι τοῦ Η κανόνος, ὅσπερ εἰς τὸ ὀπίσω παραγενό–
μενος ἐκδύσεται τοῦ ΑΒ σωλῆνος τὸν κύλινδρον,
ὥστε διὰ τοῦ γενομένου διαστήματος ἐκχωρῆσαν καὶ
κατελθὸν τὸ μαχαίριον ἐμπεσεῖν τῇ ἐξεχούσῃ κεραίᾳ
τοῦ Λ μέρους τοῦ τυμπάνου. τοῦτο δὲ καταγόμενον
καὶ ἐναρμόζον τοὺς ὀδόντας τῷ Θ ὀδοντωτῷ κανόνι
ἐξάξει τὸν ἄρρενα κύλινδρον ἐκ τοῦ ΓΛ [ἔστι δὲ
σωλὴν μέσος ἐναρμοζόμενος δύο σωλήνων ὁ κύλινδρος
τοῦ τε ἐν τῷ στόματι τοῦ ζῳδίου καὶ τοῦ ἐν τῷ ἀπὸ
τῆς τομῆς τοῦ τραχήλου διήκοντος εἰς τὸν ὀπίσω
πόδα] σωλῆνος καὶ ἁρμόσει τῷ ΑΒ θήλει. διελθόντος
δὴ τοῦ μαχαιρίου δι´ ὅλου τοῦ τραχήλου καὶ τοῦ ΕΖ
σωλῆνος ἐφαψαμένου ἀμφοτέρων τοῦ τε ΑΒ καὶ τοῦ
ΓΔ, εἰ προσενέγκοι τις ὕδωρ τῷ ζῴῳ καὶ ἐπιστρέψει
τὸ ὑποκείμενον τῷ βουκόλῳ σμήρισμα, δι´ οὗ στρα–
φέντος καταρρεύσει τὸ ἐν τῇ ἄνω χώρᾳ ὑγρὸν εἰς τὴν
κάτω, διὰ τοῦ ΓΔΕΖΑΒ σωλῆνος τὸ πνεῦμα τὸ
ἑλκόμενον ὑπὸ τοῦ καταρρέοντος ὕδατος ἐπισπάσεται
τὸ προσενεχθὲν τῷ στόματι ὑγρόν. νῦν μέντοι τὸ
σμήρισμα κατασκευάζεται οὕτως, ὥστε ἐπιστραφέντος
τοῦ βουκόλου κατάλληλα γίγνεσθαι τὰ τρυπήματα.
Δύναται δὲ καὶ ἄλλως μὴ ὑπάρχοντος ἐπιρρύτου
ὕδατος τὸ αὐτὸ γίνεσθαι οὕτως.
Ἔστω βάσις πάλιν στεγνὴ πάντοθεν ἡ ΑΒΓΔ,
διάφραγμα μέσον ἔχουσα τὸ ΕΖ, ὁ δὲ ἐκ τοῦ στόματος
σωλὴν φέρων εἰς τὴν βάσιν ὁ ΗΘΚ, ἕτερος δὲ σωλὴν
διά τε τῆς ΑΔ ἐφέδρας τῆς βάσεως καὶ διὰ τοῦ ΕΖ
διαφράγματος ὁ ΛΜΝ τρύπημα ἔχων ὑπὲρ τὸ ΕΖ
διάφραγμα τὸ Ξ. ἕτερος δὲ σωλὴν συνεσμηρισμένος
αὐτῷ ἔστω ὁ Π καὶ οὗτος τρύπημα ἔχων κατὰ τὸ Ξ
κείμενον τὸ Ρ, ᾧ συμφυὴς ἔστω ἤτοι Πὰν ἢ ἄλλο τι
ζῴδιον ῥάβδον ἔχον. ὅταν μὲν οὖν ἐπεστραμμένον ᾖ
τὸ ζῴδιον πρὸς τὸ ζῷον, οὐ μὴ πίῃ καθάπερ ὑπὸ
φόβου κωλυόμενον· ὅταν δὲ ἀποστραφῇ, τότε πίεται.
ἐὰν οὖν ἐμβάλωμεν εἰς τὸ ΑΔΕΖ ἀγγεῖον διά τινος
τρυπήματος τοῦ Φ ὕδωρ καὶ πάλιν ἐπιστεγνώσωμεν
τὸ τρύπημα κηρῷ ἢ ἄλλῳ τινί, συμβήσεται καταλλήλων
κειμένων τῶν Ρ, Ξ τρυπημάτων τὸ ἐμβληθὲν ὕδωρ
μεταχωρεῖν εἰς τὸ ΕΒΓΖ ἀγγεῖον· κενούμενον δὲ τὸ
ΑΔΕΖ ἐπισπάσεται διὰ τοῦ στόματος τοῦ ζῴου τὸν
ἀέρα, καὶ τηνικαῦτα προσενεχθέντος αὐτῷ ποτηρίου
πίεται.

Κείμενα

Hellenica World - Scientific Library