ART

 

.



ἀμφὶ Ποσειδάωτα, μέγαν θεόν, ἄρχομ' ἀείδειν,
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
πόντιον, ὅσθ' Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο, 5
ἵππων τε δμητῆρ' ἔμεναι σωτῆρά τε νηῶν.

χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.

Ομηρικοί Ύμνοι

 

Κείμενα

Hellenica World - Scientific Library