ART

 

.

μητέρα μοι πάντων τε θεῶν πάντων τ' ἀνθρώπων
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
ᾗ κροτάλων τυπάνων τ' ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων 5

οὔρεά τ' ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.

καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ.

Ομηρικοί Ύμνοι

 

Κείμενα

Hellenica World - Scientific Library