ART

 

.


Παλλάδ' Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ' ἀείδειν
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε' ἔχουσαν,        5
χρύσεα, παμφανόωντα: σέβας δ' ἔχε πάντας ὁρῶντας
ἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
ἐσσυμένως ὤρουσεν ἀπ' ἀθανάτοιο καρήνου,
σείσασ' ὀξὺν ἄκοντα: μέγας δ' ἐλελίζετ' Ὄλυμπος
δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα        10
σμερδαλέον ἰάχησεν: ἐκινήθη δ' ἄρα πόντος,
κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ' ἅλμη
ἐξαπίνης: στῆσεν δ' Ὑπερίονος ἀγλαὸς υἱὸς
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
εἵλετ' ἀπ' ἀθανάτων ὤμων θεοείκελα τεύχη        15
Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς.

καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

Ομηρικοί Ύμνοι

 

Κείμενα

Hellenica World - Scientific Library