- Art Gallery -

 

.

Ἐκκλησιάζουσαι
Συγγραφέας: Αριστοφάνης

{ΠΡΑΞΑΓΟΡΑ}
Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου,
κάλλιστ´ ἐν εὐστόχοισιν ἐξηυρημένον—
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ἄπο
μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις—
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
λορδουμένων τε σωμάτων ἐπιστάτην
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·
στοάς τε καρποῦ Βακχίου τε νάματος
πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθ´ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλ´ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
καίτοι πρὸς ὄρθρον γ´ ἐστίν, ἡ δ´ ἐκκλησία
αὐτίκα μάλ´ ἔσται· καταλαβεῖν δ´ ἡμᾶς ἕδρας
δεῖ τὰς ἑταίρας κῶλά θ´ ἱζομένας λαθεῖν,
ἃς Φυρόμαχός ποτ´ εἶπεν, εἰ μέμνησθ´ ἔτι.
τί δῆτ´ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ´ ἔχειν;
ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλ´ ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
{ΓΥΝΗ Α}
ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
ἡμῶν προσιόντων δεύτερον κεκόκκυκεν.
{Πρ.} ἐγὼ δέ γ´ ὑμᾶς προσδοκῶς´ ἐγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδ´ ἐκκαλέσωμαι θρυγανῶσα τὴν θύραν.
δεῖ γὰρ τὸν ἄνδρ´ αὐτῆς λαθεῖν.
{ΓΥΝΗ Β}
ἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτ´ οὐ καταδαρθοῦς´. ὁ γὰρ ἀνήρ, ὦ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ´ ἐγώ,
τὴν νύχθ´ ὅλην ἤλαυνέ μ´ ἐν τοῖς στρώμασιν,
ὥστ´ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ´λαβον.
{Πρ.} καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
{Γυ. α} οὔκουν ἐπείξεσθ´; ὡς Γλύκη κατώμοσεν
τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
{Γυ. β} τὴν Σμικυθίωνος δ´ οὐχ ὁρᾷς Μελιστίχην
σπεύδουσαν ἐν ταῖς ἐμβάσιν; {Γυ. α} καί μοι δοκεῖ
κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
{Γυ. β} τὴν τοῦ καπήλου δ´ οὐχ ὁρᾷς Γευσιστράτην
ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
{Γυ. α} καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
γυναῖκας, ὅ τι πέρ ἐστ´ ὄφελος ἐν τῇ πόλει.
{ΧΟΡΟΣ}
καὶ πάνυ ταλαιπώρως ἔγωγ´, ὦ φιλτάτη,
ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ´ ὅλην
ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
{Πρ.} κάθησθε τοίνυν, ὡς 〈ἂν〉 ἀνέρωμαι τάδε
ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
{Γυ. α} ἔγωγε. πρῶτον μέν γ´ ἔχω τὰς μασχάλας
λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον.
ἔπειθ´ ὁπόθ´ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου
ἀλειψαμένη τὸ σῶμ´ ὅλον δι´ ἡμέρας
ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
{Γυ. β} κἄγωγε· τὸ ξυρὸν δέ γ´ ἐκ τῆς οἰκίας
ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
{Πρ.} ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ´ ἔχειν
πάσαισιν ὑμῖν, ὁπότε συλλεγοίμεθα;
{Γυ. α} νὴ τὴν Ἑκάτην, καλόν γ´ ἔγωγε τουτονί.
{Γυ. β} κἄγωγ´ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα.
{Πρ.} ὑμεῖς δὲ τί φατε; {Γυ. α} φασί· κατανεύουσι γοῦν.
{Πρ.} καὶ μὴν τά γ´ ἄλλ´ ὑμῖν ὁρῶ πεπραγμένα.
Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
{Γυ. α} ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
{Γυ. β} τοῦτ´ ἔστ´ ἐκείνου τὸ σκύταλον, ὃς πέρδεται.
{Πρ.} νὴ τὸν Δία τὸν σωτῆρ´ ἐπιτήδειός γ´ ἂν ἦν
τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
εἴπερ τις ἄλλος βουκολεῖν τὸν δήμιον.
ἀλλ´ ἄγεθ´ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
ἕως ἔτ´ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·
ἡκκλησία δ´, εἰς ἣν παρεσκευάσμεθα
ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
{Γυ. α} νὴ τὸν Δί´, ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
{Γυ. β} ταυτί γέ τοι νὴ τὸν Δί´ ἐφερόμην, ἵνα
πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
{Πρ.} πληρουμένης τάλαινα; {Γυ. β} νὴ τὴν Ἄρτεμιν
ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
ξαίνουσα; γυμνὰ δ´ ἐστί μου τὰ παιδία.
{Πρ.} ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
οὐκοῦν καλά γ´ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
ὁ δῆμος ὢν κἄπειθ´ ὑπερβαίνουσά τις
ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
ἢν δ´ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
ὅταν καθῶμεν ὃν περιδησόμεσθ´ ἐκεῖ,
τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ´ ὁρῶν;
Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων´ ἔχων
λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή.
νυνὶ δ´, ὁρᾷς, πράττει τὰ μέγιστ´ ἐν τῇ πόλει.
τούτου γέ τοι, νὴ τὴν ἐπιοῦσαν ἡμέραν,
τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
δυνώμεθ´ ὥστ´ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν.
νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ´ ἐλαύνομεν.
{Γυ. α} καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
δημηγορήσει; {Πρ.} πολὺ μὲν οὖν ἄριστά που.
λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν.
ἡμῖν δ´ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
{Γυ. α} οὐκ οἶδα. δεινὸν δ´ ἐστὶν ἡ μὴ ´μπειρία.
{Πρ.} οὔκουν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν;
οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
ἄλλαι θ´ ὅσαι λαλεῖν μεμελετήκασί που.
{Γυ. α} τίς δ´ ὦ μέλ´ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
{Πρ.} ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ.
ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
καὐτὴ μεθ´ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
{Γυ. β} δεῦρ´ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
{Πρ.} πῶς καταγέλαστον; {Γυ. β} ὥσπερ εἴ τις σηπίαις
πώγωνα περιδήσειεν ἐσταθευμέναις.
{Πρ.} ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
πάριτ´ ἐς τὸ πρόσθεν. Ἀρίφραδες, παῦσαι λαλῶν.
κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
{Γυ. α} ἐγώ. {Πρ.} περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
{Γυ. α} ἰδού. {Πρ.} λέγοις ἄν. {Γυ. α} εἶτα πρὶν πιεῖν λέγω;
{Πρ.} ἰδοὺ πιεῖν. {Γυ. α} τί γὰρ ὦ μέλ´ ἐστεφανωσάμην;
{Πρ.} ἄπιθ´ ἐκποδών· τοιαῦτ´ ἂν ἡμᾶς ἠργάσω
κἀκεῖ. {Γυ. α} τί δ´; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
{Πρ.} ἰδού γε σοὶ πίνουσι. {Γυ. α} νὴ τὴν Ἄρτεμιν,
καὶ ταῦτά γ´ εὔζωρον. τὰ γοῦν βουλεύματα
αὐτῶν, ὅς´ ἂν πράξωσιν ἐνθυμουμένοις,
ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
καὶ νὴ Δία σπένδουσί γ´· ἢ τίνος χάριν
τοσαῦτ´ ἂν ηὔχοντ´, εἴπερ οἶνος μὴ παρῆν;
καὶ λοιδοροῦνταί γ´ ὥσπερ ἐμπεπωκότες,
καὶ τὸν παροινοῦντ´ ἐκφέρους´ οἱ τοξόται.
{Πρ.} σὺ μὲν βάδιζε καὶ κάθης´· οὐδὲν γὰρ εἶ.
{Γυ. α} νὴ τὸν Δί´, ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
δίψῃ γάρ, ὡς ἔοικ´, ἀφαυανθήσομαι.
{Πρ.} ἔσθ´ ἥτις ἑτέρα βούλεται λέγειν; {Γυ. β} ἐγώ.
{Πρ.} ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμ´ ἐργάζεται.
ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
{Γυ. β} ἐβουλόμην μὲν ἕτερον ἂν τῶν ἠθάδων
λέγειν τὰ βέλτισθ´, ἵν´ ἐκαθήμην ἥσυχος.
νῦν δ´ οὐκ ἐάσω, κατά γε τὴν ἐμὴν μίαν,
ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ, μὰ τὼ θεώ.
{Πρ.} μὰ τὼ θεώ; τάλαινα, ποῦ τὸν νοῦν ἔχεις;
{Γυ. β} τί δ´ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ´ ᾔτησά σε.
{Πρ.} μὰ Δί´ ἀλλ´ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
καίτοι τά γ´ ἄλλ´ εἰποῦσα δεξιώτατα.
{Γυ. β} ὢ νὴ τὸν Ἀπόλλω. {Πρ.} παῦε τοίνυν, ὡς ἐγὼ
ἐκκλησιάσους´ οὐκ ἂν προβαίην τὸν πόδα
τὸν ἕτερον, εἰ μὴ ταῦτ´ ἀκριβωθήσεται.
{Γυ. β} φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
ἐμοὶ γάρ, ὦ γυναῖκες αἱ καθήμεναι, —
{Πρ.} γυναῖκας αὖ, δύστηνε, τοὺς ἄνδρας λέγεις;
{Γυ. β} δι´ Ἐπίγονόν γ´ ἐκεῖνον· ἐπιβλέψασα γὰρ
ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
{Πρ.} ἄπερρε καὶ σὺ καὶ κάθης´ ἐντευθενί.
αὐτὴ γὰρ ὑμῶν γ´ ἕνεκά μοι λέξειν δοκῶ
τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
ἐμοὶ δ´ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω
τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
ἀεὶ πονηροῖς. κἄν τις ἡμέραν μίαν
χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
ἐπέτρεψας ἑτέρῳ· πλείον´ ἔτι δράσει κακά.
χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
τοὺς δ´ οὐκ ἐθέλοντας ἀντιβολεῖθ´ ἑκάστοτε.
ἐκκλησίαισιν ἦν ὅτ´ οὐκ ἐχρώμεθα
οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γ´ Ἀγύρριον
πονηρὸν ἡγούμεσθα. νῦν δὲ χρωμένων
ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,
ὁ δ´ οὐ λαβὼν εἶναι θανάτου φής´ ἀξίους
τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
{Γυ. α} νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
{Πρ.} τάλαιν´ Ἀφροδίτην ὤμοσας; χαρίεντά γ´ ἂν
ἔδρασας, εἰ τοῦτ´ εἶπας ἐν τἠκκλησίᾳ.
{Γυ. α} ἀλλ´ οὐκ ἂν εἶπον. {Πρ.} μηδ´ ἐθίζου νῦν λέγειν.
τὸ συμμαχικὸν αὖ τοῦθ´, ὅτ´ ἐσκοπούμεθα,
εἰ μὴ γένοιτ´, ἀπολεῖν ἔφασκον τὴν πόλιν.
ὅτε δὴ δ´ ἐγένετ´, ἤχθοντο, τῶν δὲ ῥητόρων
ὁ τοῦτ´ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ,
τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·
νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
Ἁργεῖος ἀμαθής, ἀλλ´ Ἱερώνυμος σοφός.
σωτηρία παρέκυψεν, ἀλλ´ ὀργίζεται
Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
{Γυ. α} ὡς ξυνετὸς ἁνήρ. {Πρ.} νῦν καλῶς ἐπῄνεσας.
ὑμεῖς γάρ ἐστ´, ὦ δῆμε, τούτων αἴτιοι.
τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
ἰδίᾳ σκοπεῖσθ´ ἕκαστος ὅ τι τις κερδανεῖ,
τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
ἢν οὖν ἐμοὶ πείθησθε, σωθήσεσθ´ ἔτι.
ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
{Γυ. α} εὖ γ´ εὖ γε νὴ Δί´, εὖ γε. {Γυ. β} λέγε, λέγ´ ὦγαθέ.
{Πρ.} ὡς δ´ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια
βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας
ἴδοις ἂν αὐτάς. ἡ δ´ Ἀθηναίων πόλις,
εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
a τὰ Θεσμοφόρι´ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ.
πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ.
τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ.
μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ.
αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ.
οἶνον φιλοῦς´ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ.
βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα
τί ποτ´ ἄρα δρᾶν μέλλουσιν, ἀλλ´ ἁπλῷ τρόπῳ
ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία
τίς τῆς τεκούσης θᾶττον ἐπιπέμψειεν ἄν;
χρήματα πορίζειν εὐπορώτατον γυνή,
ἄρχουσά τ´ οὐκ ἂν ἐξαπατηθείη ποτέ·
αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
τὰ δ´ ἄλλ´ ἐάσω. ταῦτ´ ἐὰν πείθησθέ μοι,
εὐδαιμονοῦντες τὸν βίον διάξετε.
{Γυ. α} εὖ γ´ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
πόθεν, ὦ τάλαινα, ταῦτ´ ἔμαθες οὕτω καλῶς;
{Πρ.} ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκης´ ἐν πυκνί.
ἔπειτ´ ἀκούους´ ἐξέμαθον τῶν ῥητόρων.
{Γυ. α} οὐκ ἐτὸς ἄρ´ ὦ μέλ´ ἦσθα δεινὴ καὶ σοφή.
καί σε στρατηγὸν αἱ γυναῖκες αὐτόθεν
αἱρούμεθ´, ἢν ταῦθ´ ἁπινοεῖς κατεργάσῃ.
ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
{Πρ.} φήσω παραφρονεῖν αὐτόν. {Γυ. α} ἀλλὰ τοῦτό γε
ἴσασι πάντες. {Πρ.} ἀλλὰ καὶ μελαγχολᾶν.
{Γυ. α} καὶ τοῦτ´ ἴσασιν. {Πρ.} ἀλλὰ καὶ τὰ τρύβλια
κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
{Γυ. β} τί δ´ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
{Πρ.} τοῦτον μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
{Γυ. β} τί δ´ ἢν ὑποκρούωσίν σε; {Πρ.} προσκινήσομαι
ἅτ´ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
{Γυ. α} ἐκεῖνο μόνον ἄσκεπτον, ἤν ς´ οἱ τοξόται
ἕλκωσιν, ὅ τι δράσεις ποτ´. {Πρ.} ἐξαγκωνιῶ
ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
{Χο.} ἡμεῖς δέ γ´, ἢν αἴρως´, ἐᾶν κελεύσομεν.
{Γυ. α} ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς.
ἐκεῖνο δ´ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
{Πρ.} χαλεπὸν τὸ πρᾶγμ´· ὅμως δὲ χειροτονητέον
ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
ἄγε νυν ἀναστέλλεσθ´ ἄνω τὰ χιτώνια·
ὑποδεῖσθε δ´ ὡς τάχιστα τὰς Λακωνικάς,
ὥσπερ τὸν ἄνδρ´ ἐθεᾶσθ´, ὅτ´ εἰς ἐκκλησίαν
μέλλοι βαδίζειν ἢ θύραζ´ ἑκάστοτε.
ἔπειτ´ ἐπειδὰν ταῦτα πάντ´ ἔχῃ καλῶς,
περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ´ ἂν δέ γε
τούτους ἀκριβώσητε περιηρμοσμέναι,
καὶ θαἰμάτια τἀνδρεῖ´ ἅπερ γ´ ἐκλέψατε
ἐπαναβάλησθε, κᾆτα ταῖς βακτηρίαις
ἐπερειδόμεναι βαδίζετ´ ᾄδουσαι μέλος
πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
τὸν τῶν ἀγροίκων. {Χο.} εὖ λέγεις. {Γυ. α} ἡμεῖς δέ γε
προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν´ ἥξειν ἄντικρυς
γυναῖκας. {Πρ.} ἀλλὰ σπεύσαθ´ ὡς εἴωθ´ ἐκεῖ
τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.

{Χο.} ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ
μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ´ ἐξολίσθῃ,
ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.

/ χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ {[στρ.}
a ὁ θεσμοθέτης, ὃς ἂν
a μὴ πρῲ πάνυ τοῦ κνέφους
ἥκῃ κεκονιμένος,
a στέργων σκοροδάλμῃ
βλέπων ὑπότριμμα, μὴ
b δώσειν τὸ τριώβολον.
a ἀλλ´, ὦ Χαριτιμίδη
καὶ Σμίκυθε καὶ Δράκης,
ἕπου κατεπείγων,
a σαυτῷ προσέχων ὅπως
a μηδὲν παραχορδιεῖς
ὧν δεῖ ς´ ἀποδεῖξαι·
ὅπως δὲ τὸ σύμβολον
λαβόντες ἔπειτα πλη–
σίοι καθεδούμεθ´, ὡς
ἂν χειροτονῶμεν
ἅπανθ´ ὁπός´ ἂν δέῃ
τὰς ἡμετέρας φίλας—
καίτοι τί λέγω; φίλους
γὰρ χρῆν μ´ ὀνομάζειν.

/ ὅρα δ´ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως {[ἀντ.}
a ἥκοντας, ὅσοι πρὸ τοῦ
a μέν, ἡνίκ´ ἔδει λαβεῖν
ἐλθόντ´ ὀβολὸν μόνον,
a καθῆντο λαλοῦντες
ἐν τοῖς στεφανώμασιν,
b νυνὶ δ´ ἐνοχλοῦς´ ἄγαν.
a ἀλλ´ οὐχί, Μυρωνίδης
ὅτ´ ἦρχεν ὁ γεννάδας,
a οὐδεὶς ἂν ἐτόλμα
τὰ τῆς πόλεως διοι–
b κεῖν ἀργύριον φέρων·
ἀλλ´ ἧκεν ἕκαστος
ἐν ἀσκιδίῳ φέρων
πιεῖν ἅμα τ´ ἄρτον αὑ–
τῷ καὶ δύο κρομμύω
καὶ τρεῖς ἂν ἐλάας.
νυνὶ δὲ τριώβολον
ζητοῦσι λαβεῖν, ὅταν
πράττωσί τι κοινὸν ὥσ–
περ πηλοφοροῦντες.

{ΒΛΕΠΥΡΟΣ}
τί τὸ πρᾶγμα; ποῖ ποθ´ ἡ γυνὴ φρούδη ´στί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γ´ ἔστιν, ἡ δ´ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
καὶ θοἰμάτιον. ὅτε δὴ δ´ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ´ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
ἀλλ´ ἐν καθαρῷ ποῦ ποῦ τις ἂν χέσας τύχοι;
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γ´ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχ´· ὅσας εἴμ´ ἄξιος πληγὰς λαβεῖν.
οὐ γάρ ποθ´ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσους´. ὅμως δ´ οὖν ἐστιν ἀποπατητέον.
{ΑΝΗΡ}
τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
{Βλ.} νὴ τὸν Δί´ αὐτὸς δῆτ´ ἐκεῖνος. {Αν.} εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
Κινησίας σου κατατετίληκέν ποθεν;
{Βλ.} οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
{Αν.} τὸ δ´ ἱμάτιόν σου ποῦ ´στιν; {Βλ.} οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτ´ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
{Αν.} εἶτ´ οὐδὲ τὴν γυναῖκ´ ἐκέλευσάς σοι φράσαι;
{Βλ.} μὰ τὸν Δί´ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλ´ ἐκτετρύπηκεν λαθοῦσά μ´ ἔνδοθεν.
ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
{Αν.} νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
ἐμοὶ πέπονθας· καὶ γὰρ ᾗ ξύνειμ´ ἐγὼ
φρούδη ´στ´ ἔχουσα θοἰμάτιον οὑγὼ ´φόρουν.
κοὐ τοῦτο λυπεῖ μ´, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γ´ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
{Βλ.} μὰ τὸν Διόνυσον, οὐδ´ ἐγὼ γὰρ τὰς ἐμὰς
Λακωνικάς, ἀλλ´ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδ´ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ ´γχέσαιμ´ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
τί δῆτ´ ἂν εἴη; μῶν ἐπ´ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων; {Αν.} γνώμην γ´ ἐμήν.
οὔκουν πονηρά γ´ ἐστὶν ὅ τι κἄμ´ εἰδέναι.
ἀλλὰ σὺ μὲν ἱμονιάν τιν´ ἀποπατεῖς, ἐμοὶ 〈δ´〉
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
{Βλ.} κἄγωγ´, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μοι
ἀχράς τις ἐγκλῄσας´ ἔχει τὰ σιτία.
{Αν.} μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
{Βλ.} νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλ´ ὅταν φάγω,
ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτ´ ἔσθ´ ἅνθρωπος ἁχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν καταπρώκτων δεινός ἐστι τὴν τέχνην;
ἆρ´ οἶδ´ Ἀμύνων; ἀλλ´ ἴσως ἀρνήσεται.
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ·
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνι´ Εἰλείθυια μή με περιίδῃς
διαρραγέντα μηδὲ βεβαλανωμένον,
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
{ΧΡΕΜΗΣ}
οὗτος, τί ποιεῖς; οὔτι που χέζεις; {Βλ.} ἐγώ;
οὐ δῆτ´ ἔτι γε μὰ τὸν Δί´, ἀλλ´ ἀνίσταμαι.
{Χρ.} τὸ τῆς γυναικὸς δ´ ἀμπέχει χιτώνιον;
{Βλ.} ἐν τῷ σκότῳ γὰρ τοῦτ´ ἔτυχον ἔνδον λαβών.
ἀτὰρ πόθεν ἥκεις ἐτεόν; {Χρ.} ἐξ ἐκκλησίας.
{Βλ.} ἤδη λέλυται γάρ; {Χρ.} νὴ Δί´ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος, ὦ Ζεῦ φίλτατε,
γέλων πάρεσχεν, ἣν προσέρραινον κύκλῳ.
{Βλ.} τὸ τριώβολον δῆτ´ ἔλαβες; {Χρ.} εἰ γὰρ ὤφελον.
ἀλλ´ ὕστερος νῦν ἦλθον, ὥστ´ αἰσχύνομαι.
{Βλ.} μὰ τὸν Δί´ οὐδέν´ ἄλλον ἢ τὸν θύλακον.
τὸ δ´ αἴτιον τί; {Χρ.} πλεῖστος ἀνθρώπων ὄχλος,
ὅσος οὐδεπώποτ´ ἦλθ´ ἁθρόος ἐς τὴν πύκνα.
καὶ δῆτα πάντας σκυτοτόμοις ᾐκάζομεν
ὁρῶντες αὐτούς· οὐ γὰρ ἀλλ´ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία.
ὥστ´ οὐκ ἔλαβον οὔτ´ αὐτὸς οὔτ´ ἄλλοι συχνοί.
{Βλ.} οὐδ´ ἄρ´ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών; {Χρ.} πόθεν;
οὐδ´ εἰ μὰ Δία τότ´ ἦλθες ὅτε τὸ δεύτερον
ἁλεκτρυὼν ἐφθέγγετ´. {Βλ.} οἴμοι δείλαιος.
Ἀντίλοχ´, ἀποίμωξόν με τοῦ τριωβόλου
τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχεται.
ἀτὰρ τί τὸ πρᾶγμ´ ἦν, ὅτι τοσοῦτον χρῆμ´ ὄχλου
οὕτως ἐν ὥρᾳ ξυνελέγη; {Χρ.} τί δ´ ἄλλο γ´ ἢ
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
γνώμας καθεῖναι τῆς πόλεως; κᾆτ´ εὐθέως
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
κἄπειθ´ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
"οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
ὃς αὐτὸς αὑτῷ βλεφαρίδ´ οὐκ ἐσώσατο;"
ὁ δ´ ἀναβοήσας καὶ περιβλέψας ἔφη
"τί δαί με χρὴ δρᾶν;" {Βλ.} "σκόροδ´ ὁμοῦ τρίψαντ´
ὀπῷ
τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας",
ἔγωγ´ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
{Χρ.} μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν—
αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν—
κἄπειτ´ ἔλεξε δημοτικωτάτους λόγους·
"ὁρᾶτε μέν με δεόμενον σωτηρίας
τετραστατήρου καὐτόν· ἀλλ´ ὅμως ἐρῶ
ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς
χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
πλευρῖτις ἡμῶν οὐδέν´ ἂν λάβοι ποτέ.
ὅσοις δὲ κλίνη μή ´στι μηδὲ στρώματα,
ἰέναι καθευδήσοντας ἀπονενιμμένους
ἐς τῶν σκυλοδεψῶν· ἢν δ´ ἀποκλῄῃ τῇ θύρᾳ
χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω."
{Βλ.} νὴ τὸν Διόνυσον χρηστά γ´. εἰ δ´ ἐκεῖνά γε
προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
ἵνα τοῦτ´ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
{Χρ.} μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
λευκός τις ἀνεπήδης´ ὅμοιος Νικίᾳ
δημηγορήσων, κἀπεχείρησεν λέγειν
ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
εἶτ´ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ´ ἐκ τῶν ἀγρῶν
ἀνεβορβόρυξαν. {Βλ.} νοῦν γὰρ εἶχον, νὴ Δία.
{Χρ.} ἀλλ´ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
τὰς μὲν γυναῖκας πόλλ´ ἀγαθὰ λέγων, σὲ δὲ
πολλὰ κακά. {Βλ.} καὶ τί εἶπε; {Χρ.} πρῶτον μέν ς´ ἔφη
εἶναι πανοῦργον. {Βλ.} καὶ σέ; {Χρ.} μή πω τοῦτ´ ἔρῃ.
κἄπειτα κλέπτην. {Βλ.} ἐμὲ μόνον; {Χρ.} καὶ νὴ Δία
καὶ συκοφάντην. {Βλ.} ἐμὲ μόνον; {Χρ.} καὶ νὴ Δία
τωνδὶ τὸ πλῆθος. {Βλ.} τίς δὲ τοῦτ´ ἄλλως λέγει;
{Χρ.} γυναῖκα δ´ εἶναι πρᾶγμ´ ἔφη νουβυστικὸν
καὶ χρηματοποιόν. κοὔτε τἀπόρρητ´ ἔφη
ἐκ Θεσμοφόροιν ἑκάστοτ´ αὐτὰς ἐκφέρειν,
σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
{Βλ.} καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ´ οὐκ ἐψεύσατο.
{Χρ.} ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια χρυσί´ ἀργύριον ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτ´ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
{Βλ.} νὴ τὸν Ποσειδῶ μαρτύρων γ´ ἐναντίον.
{Χρ.} ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει·
οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν, ἄλλα πολλὰ κἀγαθά.
{Βλ.} τί δῆτ´ ἔδοξεν; {Χρ.} ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις· ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
οὔπω γεγενῆσθαι. {Βλ.} καὶ δέδοκται; {Χρ.} φήμ´ ἐγώ.
{Βλ.} ἅπαντά τ´ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν; {Χρ.} οὕτω ταῦτ´ ἔχει.
{Βλ.} οὐδ´ ἐς δικαστήριον ἄρ´ εἶμ´, ἀλλ´ ἡ γυνή;
{Χρ.} οὐδ´ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ´ ἡ γυνή.
{Βλ.} οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ´ ἆρά μοι;
{Χρ.} μὰ Δί´ ἀλλὰ ταῖς γυναιξὶ ταῦτ´ ἤδη μέλει·
σὺ δ´ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
{Βλ.} ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτ´ ἀναγκάζωσι πρὸς βίαν— {Χρ.} τί δρᾶν;
{Βλ.} κινεῖν ἑαυτάς. {Χρ.} ἢν δὲ μὴ δυνώμεθα;
{Βλ.} ἄριστον οὐ δώσουσι. {Χρ.} σὺ δέ γε νὴ Δία
δρᾶ ταῦθ´, ἵν´ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
{Βλ.} τὸ πρὸς βίαν δεινότατον. {Χρ.} ἀλλ´ εἰ τῇ πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ´ ἄνδρα δρᾶν.
{Βλ.} λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθ´ ὅς´ ἂν καὶ μῶρα βουλευσώμεθα,
ἅπαντ´ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
{Χρ.} καὶ ξυμφέροι γ´, ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλ´ εἶμι· σὺ δ´ ὑγίαινε. {Βλ.} καὶ σύ γ´, ὦ Χρέμης.

{Χο.} ἔμβα χώρει.
ἆρ´ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
στρέφου, σκόπει,
φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.

ἀλλ´ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε. {[στρ.}
ἡμῖν δ´ ἂν αἰσχύνην φέροι
πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ´ ἐλεγχθέν.
πρὸς ταῦτα συστέλλου σεαυ–
τὴν καὶ περισκοπουμένη
〈ἄθρει κύκλῳ〉 κἀκεῖσε καὶ
τἀκ δεξιᾶς, μὴ συμφορὰ γενήσεται τὸ πρᾶγμα.
ἀλλ´ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ´ ἡνίκ´ ᾖμεν.
τὴν δ´ οἰκίαν ἔξεσθ´ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
ἔσθ´ ἡ τὸ πρᾶγμ´ εὑροῦς´ ὃ νῦν ἔδοξε τοῖς πολίταις.

ὥστ´ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ´ ἐπαναμενούσας {[ἀντ.}
πώγωνας ἐξηρτημένας,
μὴ καί τις ὄψεθ´ ἡμέρας χἠμῶν ἴσως κατείπῃ.
ἀλλ´ εἶα δεῦρ´ ἐπὶ σκιᾶς
ἐλθοῦσα πρὸς τὸ τειχίον,
παραβλέπουσα θατέρῳ,
πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
καὶ μὴ βράδυν´· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν
χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ´ ἐπείγου
ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γναθοῖν ἔχουσα·
χαὖται γὰρ ἄκουσαι πάλαι τὸ σχῆμα τοῦτ´ ἔχουσιν.

{Πρ.} ταυτὶ μὲν ἡμῖν, ὦ γυναῖκες, εὐτυχῶς
τὰ πράγματ´ ἐκβέβηκεν ἁβουλεύσαμεν.
ἀλλ´ ὡς τάχιστα, πρίν τιν´ ἀνθρώπων ἰδεῖν,
ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω—
χάλα συναπτοὺς ἡνίας Λακωνικάς—
βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
ταύτας κατευτρέπιζ´, ἐγὼ δὲ βούλομαι,
εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
ὅθενπερ ἔλαβον, τἄλλα θ´ ἁξηνεγκάμην.
{Χο.} κεῖται 〈καὶ〉 δὴ πάνθ´ ἅπερ εἶπας, σὸν δ´ ἔργον τἄλλα
διδάσκειν,
ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξας´ οἶδα γυναικί.
{Πρ.} περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχειροτόνημαι,
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
{Βλ.} αὕτη, πόθεν ἥκεις, Πραξαγόρα; {Πρ.} τί δ´, ὦ μέλε,
σοὶ τοῦθ´; {Βλ.} ὅ τί μοι τοῦτ´ ἔστιν; ὡς εὐηθικῶς.
{Πρ.} οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις. {Βλ.} οὐκ ἴσως
ἑνός γε. {Πρ.} καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι. {Βλ.} πῶς; {Πρ.} εἰ τῆς κεφαλῆς ὄζω μύρου.
{Βλ.} τί δ´; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
{Πρ.} οὐ δὴ τάλαιν´ ἔγωγε. {Βλ.} πῶς οὖν ὄρθριον
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
{Πρ.} γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατ´ ὠδίνουσα. {Βλ.} κᾆτ´ οὐκ ἦν ἐμοὶ
φράσασαν ἰέναι; {Πρ.} τῆς λεχοῦς δ´ οὐ φροντίσαι
οὕτως ἐχούσης, ὦνερ; {Βλ.} εἰποῦσάν γέ μοι.
ἀλλ´ ἔστιν ἐνταῦθά τι κακόν. {Πρ.} μὰ τὼ θεὼ
ἀλλ´ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μ´ ἐξιέναι πάσῃ τέχνῃ.
{Βλ.} εἶτ´ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν ς´ ἔχειν;
ἀλλ´ ἔμ´ ἀποδύσας´ ἐπιβαλοῦσα τοὔγκυκλον
ᾤχου καταλιποῦς´ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσας´ οὐδ´ ἐπιθεῖσα λήκυθον.
{Πρ.} ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
ἔπειθ´ ἵν´ ἀλεαίνοιμι τοῦτ´ ἠμπεσχόμην.
σὲ δ´ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
κατέλιπον, ὦνερ. {Βλ.} αἱ δὲ δὴ Λακωνικαὶ
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
{Πρ.} ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
{Βλ.} οἶσθ´ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμ´ ἐξ ἐκκλησίας εἰληφέναι;
{Πρ.} μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
{Βλ.} ἡκκλησία; {Πρ.} μὰ Δί´ ἀλλ´ ἐφ´ ἣν ἐγᾠχόμην.
ἀτὰρ γεγένηται; {Βλ.} ναὶ μὰ Δί´. οὐκ ᾔδησθά με
φράσαντά σοι χθές; {Πρ.} ἄρτι γ´ ἀναμιμνῄσκομαι.
{Βλ.} οὐδ´ ἄρα τὰ δόξαντ´ οἶσθα; {Πρ.} μὰ Δί´ ἐγὼ μὲν οὔ.
{Βλ.} κάθησο τοίνυν σηπίας μασωμένη.
ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
{Πρ.} τί δρᾶν; ὑφαίνειν; {Βλ.} οὐ μὰ Δί´ ἀλλ´ ἄρχειν. {Πρ.} τίνων;
{Βλ.} ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
{Πρ.} νὴ τὴν Ἀφροδίτην μακαρία γ´ ἄρ´ ἡ πόλις
ἔσται τὸ λοιπόν. {Βλ.} κατὰ τί; {Πρ.} πολλῶν οὕνεκα.
οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
ἔσται τὸ λοιπόν. οὐδαμοῦ δὲ μαρτυρεῖν,
οὐ συκοφαντεῖν— {Βλ.} μηδαμῶς πρὸς τῶν θεῶν
τουτὶ ποιήσῃς μηδ´ ἀφέλῃ μου τὸν βίον.
{Χρ.} ὦ δαιμόνι´ ἀνδρῶν, τὴν γυναῖκ´ ἔα λέγειν.
{Πρ.} μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ ´νεχυραζόμενον φέρειν.
{Χρ.} νὴ τὸν Ποσειδῶ μεγάλα γ´, εἰ μὴ ψεύσεται.
{Πρ.} ἀλλ´ ἀποφανῶ τοῦθ´, ὥστε σέ τέ μοι μαρτυρεῖν
καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοί.
{Χο.} νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
φροντίδ´ ἐπισταμένην
ταῖσι φίλαισιν ἀμύνειν.
κοινῇ γὰρ ἐπ´ εὐτυχίαισιν
ἔρχεται γλώττης ἐπίνοια πολίτην
δῆμον ἐπαγλαϊοῦσα
μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν 〈δ´〉 ὅ τί περ δύναται
καιρός.
δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
ἀλλὰ πέραινε μόνον
μήτε δεδραμένα μήτ´ εἰρημένα πω πρότερον.
μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.
ἀλλ´ οὐ μέλλειν, ἀλλ´ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι
θεαταῖς.
{Πρ.} καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,
εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
τοῖς τ´ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ´ ἔσθ´ ὃ μάλιστα
δέδοικα.
{Βλ.} περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ
ἡμῖν
δρᾶν ἀντ´ ἄλλης ἀρχῆς ἐστιν, τῶν δ´ ἀρχαίων ἀμελῆσαι.
{Πρ.} μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδ´ ὑποκρούσῃ,
πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦ–
σαι.
κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχον–
τας
κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ´ ἄθλιον
εἶναι,
μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ´ εἶναι μηδὲ ταφῆναι,
μηδ´ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ´ οὐδ´
ἀκολούθῳ.
ἀλλ´ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον, καὶ τοῦτον ὅμοιον.
{Βλ.} πῶς οὖν ἔσται κοινὸς ἅπασιν; {Πρ.} κατέδει πέλεθον
πρότερός μου.
{Βλ.} καὶ τῶν πελέθων κοινωνοῦμεν; {Πρ.} μὰ Δί´ ἀλλ´ ἔφθης
μ´ ὑποκρούσας.
τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω
κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ´ ὁπός´ ἐστὶν
ἑκάστῳ.
εἶτ´ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσ–
έχουσαι.
{Χρ.} πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
καὶ Δαρεικούς, ἀφανῆ πλοῦτον; {Πρ.} τοῦτ´ ἐς τὸ μέσον
καταθήσει.
καὶ μὴ καταθεὶς ψευδορκήσει. {Βλ.} κἀκτήσατο γὰρ διὰ
τοῦτο.
{Πρ.} ἀλλ´ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ. {Χρ.} κατὰ
δὴ τί;
{Πρ.} οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες,
ἄρτους, τεμάχη, μάζας, χλαίνας, οἶνον, στεφάνους, ἐρε–
βίνθους.
ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν
ἀπόδειξον.
{Χρ.} οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτους´ οἷς ταῦτα
πάρεστιν;
{Πρ.} πρότερόν γ´, ὦταῖρ´, ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς
προτέροισιν·
νῦν δ´ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ κατα–
θεῖναι;
{Βλ.} ἢν μείρακ´ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
ξυγκαταδαρθών. {Πρ.} ἀλλ´ ἐξέσται προῖκ´ αὐτῷ ξυγ–
καταδαρθεῖν.
καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατα–
κεῖσθαι
καὶ παιδοποιεῖν τῷ βουλομένῳ. {Βλ.} πῶς οὖν οὐ πάντες
ἴασιν
ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
{Πρ.} αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθ–
εδοῦνται.
κᾆτ´ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ´ ὑπο–
κρούσει.
{Βλ.} καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι
συνῶμεν,
οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖς´ οἷ φῂς
ἀφικέσθαι;
{Πρ.} οὐχὶ μαχοῦνται περὶ σοῦ· θάρρει, μὴ δείσῃς· οὐχὶ μα–
χοῦνται.
{Βλ.} περὶ τοῦ; {Πρ.} τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον
ὑπάρχει.
{Βλ.} τὸ μὲν ὑμέτερον γνώμην τιν´ ἔχει· προβεβούλευται γὰρ
ὅπως ἂν
μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδι–
οῦνται.
{Πρ.} ἀλλὰ φυλάξους´ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
ἀπὸ τοῦ δείπνου καὶ τηρήσους´ ἐπὶ τοῖσιν δημοσίοισιν.
κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς 〈καὶ τοῖς μεγάλοις〉
καταδαρθεῖν
ταῖσι γυναιξὶν πρὶν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς
χαρίσωνται.
{Βλ.} ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονή–
σει;
{Πρ.} νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ´ ἡ γνώμη καὶ καταχήνη
τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόν–
των,
ὅταν ἐμβάδ´ ἔχων εἴπῃ πρότερος, "παραχώρει κᾆτ´ ἐπι–
τήρει,
ὅταν ἤδη ´γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν."
{Χρ.} πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
ἔσται δυνατὸς διαγιγνώσκειν; {Πρ.} τί δὲ δεῖ; πατέρας
〈γὰρ〉 ἅπαντας
τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομι–
οῦσιν.
{Βλ.} οὐκοῦν ἄγξους´ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ´ ὄντα
ἄγχουσι. τί δῆθ´ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπι–
χεσοῦνται;
{Πρ.} ἀλλ´ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δ´ αὐτοῖς οὐκ ἔμελ´
οὐδὲν
τῶν ἀλλοτρίων, ὅστις τύπτοι, νῦν δ´ ἢν πληγέντος
ἀκούσῃ,
μὴ αὐτὸν ἐκεῖνον τύπτει δεδιὼς τοῖς δρῶσιν τοῦτο μα–
χεῖται.
{Βλ.} τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν
Ἐπίκουρος
ἢ Λευκόλοφος "πάππαν" με καλεῖ, τοῦτ´ ἤδη δεινὸν
ἀκοῦσαι.
{Πρ.} πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι—
{Βλ.} τὸ ποῖον;
{Πρ.} εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ´ εἶναι.
{Βλ.} οἰμώζοι γ´ ἂν καὶ κωκύοι. {Πρ.} σὺ δέ γ´ ὄζοις ἂν καλα–
μίνθης.
ἀλλ´ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα
γενέσθαι,
ὥστ´ οὐχὶ δέος μή σε φιλήσῃ. {Βλ.} δεινὸν μέντἂν ἐπε–
πόνθειν.
{Χρ.} τὴν γῆν δὲ τίς ἔσθ´ ὁ γεωργήσων; {Πρ.} οἱ δοῦλοι. σοὶ δὲ
μελήσει,
ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ
δεῖπνον.
{Χρ.} περὶ δ´ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ´ ἔστιν
ἐρέσθαι.
{Πρ.} τὰ μὲν ὄνθ´ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ´ ἡμεῖς
ὑφανοῦμεν.
{Χρ.} ἓν ἔτι ζητῶ. πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην
τῳ,
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ´ ἐστὶ
δίκαιον.
{Πρ.} ἀλλ´ οὐδὲ δίκαι πρῶτον ἔσονται. {Βλ.} τουτὶ τοὔπος ς´
ἐπιτρίψει.
{Χρ.} κἀγὼ ταύτην γνώμην ἐθέμην. {Πρ.} τοῦ γὰρ τάλαν οὕνεκ´
ἔσονται;
{Βλ.} πολλῶν οὕνεκα, νὴ τὸν Ἀπόλλω· πρῶτον δ´ ἑνὸς οὕνεκα
δήπου,
ἤν τις ὀφείλων ἐξαρνῆται. {Πρ.} πόθεν οὖν ἐδάνεις´ ὁ
δανείσας,
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου ´στ´ ἐπί–
δηλος.
{Χρ.} νὴ τὴν Δήμητρ´ εὖ γε διδάσκεις. {Βλ.} τουτὶ τοίνυν φρα–
σάτω μοι,
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί ς´ ἀπορήσειν.
{Πρ.} ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφ–
αιρῇ,
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
{Βλ.} οὐδ´ αὖ κλέπτης οὐδεὶς ἔσται; {Πρ.} πῶς γὰρ κλέψει
μετὸν αὐτῷ;
{Βλ.} οὐδ´ ἀποδύσους´ ἄρα τῶν νυκτῶν; {Πρ.} οὐκ ἢν οἴκοι γε
καθεύδῃς·
οὐδ´ ἤν γε θύραζ´ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν
ὑπάρξει.
ἢν δ´ ἀποδύῃ γ´ αὐτὸς δώσει· τί γὰρ αὐτῷ πρᾶγμα μά–
χεσθαι;
ἕτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομι–
εῖται.
{Βλ.} οὐδὲ κυβεύσους´ ἆρ´ ἄνθρωποι; {Πρ.} περὶ τοῦ γὰρ τοῦτο
ποιήσει;
{Βλ.} τὴν δὲ δίαιταν τίνα ποιήσεις; {Πρ.} κοινὴν πᾶσιν. τὸ γὰρ
ἄστυ
μίαν οἴκησίν φημι ποιήσειν συρρήξας´ εἰς ἓν ἅπαντα,
ὥστε βαδίζειν ὡς ἀλλήλους. {Βλ.} τὸ δὲ δεῖπνον ποῦ
παραθήσεις;
{Πρ.} τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
{Βλ.} τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται; {Πρ.} τοὺς κρατῆρας
καταθήσω
καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
ἵνα μὴ δειπνῶς´ αἰσχυνόμενοι. {Βλ.} νὴ τὸν Ἀπόλλω
χάριέν γε.
τὰ δὲ κληρωτήρια ποῖ τρέψεις; {Πρ.} εἰς τὴν ἀγορὰν
καταθήσω.
κᾆτα στήσασα παρ´ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ.
καὶ κηρύξει τοὺς ἐκ τοῦ βῆτ´ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
τὴν βασίλειον δειπνήσοντας, τὸ δὲ θῆτ´ ἐς τὴν παρὰ
ταύτην,
τοὺς δ´ ἐκ τοῦ κάππ´ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
{Βλ.} ἵνα κάπτωσιν; {Πρ.} μὰ Δί´ ἀλλ´ ἵν´ ἐκεῖ δειπνῶσιν.
{Βλ.} ὅτῳ δὲ τὸ γράμμα
μὴ ´ξελκυσθῇ καθ´ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαν–
τες.
{Πρ.} ἀλλ´ οὐκ ἔσται τοῦτο παρ´ ἡμῖν·
πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
τάδε λέξουσιν· "δεῦρο παρ´ ἡμᾶς,
ἐνθάδε μεῖράξ ἐσθ´ ὡραία."
"παρ´ ἐμοὶ δ´", ἑτέρα
φήσει τις ἄνωθ´ ἐξ ὑπερῴου,
"καὶ καλλίστη καὶ λευκοτάτη·
πρότερον μέντοι δεῖ σε καθεύδειν
αὐτῆς παρ´ ἐμοί."
a τοῖς εὐπρεπέσιν δ´ ἀκολουθοῦντες
καὶ μειρακίοις οἱ φαυλότεροι
τοιάδ´ ἐροῦσιν· "ποῖ θεῖς οὗτος;
πάντως οὐδὲν δράσεις ἐλθών.
τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς
ἐψήφισται προτέροις βινεῖν,
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς
ἐν τοῖς προθύροισι δέφεσθαι."
φέρε νυν φράσον μοι, ταῦτ´ ἀρέσκει σφῷν; {Βλ.} πάνυ.
{Πρ.} βαδιστέον τἄρ´ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
ἵν´ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,
ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
{Βλ.} ἤδη γὰρ εὐωχησόμεσθα; {Πρ.} φήμ´ ἐγώ.
ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
ἁπαξαπάσας. {Βλ.} ἵνα τί; {Πρ.} δῆλον τουτογί·
ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον,
κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
{Βλ.} φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
ἵν´ ἀποβλέπωμαι καὶ λέγωσιν ἐμὲ ταδί,
"τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;"

{Χρ.} ἐγὼ δ´ ἵν´ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.

χώρει σὺ δεῦρο, κιναχύρα, καλὴ καλῶς
τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
πολλοὺς κάτω δὴ θυλάκους στρέψας´ ἐμούς.
ποῦ ´σθ´ ἡ διφροφόρος; ἡ χύτρα, δεῦρ´ ἔξιθι·
νὴ Δία μέλαινά γ´· οὐδ´ ἂν εἰ τὸ φάρμακον
ἕψους´ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται—
ἵστω παρ´ αὐτήν· δεῦρ´ ἴθ´, ἡ κομμώτρια.
φέρε δεῦρο ταύτην τὴν ὑδρίαν, ὑδριαφόρε,
ἐνταῦθα. σὺ δὲ δεῦρ´, ἡ κιθαρῳδός, ἔξιθι,
πολλάκις ἀναστήσασά μ´ εἰς ἐκκλησίαν
ἀωρὶ νύκτωρ διὰ τὸν ὄρθριον νόμον.
ὁ τὴν σκάφην λαβών, προΐτω· τὰ κηρία
κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
καὶ τὼ τρίποδ´ ἐξένεγκε καὶ τὴν λήκυθον.
τὰ χυτρίδι´ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.

{Αν.} ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
μὰ τὸν Ποσειδῶ γ´ οὐδέποτ´, ἀλλὰ βασανιῶ
πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
πρὶν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ´ ὅπως ἔχει.
οὗτος, τί τὰ σκευάρια ταυτὶ βούλεται;
πότερον μετοικιζόμενος ἐξενήνοχας
αὔτ´ ἢ φέρεις ἐνέχυρα θήσων; {Χρ.} οὐδαμῶς.
{Αν.} τί δῆτ´ ἐπὶ στοίχου ´στὶν οὕτως; οὔ τι μὴν
Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
{Χρ.} μὰ Δί´ ἀλλ´ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
{Αν.} μέλλεις ἀποφέρειν; {Χρ.} πάνυ γε. {Αν.} κακοδαίμων ἄρ´
εἶ,
νὴ τὸν Δία τὸν σωτῆρα. {Χρ.} πῶς; {Αν.} πῶς; ῥᾳδίως.
{Χρ.} τί δ´; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
{Αν.} ποίοισιν, ὦ δύστηνε; {Χρ.} τοῖς δεδογμένοις.
{Αν.} δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ´ ἄρα.
{Χρ.} ἀνόητος; {Αν.} οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
ἁπαξαπάντων. {Χρ.} ὅτι τὸ ταττόμενον ποιῶ;
{Αν.} τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
{Χρ.} μάλιστα πάντων. {Αν.} τὸν μὲν οὖν ἀβέλτερον.
{Χρ.} σὺ δ´ οὐ καταθεῖναι διανοεῖ; {Αν.} φυλάξομαι,
πρὶν ἄν γ´ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
{Χρ.} τί γὰρ ἄλλο γ´ ἢ φέρειν παρεσκευασμένοι
τὰ χρήματ´ εἰσίν; {Αν.} ἀλλ´ ἰδὼν ἐπειθόμην.
{Χρ.} λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς. {Αν.} λέξουσι γάρ.
{Χρ.} καί φασιν οἴσειν ἀράμενοι. {Αν.} φήσουσι γάρ.
{Χρ.} ἀπολεῖς ἀπιστῶν πάντ´. {Αν.} ἀπιστήσουσι γάρ.
{Χρ.} ὁ Ζεύς σέ γ´ ἐπιτρίψειεν. {Αν.} ἐπιτρίψουσι γάρ.
οἴσειν δοκεῖς τιν´ ὅστις αὐτῶν νοῦν ἔχει;
οὐ γὰρ πάτριον τοῦτ´ ἐστίν, ἀλλὰ λαμβάνειν
ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί.
γνώσει δ´ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ´ ὑπτίαν,
οὐχ ὥς τι δώσοντ´ ἀλλ´ ὅπως τι λήψεται.
{Χρ.} ὦ δαιμόνι´ ἀνδρῶν, ἔα με τῶν προὔργου τι δρᾶν.
ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθ´ ἱμάς;
{Αν.} ὄντως γὰρ οἴσεις; {Χρ.} ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
τωδὶ ξυνάπτω τὼ τρίποδε. {Αν.} τῆς μωρίας,
τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
δράσουσιν εἶτα τηνικαῦτ´ ἤδη— {Χρ.} τί δρᾶν;
{Αν.} ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
{Χρ.} ἵνα δὴ τί; {Αν.} σεισμὸς εἰ γένοιτο πολλάκις,
ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
παύσαιντ´ ἂν ἐσφέροντες, ὦμβρόντητε σύ.
{Χρ.} χαρίεντα γοῦν πάθοιμ´ ἄν, εἰ μὴ ´χοιμ´ ὅποι
ταῦτα καταθείην. {Αν.} μὴ γὰρ οὐ λάβοις ὅποι;
θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς. {Χρ.} τιή;
{Αν.} ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
ἅττ´ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
{Χρ.} οἴσουσιν, ὦ τᾶν. {Αν.} ἢν δὲ μὴ κομίσωσι, τί;
{Χρ.} ἀμέλει, κομιοῦσιν. {Αν.} ἢν δὲ μὴ κομίσωσι, τί;
{Χρ.} μαχούμεθ´ αὐτοῖς. {Αν.} ἢν δὲ κρείττους ὦσι, τί;
{Χρ.} ἄπειμ´ ἐάσας. {Αν.} ἢν δὲ πωλῶς´ αὐτά, τί;
{Χρ.} διαρραγείης. {Αν.} ἢν διαρραγῶ δέ, τί;
{Χρ.} καλῶς ποιήσεις. {Αν.} σὺ δ´ ἐπιθυμήσεις φέρειν;
{Χρ.} ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
ὁρῶ φέροντας. {Αν.} πάνυ γ´ ἂν οὖν Ἀντισθένης
αὔτ´ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν ἢ τριάκονθ´ ἡμέρας.
{Χρ.} οἴμωζε. {Αν.} Καλλίμαχος δ´ ὁ χοροδιδάσκαλος
αὐτοῖσιν εἰσοίσει τι; {Χρ.} πλείω Καλλίου.
{Αν.} ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
{Χρ.} δεινά γε λέγεις. {Αν.} τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθ´ ἐκεῖν´ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
{Χρ.} ἔγωγε. {Αν.} τοὺς χαλκοῦς δ´ ἐκείνους ἡνίκα
ἐψηφισάμεθ´, οὐκ οἶσθα; {Χρ.} καὶ κακόν γέ μοι
τὸ κόμμ´ ἐγένετ´ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων,
κἄπειτ´ ἐχώρουν εἰς ἀγορὰν ἐπ´ ἄλφιτα.
ἔπειθ´ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
ἀνέκραγ´ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν· "ἀργύρῳ γὰρ χρώμεθα."
{Αν.} τὸ δ´ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντ´ ἔσεσθαι πεντακόσια τῇ πόλει
τῆς τετταρακοστῆς, ἣν ἐπόρις´ Εὐριπίδης;
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην.
ὅτε δὴ δ´ ἀνασκοπουμένοις ἐφαίνετο
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ´ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
{Χρ.} οὐ ταὐτόν, ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
νῦν δ´ αἱ γυναῖκες. {Αν.} ἃς ἐγὼ φυλάξομαι,
νὴ τὸν Ποσειδῶ, μὴ κατουρήσωσί μου.
{Χρ.} οὐκ οἶδ´ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον, ὁ παῖς.
{ΚΗΡΥΞ}
ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ´ ἔχει,
χωρεῖτ´, ἐπείγεσθ´ εὐθὺ τῆς στρατηγίδος,
ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
φράσῃ καθ´ ἕκαστον ἄνδρ´ ὅποι δειπνήσετε.
ὡς αἱ τράπεζαί γ´ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
κλῖναί τε σισυρῶν καὶ δαπίδων νενησμέναι·
κρατῆρας ἐγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶς´ ἐφεξῆς· τὰ τεμάχη ῥιπίζεται,
λαγῷ´ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφανοι πλέκονται, φρύγεται τραγήματα·
χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται,
Σμοῖος δ´ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδα
ἔχων, καχάζων μεθ´ ἑτέρου νεανίου,
ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
πρὸς ταῦτα χωρεῖθ´, ὡς ὁ τὴν μᾶζαν φέρων
ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
{Αν.} οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ´ ἔχων
ἐνταῦθ´, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
{Χρ.} καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
{Αν.} ἐπὶ δεῖπνον. {Χρ.} οὐ δῆτ´, ἤν γ´ ἐκείναις νοῦς ἐνῇ,
πρίν γ´ ἂν ἀπενέγκῃς. {Αν.} ἀλλ´ ἀποίσω. {Χρ.} πηνίκα;
{Αν.} οὐ τοὐμόν, ὦ τᾶν, ἐμποδὼν ἔσται. {Χρ.} τί δή;
{Αν.} ἑτέρους ἀποίσειν φήμ´ ἔθ´ ὑστέρους ἐμοῦ.
{Χρ.} βαδιεῖ δὲ δειπνήσων ὅμως; {Αν.} τί γὰρ πάθω;
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
τοὺς εὖ φρονοῦντας. {Χρ.} ἢν δὲ κωλύσωσι, τί;
{Αν.} ὁμός´ εἶμι κύψας. {Χρ.} ἢν δὲ μαστιγῶσι, τί;
{Αν.} καλούμεθ´ αὐτάς. {Χρ.} ἢν δὲ καταγελῶσι, τί;
{Αν.} ἐπὶ ταῖς θύραις ἕστως— {Χρ.} τί δράσεις; εἰπέ μοι.
{Αν.} τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
{Χρ.} βάδιζε τοίνυν ὕστερος· σὺ δ´, ὦ Σίκων
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
{Αν.} φέρε νυν ἐγώ σοι ξυμφέρω. {Χρ.} μὴ μηδαμῶς.
δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
{Αν.} νὴ τὸν Δία, δεῖ γοῦν μηχανήματός τινος,
ὅπως τὰ μὲν ὄντα χρήμαθ´ ἕξω, τοῖσδέ τε
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
ὀρθῶς, ἔμοιγε φαίνεται· βαδιστέον
ὁμός´ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
{ΓΡΑΥΣ Α}
τί ποθ´ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ´ ἦν πάλαι.
ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
παίζους´ ὅπως ἂν περιλάβοιμ´ αὐτῶν τινὰ
παριόντα. Μοῦσαι, δεῦρ´ ἴτ´ ἐπὶ τοὐμὸν στόμα,
μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
{ΝΕΑΝΙΣ}
νῦν μέν με παρακύψασα προὔφθης, ὦ σαπρά.
ᾤου δ´ ἐρήμας οὐ παρούσης ἐνθάδε
ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
ᾄδους´· ἐγὼ δ´ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
κεἰ γὰρ δι´ ὄχλου τοῦτ´ ἐστὶ τοῖς θεωμένοις,
ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
{Γρ. α} τούτῳ διαλέγου κἀποχώρησον· σὺ δέ,
φιλοττάριον αὐλητά, τοὺς αὐλοὺς λαβὼν
ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
εἴ τις ἀγαθὸν βούλεται πα–
θεῖν τι, παρ´ ἐμοὶ χρὴ καθεύδειν.
οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔν–
εστιν, ἀλλ´ ἐν ταῖς πεπείροις.
οὐδέ τοι στέργειν ἂν ἐθέλοι
μᾶλλον ἢ ´γὼ τὸν φίλον ᾧπερ ξυνείην,
ἀλλ´ ἐφ´ ἕτερον ἂν πέτοιτο.
{Νεις.} μὴ φθόνει ταῖσιν νέαισι·
τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
τοῖς ἁπαλοῖσι μηροῖς,
κἀπὶ τοῖς μήλοις ἐπαν–
θεῖ· σὺ δ´, ὦ γραῦ, παραλέλεξαι κἀντέτριψαι
τῷ θανάτῳ μέλημα.
{Γρ. α} ἐκπέσοι σου τὸ τρῆμα
τό τ´ ἐπίκλιντρον ἀποβάλοις
βουλομένη σποδεῖσθαι.
κἀπὶ τῆς κλίνης ὄφιν προσελκύσαιο
βουλομένη φιλῆσαι.
{Νεις.} αἰαῖ, τί ποτε πείσομαι;
οὐχ ἥκει μοὐταῖρος
μόνη δ´ αὐτοῦ λείπομ´· ἡ
γάρ μοι μήτηρ ἄλλῃ βέβηκεν.
καὶ τἄλλα 〈μ´〉 οὐδὲν 〈τὰ〉 μετὰ ταῦτα δεῖ λέγειν.
ἀλλ´, ὦ μαῖ´, ἱκετεύομαι, κά–
λει τὸν Ὀρθαγόραν, ὅπως
σαυτῆς 〈ἂν〉 κατόναι´ ἀντιβολῶ σε.
{Γρ. α} ἤδη τὸν ἀπ´ Ἰωνίας
τρόπον, τάλαινα, κνησιᾷς.
δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
ἀλλ´ οὐκ ἄν ποθ´ ὑφαρπάσαιο
τἀμὰ παίγνια· τὴν δ´ ἐμὴν
ὥραν οὐκ ἀπολεῖς οὐδ´ ἀπολήψει.
{Νεις.} ᾆδ´ ὁπόσα βούλει καὶ παράκυφθ´ ὥσπερ γαλῆ.
{Γρ. α} οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεις´ ἀντ´ ἐμοῦ.
{Νεις.} οὔκουν ἐπ´ ἐκφοράν γε· καινόν γ´, ὦ σαπρά.
{Γρ. α} οὐ δῆτα. {Νεις.} τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
{Γρ. α} οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας. {Νεις.} ἀλλὰ τί;
ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
{Γρ. α} τί μοι διαλέγει; {Νεις.} σὺ δὲ τί διακύπτεις; {Γρ. α} ἐγώ;
ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
{Νεις.} σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
{Γρ. α} δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
{Νεις.} ὁδὶ γὰρ αὐτός ἐστιν. {Γρ. α} οὐ σοῦ γ´, ὦλεθρε,
δεόμενος οὐδέν. {Νεις.} νὴ Δί´, ὦ φθίνυλλα σύ,
δείξει τάχ´ αὐτός, ὡς ἔγωγ´ ἀπέρχομαι.
{Γρ. α} κἄγωγ´, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
{ΝΕΑΝΙΑΣ}
εἴθ´ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
καὶ μὴ ´δει πρότερον διασποδῆσαι
ἀνάσιμον ἢ πρεσβυτέραν·
οὐ γὰρ ἀνασχετὸν τοῦτό γ´ ἐλευθέρῳ.
{Γρ. α} οἰμώζων ἄρα, νὴ Δία, σποδήσεις.
οὐ γὰρ τἀπὶ Χαριξένης τάδ´ ἐστίν.
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
ἀλλ´ εἶμι τηρήσους´ ὅ τι καὶ δράσεις ποτέ.
{Νεας.} εἴθ´, ὦ θεοί, λάβοιμι τὴν καλὴν μόνην,
ἐφ´ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
{Νεις.} ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον.
φρούδη γάρ ἐστιν οἰομένη μ´ ἔνδον μένειν.
ἀλλ´ οὑτοσὶ γὰρ αὐτὸς οὗ ´μεμνήμεθα.

a δεῦρο δή, δεῦρο δή,
φίλον ἐμόν, δεῦρό μοι
πρόσελθε καὶ ξύνευνέ μοι
a τὴν εὐφρόνην ὅπως ἔσει.
πάνυ γάρ τις ἔρως με δονεῖ
τῶνδε τῶν σῶν βοστρύχων.
ἄτοπος δ´ ἔγκειταί μοί τις πόθος,
ὅς με διακναίσας ἔχει.
μέθες, ἱκνοῦμαί ς´, Ἔρως,
a καὶ ποίησον τόνδ´ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
b
{Νεας.} δεῦρο δή, δεῦρο δή,
φίλον 〈ἐμόν〉, καὶ σύ μοι
καταδραμοῦσα τὴν θύραν
ἄνοιξον τήνδ´· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
ἀλλ´ ἐν τῷ σῷ βούλομαι κόλπῳ
πληκτίζεσθαι μετὰ τῆς σῆς πυγῆς.
Κύπρι, τί μ´ ἐκμαίνεις ἐπὶ ταύτῃ;
μέθες, ἱκνοῦμαί ς´, Ἔρως,
a καὶ ποίησον τήνδ´ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
b
καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
εἰρημέν´ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
ἄνοιξον, ἀσπάζου με.
διά τοι σὲ πόνους ἔχω.
a ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
ἄνοιξον, ἀσπάζου με.
διά τοι σὲ πόνους ἔχω.

{Γρ. α} οὗτος, τί κόπτεις; μῶν ἐμὲ ζητεῖς; {Νεας.} πόθεν;
{Γρ. α} καὶ τὴν θύραν γ´ ἤραττες. {Νεας.} ἀποθάνοιμ´ ἄρα.
{Γρ. α} τοῦ δαὶ δεόμενος δᾷδ´ ἔχων ἐλήλυθας;
{Νεας.} Ἀναφλύστιον ζητῶν τιν´ ἄνθρωπον. {Γρ. α} τίνα;
{Νεας.} οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
{Γρ. α} νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ´ ἤν τε μή.
{Νεας.} ἀλλ´ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
εἰσάγομεν, ἀλλ´ εἰσαῦθις ἀναβεβλήμεθα.
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
{Γρ. α} ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ´ ἦν, ὦ γλύκων·
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
{Νεας.} τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
{Γρ. α} ἀλλ´ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
{Νεας.} οὐκ οἶδ´ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
{Γρ. α} ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
{Νεας.} ἀλλ´ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
{Γρ. α} οἶδ´ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
θύρασί μ´ ηὗρες. ἀλλὰ πρόσαγε τὸ στόμα.
{Νεας.} ἀλλ´, ὦ μέλ´ ὀρρωδῶ τὸν ἐραστήν σου. {Γρ. α} τίνα;
{Νεας.} τὸν τῶν γραφέων ἄριστον. {Γρ. α} οὗτος δ´ ἐστὶ τίς;
{Νεας.} ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
ἀλλ´ ἄπιθ´, ὅπως μή ς´ ἐπὶ θύραισιν ὄψεται.
{Γρ. α} οἶδ´, οἶδ´ ὅ τι βούλει. {Νεας.} καὶ γὰρ ἐγώ σε, νὴ Δία.
{Γρ. α} μὰ τὴν Ἀφροδίτην, ἥ μ´ ἔλαχε κληρουμένη,
μὴ ´γώ ς´ ἀφήσω. {Νεας.} παραφρονεῖς, ὦ γρᾴδιον.
{Γρ. α} ληρεῖς· ἐγὼ δ´ ἄξω ς´ ἐπὶ τἀμὰ στρώματα.
{Νεας.} τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
{Γρ. α} μὴ σκῶπτέ μ´, ὦ τάλαν, ἀλλ´ ἕπου δεῦρ´ ὡς ἐμέ.
{Νεας.} ἀλλ´ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
{Γρ. α} νὴ τὴν Ἀφροδίτην, δεῖ γε μέντοι ς´· ὡς ἐγὼ
τοῖς τηλικούτοις ξυγκαθεύδους´ ἥδομαι.
{Νεας.} ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
κοὐκ ἂν πιθοίμην οὐδέποτ´. {Γρ. α} ἀλλά, νὴ Δία,
ἀναγκάσει τουτί σε. {Νεας.} τοῦτο δ´ ἐστὶ τί;
{Γρ. α} ψήφισμα, καθ´ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
{Νεας.} λέγ´ αὐτὸ τί ποτε κἄστι. {Γρ. α} καὶ δή σοι λέγω.
ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
τὴν γραῦν προκρούσῃ πρῶτον. ἢν δὲ μὴ ´θέλῃ
πρότερον προκρούειν, ἀλλ´ ἐπιθυμῇ τῆς νέας,
ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
{Νεας.} οἴμοι, Προκρούστης τήμερον γενήσομαι.
{Γρ. α} τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
{Νεας.} τί δ´ ἢν ἀφαιρῆταί μ´ ἀνὴρ τῶν δημοτῶν
ἢ τῶν φίλων ἐλθών τις; {Γρ. α} ἀλλ´ οὐ κύριος
ὑπὲρ μέδιμνόν ἐστ´ ἀνὴρ οὐδεὶς ἔτι.
{Νεας.} ἐξωμοσία δ´ οὐκ ἔστιν; {Γρ. α} οὐ γὰρ δεῖ στροφῆς.
{Νεας.} ἀλλ´ ἔμπορος εἶναι σκήψομαι. {Γρ. α} κλάων γε σύ.
{Νεας.} τί δῆτα χρὴ δρᾶν; {Γρ. α} δεῦρ´ ἀκολουθεῖν ὡς ἐμέ.
{Νεας.} καὶ ταῦτ´ ἀνάγκη μοὐστί; {Γρ. α} Διομήδειά γε.
{Νεας.} ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου,
καὶ κλήμαθ´ ὑπόθου συγκλάσασα τέτταρα,
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
{Γρ. α} ἦ μὴν ἔτ´ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
{Νεας.} νὴ τὸν Δί´, ἤνπερ ᾖ γέ που τῶν κηρίνων.
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί ς´ αὐτίκα.
{Νεις.} ποῖ τοῦτον ἕλκεις; {Γρ. α} τόνδ´ ἐμαυτῆς εἰσάγω.
{Νεις.} οὐ σωφρονοῦσά γ´· οὐ γὰρ ἡλικίαν ἔχει
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
ὥστ´ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
{Γρ. α} ὦ παμβδελυρά, φθονοῦσα τόνδε τὸν λόγον
ἐξηῦρες· ἀλλ´ ἐγώ σε τιμωρήσομαι.
{Νεας.} νὴ τὸν Δία τὸν σωτῆρα, κεχάρισαί γέ μοι,
ὦ γλυκύτατον, τὴν γραῦν ἀπαλλάξασά μου.
ὥστ´ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
{ΓΡΑΥΣ Β}
αὕτη σύ, ποῖ παραβᾶσα τόνδε τὸν νόμον
ἕλκεις, παρ´ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
πρότερον καθεύδειν αὐτόν; {Νεας.} οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας, ὦ κάκιστ´ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
{Γρ. β} βάδιζε δεῦρο. {Νεας.} μηδαμῶς με περιίδῃς
ἑλκόμενον ὑπὸ τῆσδ´, ἀντιβολῶ ς´. {Γρ. β} ἀλλ´ οὐκ ἐγώ,
ἀλλ´ ὁ νόμος ἕλκει ς´. {Νεας.} οὐκ ἐμέ γ´, ἀλλ´ Ἔμπουσά
τις,
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
{Γρ. β} ἕπου, μαλακίων, δεῦρ´ ἀνύσας καὶ μὴ λάλει.
{Νεας.} ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ´ αὐτίκα
ὑπὸ τοῦ δέους. {Γρ. β} θάρρει, βάδιζ´. ἔνδον χεσεῖ.
{Νεας.} δέδοικα κἀγὼ μὴ πλέον γ´ ἢ βούλομαι.
ἀλλ´ ἐγγυητάς σοι καταστήσω δύο
ἀξιόχρεως. {Γρ. β} μή μοι καθίστη.
{ΓΡΑΥΣ Γ} ποῖ σὺ ποῖ
χωρεῖς μετὰ ταύτης; {Νεας.} οὐκ ἔγωγ´, ἀλλ´ ἕλκομαι.
ἀτὰρ ἥτις εἶ γε, πόλλ´ ἀγαθὰ γένοιτό σοι,
ὅτι μ´ οὐ περιεῖδες ἐπιτριβέντ´. ὦ Ἡράκλεις,
ὦ Πᾶνες, ὦ Κορύβαντες, ὦ Διοσκόρω,
τοῦτ´ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
ἀτὰρ τί τὸ πρᾶγμ´ ἔστ´, ἀντιβολῶ, τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
{Γρ. γ} μὴ σκῶπτέ μ´, ἀλλὰ δεῦρ´ ἕπου. {Γρ. β} δευρὶ μὲν οὖν.
{Γρ. γ} ὡς οὐκ ἀφήσω ς´ οὐδέποτ´. {Γρ. β} οὐδὲ μὴν ἐγώ.
{Νεας.} διασπάσεσθέ μ´, ὦ κακῶς ἀπολούμεναι.
{Γρ. β} ἐμοὶ γὰρ ἀκολουθεῖν ς´ ἔδει κατὰ τὸν νόμον.
{Γρ. γ} οὔκ, ἢν ἑτέρα γε γραῦς ἔτ´ αἰσχίων φανῇ.
{Νεας.} ἢν οὖν ὑφ´ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
φέρε πῶς ἐπ´ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
{Γρ. γ} αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
{Νεας.} ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
{Γρ. β} οὐκ οἶσθα; βαδιεῖ δεῦρ´. {Νεας.} ἀφέτω νύν μ´ αὑτηί.
{Γρ. γ} δευρὶ μὲν οὖν ἴθ´ ὡς ἔμ´. {Νεας.} ἢν ἡδί μ´ ἀφῇ.
{Γρ. β} ἀλλ´ οὐκ ἀφήσω μὰ Δία ς´. {Γρ. γ} οὐδὲ μὴν ἐγώ.
{Νεας.} χαλεπαί γ´ ἂν ἦστε γενόμεναι πορθμῆς. {Γρ. β} τιή;
{Νεας.} ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
{Γρ. β} σιγῇ βάδιζε δεῦρο. {Γρ. γ} μὰ Δί´ ἀλλ´ ὡς ἐμέ.
{Νεας.} τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
{Γρ. β} καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
{Νεας.} οἴμοι κακοδαίμων· ἐγγὺς ἤδη τῆς θύρας
ἑλκόμενός εἰμ´— {Γρ. γ} ἀλλ´ οὐδὲν ἔσται σοι πλέον.
ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ. {Νεας.} μὴ πρὸς θεῶν·
ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
{Γρ. γ} νὴ τὴν Ἑκάτην, ἐάν τε βούλῃ γ´ ἤν τε μή.
{Νεας.} ὢ τρισκακοδαίμων, εἰ γυναῖκα δεῖ σαπρὰν
βινεῖν ὁλὴν τὴν νύκτα καὶ τὴν ἡμέραν,
κἄπειτ´, ἐπειδὰν τῆσδ´ ἀπαλλαγῶ, πάλιν
Φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
ἆρ´ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν,
νὴ τὸν Δία τὸν σωτῆρ´, ἀνὴρ καὶ δυστυχής,
ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
ὅμως δ´ ἐάν τι πολλὰ πολλάκις πάθω
ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ´ ἐσπλέων,
θάψαι μ´ ἐπ´ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
καὶ τήνδ´ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
ἄνω ´πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
{ΘΕΡΑΠΑΙΝΑ}
ὢ μακάριος μὲν δῆμος, εὐδαίμων δ´ ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θ´ ὅσαι παρέστατ´ ἐπὶ ταῖσιν θύραις,
οἱ γείτονές τε πάντες οἵ τε δημόται,
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν, ὦ Ζεῦ. πολὺ δ´ ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσι´ ἀμφορείδια.
ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον,
τὰ δ´ ἄλλ´ ἀπανθήσαντα πάντ´ ἀπέπτατο,
ὥστ´ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ´ ὦ θεοί.
κέρασον ἄκρατον· εὐφρανεῖ τὴν νύχθ´ ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστ´ ὀσμὴν ἔχῃ.
ἀλλ´, ὦ γυναῖκες, φράσατέ μοι τὸν δεσπότην,
τὸν ἄνδρ´, ὅπου ´στί, τῆς ἐμῆς κεκτημένης.
{Χο.} αὐτοῦ μένους´ ἡμῖν γ´ ἂν ἐξευρεῖν δοκεῖς.
{Θε.} μάλισθ´· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
ὦ δέσποτ´, ὦ μακάριε καὶ τρισόλβιε.
{Βλ.} ἐγώ; {Θε.} σὺ μέντοι, νὴ Δί´, ὥς γ´ οὐδεὶς ἀνήρ.
τίς γὰρ γένοιτ´ ἂν μᾶλλον ὀλβιώτερος,
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
{Χο.} εὐδαιμονικόν γ´ ἄνθρωπον εἴρηκας σαφῶς.
{Θε.} ποῖ ποῖ βαδίζεις; {Βλ.} ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
{Θε.} νὴ τὴν Ἀφροδίτην, πολύ γ´ ἁπάντων ὕστατος.
ὅμως δ´ ἐκέλευε συλλαβοῦσάν μ´ ἡ γυνὴ
ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
καὶ τἄλλ´ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
ἴτω μεθ´ ἡμῶν· πάντα γὰρ παρέξομεν.
{Βλ.} οὔκουν ἁπᾶσι δῆτα γενναίως ἐρεῖς
καὶ μὴ παραλείψεις μηδέν´, ἀλλ´ ἐλευθέρως
καλεῖς γέροντα, μειράκιον, παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστ´ ἐπεσκευασμένον
ἁπαξάπασιν—ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ´πείξομαι·
ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
{Χο.} τί δῆτα διατρίβεις ἔχων, ἀλλ´ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δ´ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι,
τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
τοῖς γελῶσι δ´ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ—
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ—
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχ´· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
μὴ ´πιορκεῖν, ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
ὦ, ὦ, ὥρα δή,
〈ὦ〉 φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
ἐπὶ τὸ δεῖπνον ὑπανακινεῖν. Κρητικῶς οὖν τὼ πόδε
καὶ σὺ κίνει. {Βλ.} τοῦτο δρῶ. {Χο.} καὶ τάσδε νῦν ...
...... λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
τάχα γὰρ ἔπεισι
λοπαδοτεμαχοσελαχογαλεο–
κρανιολειψανοδριμυποτριμματο–
σιλφιολιπαρομελιτοκατακεχυμενο–
κιχλεπικοσσυφοφαττοπεριστερα–
λεκτρυονοπτοπιφαλλι〈δ〉οκιγκλοπε–
λειολαγῳοσιραιοβαφητραγα–
νοπτερυγών. σὺ δὲ ταῦτ´ ἀκροασάμε–
νος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον.
εἶτα λαβὼν κόνισαι
λέκιθον, ἵν´ ἐπιδειπνῇς.
ἀλλὰ λαιμάττουσί που.
αἴρεσθ´ ἄνω, ἰαί, εὐαί,
δειπνήσομεν, εὐοῖ, εὐαί,
εὐαί, ὡς ἐπὶ νίκῃ.
εὐαί, εὐαί, εὐαί, εὐαί.

Κείμενα

Hellenica World